Ancient Greek
369.3
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 369.3
Unproofread scanNot analysed yet
**Ἀλλὰ μὴν οὐδὲ βούλησις ἔστιν ἡ προαίρεσις· καὶ τοῦ ἐγγύστα εἶναι ταῦτα δοκεῖ. Ἡ μὲν γὰρ προαίρεσις οὐκ ἔστι τῶν ἀδυνάτων· οὐ γὰρ προαιρούμεθα ἵπτασθαι, ἢ ἀθάνατοι εἶναι, ἀλλὰ βουλούμεθα (ὅ γὰρ τὰ τοιαῦτα προαιρούμενος δοκοῖν ἂν ἡλίθιος εἶναι·) ἡ προαίρεσις ἄρα οὐκ ἔστι βούλησις. Καὶ βουλούμεθα μὲν πολλάκις ἄπερ οὐχ ἡμεῖς αὐτοί, ἀλλ’ ἕτεροι ποιοῦσιν· οἷον, ὑποκριτὴν τινα νικᾶν τῶν ἐν τῇ σκηνῇ, ἢ ἀθλητήν· προαιρεῖται δὲ ταῦτα οὐδεὶς, ἀλλ’ ὅσα οἴεται γενέσθαι ἂν δι’ αὐτοῦ. Ἐπὶ ἡ μὲν βούλησις τοῦ τέλους ἔστιν δεῖ, ἡ δὲ προαίρεσις τῶν πρὸς τὸ τέλος φερόντων· βουλούμεθα μὲν γὰρ τὴν ὑγίειαν, προαιρούμεθα δὲ πρὸς αὐτὴν φέρει, καὶ δι’ ὧν ἔστιν βυιαίνειν· καὶ τὴν μὲν εὐδαιμονίαν καὶ βουλούμεθα καὶ φαμεν βούλεσθαι, προαιρεῖσθαι δὲ οὐ λέγομεν· ἐπεὶ μηδὲ ἀρμόζει. Καὶ διὸς ἔοικεν ἡ προαίρεσις τῶν ἐφ’ ἡμῖν εἶναι.