Ancient Greek · ~18 min
ΑΛΕΞΙΑΣ ΙA.
Anna Comnena, Ἀλεξιάδα 12.1-5
Not analysed yet
Πρὸς δὲ τὰς τοῦ αὐτοκράτορος ἀπειλὰς ὁ Βαϊμοῦντος ὀρρωδήσας καὶ μὴ ἔχων ὅ τι καὶ χρήσαιτο πρὸς ἄμυναν οὔτε γὰρ κατ’ ἤπειρον εἶχεν ἀξιόλογον στράτευμα οὔτε θάλατταν στόλον· ἑκατέρωθεν γὰρ αὐτῷ ὁ κίνδυνος ματο) μηχανᾶταί τι τοιοῦτον σφόδρα μέν ἀγεννές, σφόδρα δὲ πανουργότατον. πρῶτον γὰρ τὴν Ἀντιόχου πόλιν καταλείψας τῷ τοῦ Μαγκέση Ταγγρὲ καὶ τούτου ἀδελφιδῷ αὐτὸς ἁπανταχόθεν φήμας πέμπει περὶ ἐαυτοῦ, ὡς ἄρα ὁ Βαϊμοῦντος ἀποτεθνήκει, καὶ ζῶν ἔτι ὡς περὶ κατοιχομένου αὐτοῦ τὴν οἰκουμένην διέθετο. καὶ ἡ φήμη διέτρεχεν ἁπανταχῆ πτερῶν ταχυτέρα καὶ τὸν Βαϊμοῦντον νεκρὸν ἐκήρυττε. καὶ δῆτα ὡς ἑώρα τὰ τῆς φήμης ἀποχρώντως ἔχειν, λάρναξ τὸ ἐντεῦθεν ξυλίνη καὶ ναῦς διήρης, ἐν ᾑ κατατιθεμένη ἡ λάρναξ καὶ ὁ ἔμπνους οὗτος νεκρὸς ἀπὸ τοῦ Σουδεΐ, ὅπερ ἐστὶ τῆς Ἀντιοχείας ἐπίνειον, ἐπὶ τὴν Ῥώμην ἀπέπλει. διαπόντιος ὡς νεκρὸς ἐκομίζετο τὰ μὲν ἔξωθεν νεκρὸς καὶ τῇ σορῷ καὶ τοῖς τῶν ἀμφ’ αὐτὸν σχήμασιν καὶ γὰρ ἑκασταχοῦ γινόμενοι ἀπέτιλλόν τε τὰς τρίχας οἱ βάρβαροι καὶ σαφῶς ἀνωλόλυζον), τὰ δ᾿ ἔνδον ἐκεῖνος ἐκτάδην κείμενος τούτων νεκρὸς ἦν τὰ δ’ ἄλλα εἰσέπνει τε τὸν ἀέρα καὶ ἀπέπνει διά τινων κρυφίων ὀπῶν. ταῦτα μέν ὲν τοῖς παραλίοις· ἐπειδὰν δὲ κατὰ πελάγους τὸ σκάφος γένοιτο, τροφῆς τε αἰτῶ μετεδίδοσαν καὶ έπεμελοῦντο· καὶ μετὰ τοῦτο πάλιν οἱ αὐτοὶ θρῆνοι καὶ τὰ αὐτὰ μαγγανεύματα. ἵνα δέ καὶ δοκοίη ὁ νεκρὸς ἕωλος εἶναι καὶ ὀδωδώς, ἀλεκτρυόνα ἀποπνίφαντες ἢ ἀποσφάξαντες ἐνέθηκαν τῷ νεκρῷ. καὶ εὐθὺς ἐκεῖνος εἰς τετάρτην ἢ καὶ πέμπτην ἡμέραν βαρυδμότατος ἢν ὄσφρησιν ἔχοτσιν. καὶ ἐδόκει μέν τοῦ χρωτὸς Βαϊμούντου τὸ βαρὺ τῆς ἀναπνοῆς τοῖς ἔξωθεν ἠπατημένοις· πλέον δ᾿ ἐκεῖνος ὁ βαϊμοῦντος τοῦ ἐπιπλάστου κανοῦ ὥστε ἔγωγε θαυμάζω, πῶς τοσαύτην ὑπήνεγκε τῆς ῥινὸς πολιορκίαν ζῶν ἔτι μετὰ νεκροῦ συμφερόμενος ἀλλ’ ἀλλ᾿ μεμάθηκα, ὡς ἄρα πᾶν τὸ γένος δυσανάκλητον, ἐφ’ ὅπερ ἂν ἐφορμήσειε, καὶ οὐδὲν αἰτῶ φορτικώτατον ὅ μὴ ἐνέγκοι καθάπαξ ἐμβάλλον ἐαυτὸ πρὸς αὐθαιρέτοις κακώσεις. καὶ γὰρ οἶτος μηδέπω ἀποθανών, ἀλλὰ σχήματι μόνῳ ἀποθανὼν οὐκ ἀπώκνησε ζῆν μετὰ ἀποθανόντων σωμάτων. τέχνη μὲν οὖν τοῦ βαρβάρου αὕτη πρώτη καὶ μόνη κατὰ τὴν καθ’ ἡμᾶς οἰκουμένῳ πέφηνεν εἰς καταστροφὴν ἀποβλέπουσα τῆς Ῥωμαίων οὐδὲ πρὸ ταύτης βάρβαρος ἢ Ἕλλην τοιαῦτα κατὰ ἐμηχανήσατο οὐτ’ ἄν, οἶμαι, μετὰ ταῦτα ὁ καθ’ ἡμᾶς θεάσαιτο βίος. ἐπεὶ δὲ τὴν κορυφῶ καταλάβοι, ὡσπερ εὶς ἀκρώρειάν τινα γενόμενος καὶ κορυφὴν καὶ κρησφύγετον τὴν Κορυφὼ ταυτηνὶ καὶ ἐν τῷ ἀκινδύνῳ τυγχάνων τε ἀπὸ τῶν ἐν δόξῃ νεκρῶν καὶ τὴν νεκροφόρον ἐκεῖσε λάρνακα καταλείψας ἡλίου τε ἐνεφορεῖτο πλείονος καὶ τοῦ ὤρος ἀνέπνει καθαρωτέρου καὶ περιενόστει τὴν πόλιν τὴν Κορυφώ· ὃν ἐωρακότες ἐν ξένη καὶ βαρβαρικῇ στολῇ άνεπυνθάνοντο τό τε γένος καὶ τὴν τύχην καὶ τις τε εἴη καὶ πόδεν ἥκει καὶ εἰς οὑς παραγίνεται. ὁ δέ τῶν μέν ἄλλων ὑπερεώρα πάντων, ἀνεζήτει δὲ τὸν δοῦκα τῆς πόλεως. ἠν δὲ ἅν οὗτος Ἀλέξιός τις θέματος Ἀρμενιακοῦ γενόμενος. ὃν θεασάμενος μετὰ σοβαροῦ τοῦ βλέμματός τε καὶ σχήματος καὶ σοβαρᾷ τῇ φωνῇ χρώμενος καὶ ὅλως βαρβαρικῇ ἀπαγγεῖλαι προσέταττεν Ἀλεξίῳ τῷ αὐτοκράτορι ὃτι έγὼ βαϊμοῦντος ἐκεῖνος ὁ τοῦ Ῥομπέρτου, ὃν ὁ ἀνέκαθεν χρόνος καὶ σέ καὶ τὴν ὑπὸ σὲ βασιλείαν ἐδίδαξεν, ὁπόσος τίς εἰμι τὴν ἀνδρείαν καὶ τὴν ἔνστασιν. ἐφ’ ᾧπερ ἂν καὶ τὴν ῥοπὴν λάβοιμι, ὡς οὐκ ἂν ἀνασχοίμην, ἴστω Θεός, τῶν τρὸς έμὲ ἐμὲ γεγενημένων ναῶν. ἐξ ὅτου γὰρ διὰ τὴν Ἀντιόχου κατέλαβον καὶ Σιρίαν ὅλην ἡνδραποδισάμην τῷ ἐμῷ δόρατι, πολλῆς παρὰ σοῦ καὶ τῆς σῆς στρατιᾶς πικρίας ἀνεφορήθην ἐλπίσιν ἐξ ἐλπίδων παραπεμπόμενος καὶ εἰς μυρίας συμφορὰς καὶ πολέμους βαρβαρικοὺς ἐμβαλλόμενος. ἀλλὰ νῦν γε ἴσθι με, κἂν ἀπέθανον, πάλιν ἐξ ὑπαρχῆς ἀναβεβιωκότα καὶ τὰς σὰς διαδεδρακότα χεῖρας. πάντα γὰρ ὀφθαλμὸν καὶ πᾶσαν χεῖρα καὶ γνώμην διαλαθὼν ἐν σχήματι ἀποτεθνηκότος νῖν καὶ ζῶν καὶ κινούνενος καὶ τὸν ἀέρα πνέων ἐκ τῆσδε τῆς Κορυφοῦς διαπέμπω πάνυ μεμισημένας ἀγγελίας τῇ σῇ βασιλείᾳ, ἃς καὶ ἀναμαθὼν οὐκ ἂν περιχαρῶς ἀποδέξαιο, ὡς μὲν τῷ Ταγγρὲ καὶ ἐμῷ ἀνεψιῷ τὴν Ἀντιόχου παρακατεθέμην παρακατεθέμην πρὸς τοὺς σοὺς στρατηγοὺς ἀντίμαχον ἀξιόμαχον καταλείψας αὐτόν, αὐτὸς δὲ πρὸς τὴν ἰδίαν ἄπειμι χώραν σοὶ μὲν νεκρὸς φημιζόμενος καὶ τοῖς σοῖς, ἐμοὶ δέ καὶ τοῖς ἐμαυτοῦ καὶ ζῶν καὶ κατὰ σοῦ δεινὰ βουλευόμενος. ἐφ’ ᾧ γὰρ τὶν ὑπὸ σέ Ρωμανίαν κλονήσειν, καὶ ζῶν ἀποτέθνηκα καὶ ἀποθανὼν ἔζησα. εἰ γὰρ τὴν ἀντιπέραν ἤπειρον καταλάβοιμι καὶ Δογγιβάρδους καὶ πάντας Δατίνους καὶ Γερμανοὺς καὶ τοὺς καθ’ ἡμᾶς Φράγγους ὀψαίμην, ἄνδρας Ἄρεως μνήμονας, πολλῶν φόνων καὶ πολλῶν αίμάτων τὰς σὰς ἐμπλήσω πόλεις καὶ χώρας, ἕως ἂν ἐπ’ αὐτοῦ τοῦ Βυζαντίου τὸ δόρυ πηφαίμην.” εἰς τοσοῦτον ἄρα ὁ βάρβαρος ἀλαξονείας ἐπῆρτο.