Ancient Greek
369.4
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 369.4
Unproofread scanNot analysed yet
***Ἀλλὰ μὴν οὐδὲ δόξα ἔστιν. Ἡ μὲν γὰρ δόξα περὶ πάντα ὁμοίως ἔστι καὶ τὰ αἰτία, καὶ τὰ ἐφ’ ἡμῖν καὶ τὰ ἀδύνατα· ἡ δὲ προαίρεσις τῶν ἐφ’ ἡμῖν ἔστι μόνον. Ἐπὶ ἡ δόξα τῷ ψευδεῖ καὶ τῷ ἀληθεῖ διακρίεται· τὴν μὲν γὰρ τῶν δοξῶν ἀληθῆ λέγομεν, τὴν δὲ ψευδῆ· ἡ δὲ προαίρεσις τῷ ἀγαθῷ καὶ τῷ κακῷ μᾶλλον διακρίεται· τὴν μὲν γὰρ τοῦ ἀγαθοῦ λέγομεν, τὴν δὲ τοῦ κακοῦ. Τῇ μὲν οὖν καθόλου δόξῃ ταῦτόν εἶναι τὴν προαίρεσιν οὐδενὶ δοκεῖ· οὐ μόνον δὲ τῇ καθόλου δόξῃ οὐκ ἔστι ταυτόν, ἀλλ’ οὐδὲ τινι.