Ancient Greek
Dfhg-Source dfhg2_ANDRON_TEJUS
ANDRON TEJUS, Fragmenta 2-2
Not analysed yet
Νύμφαιος (scr. Νύμφις, cujus v. fr.) μὲν οὖν φησὶν ἱστορεῖν Ἀκαρίωνα, ὅτι Φρύγες τὸ παλαιὸν βουληθέντες διαπερᾶσαι τὸν πορθμὸν, κατεσκεύασαν ναῦν ταύρου τύπον ἐπὸ τῆς πρῴρας ἔχουσαν, καὶ, ὡς εἰπεῖν, ταυροπρόσωπον, καὶ ταύτῃ φησὶν αὐτοὺς διαπερᾶσαι, καὶ τὸν πορθμὸν ἀπὸ τῆς νεὼς Βόσπορον κληθῆναι, ὥσπερ καὶ Φρίξον φασὶν ἐπὶ νεὼς κριοπροσώπου εἰς τὴν Σκυθίαν πλεῦσαι. Ἔφορος δέ φησιν etc.