Ancient Greek · ~2 min
9 to 11
ANDRON HALICARNASSENSIS, Fragmenta 9-11
Not analysed yet
Ὁ δὲ ῥηθεὶς ἀγρὸς, φασὶν οἱ παλαιοῖ, ὅτι κατὰ τὸν ἱστορικὸν Ἄνδρωνα ὑφίσταται περὶ Κύθηρα εἶναι, ὅπου, φασὶν, ἡ τοῦ Θυέστου οἴκησις. Φορβαντεῑον. Ὅτι τὸ Ἀθήνησιν Φορβαντεῖον ὠνομάσθη ἀπὸ Φόρβαντος βασιλεύσαντος Κουρήτων καὶ ὑπ ̓ Ἐρεχθέως ἀναιρεθέντος, δεδήλωκεν Ἄνδρων ἐν η’ Συγγενειῶν. Ἦν δὲ Ποσειδῶνος υἱὸς ὁ Φόρβας, καθά φησιν Ἑλλάνικος ἐν α’ Ἀτθίδος. Ἄνδρων μὲν οὖν γράφει, οὐ τὸν [πρῶτον] Εὔμολπον εὑρεῖν τὴν μύησιν, ἀλλ ̓ ἀπὸ τούτου Εὔμολπον πέμπτον γεγονότα. Εὐμόλπου γὰρ γενέσθαι Κήρυκα· τοῦ δὲ Εὔμολπον· τοῦ δὲ Ἀντίφημον· τοῦ δὲ Μουσαῖον τὸν ποιητήν· τοῦ δὲ Εὔμολπον τὸν καταδείξαντα τὴν μύησιν, καὶ ἱεροφάντην γεγονότα.