Ancient Greek
369.5
Andronicus Rhodius, De Passionibus (Lib. 1) [Sp.] 369.5
Unproofread scanNot analysed yet
****Ἀπὸ μὲν γὰρ τῆς προαιρέσεως ποιοὶ τινες γινόμεθα· τῷ γὰρ προαιρεῖσθαι τὰ κακὰ κακοὶ γινόμεθα, καὶ τῷ προαιρεῖσθαι τὰ ἀγαθὰ ἀγαθοί· ἀπὸ δὲ τῆς δόξης οὐκέτι. Ἐπὶ προαιρούμεθα μὲν πράττειν τι, ἢ μὴ πράττειν, λαβεῖν τι, ἢ φυγεῖν τι τῶν τοιούτων· δοξάζομεν δὲ τί ἔστιν ὁ προαιρούμεθα, ἢ ἄλλο τι, ἢ τίνι συμφέρει, ἢ πῶς· λαβεῖν δέ, ἢ φυγεῖν τι, ἢ ἐλέσθαι, οὐκ ἔστι τῆς δόξης· ἡ δὲ προαίρεσις οὐκ ἔστι δόξα. Ἐπὶ μὲν προαίρεσις ἐπαινείται, ὅταν προαιρούμεθα ἀ δεῖ· ἡ δὲ δόξα ἐπαινείται, ὅταν δοξάζομεν τὰ ἀληθῆ. Ἐπὶ προαιρούμεθα μὲν, ἀ σφόδρα γινώσκομεν ἀγαθὰ εἶναι, δοξάζομεν δέ, ἀ οὐ πάνυ γινώσκομεν ἀληθῆ εἶναι. Ἐπὶ δ’ αὐτὸς οὐχ ὁμοίως προαιρεῖται καὶ δοξάζει· δοξάζει γὰρ πολλάκις καλῶς, δοξάζων τὰ ἀληθῆ, προαιρεῖται δὲ τὰ φαῦλα· οὐχ ἄρα ταύτων δόξα καὶ προαίρεσις. Εἰ δὲ πολλάκις ἡ δόξα προηγείται τῆς