Ancient Greek
Dfhg-Source dfhg2_ANDRON_TEJUS
ANDRON TEJUS, Fragmenta 2
Not analysed yet
Πόλις τοῦ Πόντου ἡ Σινώπη, ὠνομασμένη ἀπὸ τῆς Ἀσωποῦ θυγατρὸς Σινώπης· ἣν ἁρπάσας ὁ Ἀπόλλων, κατὰ Φιλοστέφανον, ἀπὸ Βοιωτίας ἐκόμισεν εἰς τὸν Πόντον, καὶ μιγεὶς αὐτῇ ἔσχε Σύρον, ἀφ ̓ οὗ οἱ Σύροι. Τὴν δὲ τῶν Ἀσσυρίων χώραν Λευκοσύρων φησὶ καλεῖσθαι Ἄνδρων ἐν τῷ Περὶ Πόντου, κατὰ ἀντίφρασιν τῶν ἐν τῇ Φοινίκῃ Σύρων. Ὁ δὲ Τήῑος Ἄνδρων φησὶ μίαν τῶν Ἀμαζόνων φεύγουσαν εἰς Πόντον γήμασθαι τῷ τῶν τόπων ἐκείνων βασιλεῖ, πίνουσάν τε πλεῖστον οἶνον, ὀνομασθῆναι Σανάπην, ἐπειδὴ μεταφραζόμενον τοῦτο σημαίνει τὴν παλλὰ πίνουσαν.