Ancient Greek · ~26 min
ΑΛΕΞΙΑΣ ΙΓ.
Anna Comnena, Ἀλεξιάδα 1.1-12
Not analysed yet
Ἐξεπλάγημεν οὖν ἃπας τότε τὸ τῆς ψυχῆς τοῦ αύτοκράτορος ἀνάστημα. ὁ δέ,κἂν καταφρονητικῶς πρὸς τὴν ἀγγελίαν ἐκείνην διὰ τοὺς τηνικαῦτα παρόντας τῷ φαινοἅπαντες μένω ἐδόκει διατεθείς, ἀλλ’ ἐντὸς πολλὰ περὶ τούτου ἐκυμαίνετο τὸν λογισμόν καὶ δὴ δεῖν ἐλογίσατο αὖθις τοῦ Βυζαντίου ἐξεληλυθέναι· μηδὲ τὰ κατ’ οἶκον αὐτοῦ καλῶς πρὸς αὐτὸν ἔχοντα πάλιν διαγνούς, ὅμως τὰ κατὰ τὰ ἀνάκτορα καὶ τὴν βασιλίδα τῶν πόλεων εὖ διαθέμενος καὶ φύλακας ἐπιστήσας τόν τε μέγαν δρουγγάριον τοῦ στόλου καὶ ἐκτομίαν Εὐστάθιον τὸν Κυμινειανὸν καὶ Νικηφόρον τὸν τοῖ Δεκανοῦ καλούμενον, οὕτως ἐκεῖνος ἔξεισι τοῦ Βυζαντίου μετ’ ὀλίγων καὶ τῶν καθ’ αἷμα τούτῳ προσηκόντων πρώτην ἄγοντος μηνὸς Νοεμβρίου ἐπινεμήσεως πρώτης κατὰ τὸ ἔξω Γεράνιον τὴν ἐρυθροβαφῆ καὶ βασιλικὴν καταλαβὼν σκηνήν. ἐδεδίει δέ, ὅτι ἐξερχομένῳ τὸ σύνηθες θαῦμα ἡ Θεομήτωρ ἐν Βλαχέρναις οὐκ ἐπεδείξατο. διὰ τοῦτο ἐπὶ τέσσαρσιν αὐτοῦ που ἐμβραδύνας ἡμέραις ἡλίου δύνοντος σὺν αὐτῇ δεσΠοίνῃ παλίντροπον τὴν πορείαν ποιησάμενος εἴσεισιν εἰς τὸ ἱερὸν τῆς Θεθμήτορος τέμενος μετ’ ὀλίγων λεληθότως καὶ τὴν συνήθη τελέσας ὑμνῳδίαν καὶ ἐκτενεστέρας τὰς δεήσεις ποιησάμενος, τηνικαῦτα τελεσθέντος τοῦ συνήθους θαύματος, οὕτως μετὰ χρηστῶν ἔξεισιν ἐκεῖθεν τῶν ἐλπίδων. τῇ δὲ μετ’ αὐτὴν τῆς πρὸς Θεσσαλονίκην ἥψατο. καταλαβὼν δέ τοὺς χοιροβάκχους ἔπαρχον Ἰωάννην τὸν Ταρωνίτην προὐβάλετο. ἀνὴρ δὲ οἶτος τῶν εὐγενῶν, νηπόθεν πρὸς αὐτοῦ προσληφθεὶς καὶ ὑπογραμματεύσας C αὐτῷ ἐπὶ πολύ, φρονήματος μέν ὢν δραστικωτάτου καὶ νόμων ῾Ρωμαϊκῶν ἐπιστήμων καὶ τὰ βασιλέως προστάγματα μεγαληγορῶν, ὁπηνίκα προστάττοιτο βασιλικῆς μεγαλοφροσύνης ἐπάξια, ἐλευθέραν ἔχων τὴν γλῶτταν καὶ οὐκ ἐπὶ ψόγῳ ἀναισχυντίαις στομούμενος, ἀλλ’ ὁποῖον ὁ Σταγειρίτης τὸν διαλεκτικὸν εἶναι παρακελεύεται. ἐκεῖθεν δέ ὑποχωρῶν συνεχῆ τὰ γράμματα πρός τε τὸν δοῦκα τοῦ στόλου Ἰσαάκιον καὶ τοῖς σὺν αὐτῷ, Δούκαν φημὶ Ἐξαζηνὸν καὶ ῾Υαλέαν, ἐγρηγορέναι τούτους διὰ παντὸς καὶ ἀπείργειν τοὺς ἀπὸ Λογγιβαρδίας πρὸς τὸν Βαϊμοῦντον διαπλωϊζομένους ἐξέ- πέμπεν. ἐπὰν δέ τὸν Μέστον κατειλήφει, ἡ μὲν Αὔγουστα πρὸς τὰ βασίλεια ἐπαναστρέψαι ἠβούλετο, ὁ δὲ αὐτοκράτωρ προσωτέρω ταύτην βαδίζειν παρεβιάζετο. καὶ δὴ περάσαντες ἄμφω τὸν Εὐρον καλούμενον ποταμὸν κατὰ Ψύλλον τὰς σκηνὰς ἐπήξαντο. ὁ δέ ἄλλον φόνον ἑτέρῳ μικροῦ περιπέπτωκεν ἄν, εἰ μή τις θεία χεὶρ τοὺς μιαφόνους ἐκείνους ἀπεῖρξε τοῦ δράματος. ἀνὴρ γάρ τις ἐς Ἀρωνίους ἐκρίνους ἀπὸ μέρους ἀνέλκων τὸ γένος, κἂν ἐκ νόθων κατήγετο, πρὸς φόνον τὸ στασιάζον [τοῦ αὐτοκράτορος] μέρος παρέθηγε. κεκοινώνηκε δὲ τοῦ ἀπορρήτου καὶ πρὸς τὸν ἴδιον ἀδελφὸν Θεόδωρον. εἰ δὲ καὶ ἕτεροι τῶν στασιαζόντων συνίστορες τοῦ τοιούτου δράματος ἤσαν, λέγειν οὐ βούλομαι· ὅμως δὲ Σκύθην ἀργυρώνητον τὴν κλῆσιν Δημήτριον αὐτουργὸν τοῦ φόνου παρεσκευάσαντο (καὶ αὐτὸς δέ ὁ τούτου δεσπότης Ἀαρών) πέρας τοῦ σκοπουμένου τὴν τῆς βασιλίδος ὑποχώρησιν θέμενοι, ὡς ἐντεῦθεν εὐκαιρίας ὁ Σκίθης δραξάμενος κατὰ τῶν τοῦ βασιλέως λαγόνων ὠθήσει τὸ ξίφος ἢ ἐν στενῷ περιτυχὼν ἢ καὶ ὑπνώττοντι λαθών. καὶ ὁ Δημήτριος φόνιον πνέων τὸ σιδήριον ἔθηγε καὶ τὴν μιαιφόνον δεξιὰν ηὐτρέπιστο. ἀλλά τι καινὸν κἀνταῦθα ἡ δίκη δραματουργεῖ. καὶ γὰρ ἐπεὶ οὐ ταχὺ τοῦ βασιλέως ἡ βασιλὶς ἐχωρίζετο, ἀλλὰ συνείπετο ἡμέραν ἐξ ἡμέρας τοῦ αὐτοκράτορος αὐτὴν ἐπισύροντος, οἱ μιαιφόνοι ἐκεῖνοι τὸν ἀνύστακτον τοῦ αὐτοκράτορος φύλακα, τὴν βασιλίδα φημί, ἔτι ἐμβραδύνουσαν ὁρῶντες, ἐκκακήσαντες φάμουσά τινα γράφοντες κατὰ τὴν τοῦ βασιλέως ἔρριπτον σκηνήν. οἱ δέ ταῦτα ῥίπτοντες ἔκδηλοι τέως οὐκ ἦσαν. δηλοῖ δέ [ἡ λέξις] τὰ φάμουσα λοιδορήματά τινα ἔγγραφα τῷ αὐτοκράτορι τὴν πρόσω πορείαν ξυμβουλεύοντα, τῇ δέ γε Αὐγούτῃ τὴν πρὸς τὸ Βυζάντιον. ἅπερ καὶ ὁ νόμος τιμωρίαις βαρυτάταις κολάζει αὐτὰ μὲν ἀναλίσκων πυρί, τοὺς δέ ταῦτα τολμῶντας ποιναῖς καθυποβάλλων παλαμναιοτάταις. ἀστοχοῦντες γὰρ τοῦ σκοποῦ εἰς τὴν τῶν φαμούσων φλυαρίαν κατέπιπτον. μετὰ γὰρ τὸ ἀριστῆσαι τὸν αὐτοκράτορα τῶν πολλῶν ὑποχωρησάντων, μόνου δέ τῷ τότε τυχόντος τοῦ τε Ῥωμανοῦ τοῦ ἐκ Μανιχαίων καὶ Βασιλείου ἐκτομίου τοῦ ψύλλου καὶ Θεοδώρου τοῦ ἀδελφοῦ Ἀαρὼν εὑρέθη αὖθις φάμουσον ὑπερριμμένον τῇ τοῦ βασιλέως κλίνη πολλὴν τὴν κατὰ τῆς βασιλίδος περιέχον καταδρομήν, ὅτου χάριν συνέπεται τῷ βασιλεῖ καὶ μὴ τάχιον πρὸς τὴν βασιλεύουσαν ἐπαναστρέφοι. τοῦτο γὰρ ἦν αὐτοῖς τὸ σκοπούμενον, ἄδειαν πᾶσαν ἐσχηκέναι. ὁ δέ αὐτοκράτωρ γνοὺς τὸν ῥέψαντα καὶ θυμοῦ πλησθεὶς ἔφη “τοῦτο ἐγὼ ἢ σύ’’ πρὸς τὴν βασιλίδα ἀπονεύσας “ἤ τις τῶν παρόντων ἔρριψε’’. κάτωθεν δὲ οὕτως ἐπεγέγραπτο “ταῦτα ὁ μοναχὸς ἐγὼ γράφω· ὃν σύ, βασιλεῖ, τὸ παρὸν οὐ γινώσκεις, ὄψει δέ με ἐν ὀνείροις’’. Κωνσταντῖνος δέ τις ἐκτομίας, ἐπὶ τραπέζης πατρῷος τοῦ βασιλέως θεράπων, τῇ δὲ βασιλίδι τηνικαῦτα ὑπηρετῶν, περὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἔξω τῆς σκηνῆς ἱστάμενος καὶ τὴν συνήθη τελῶν ὑμνῳδίαν ἀκούει τινὸς βοῶντος “εἰ ἐγὼ οὐ προσελθὼν ἀπαγγείλω τὰ παρ’ ὑμῶν βεβουλευμένα ἅπαντα καὶ αὐτὰ δὴ τὰ παρ’ ὑμῶν ῥιπτόμενα φάμουσα φαυλίσω, μηδείς με μετ’ ἀνθρώπων λογιζέσθω’’. ὁ δ’ εὐθὺς τὸν ἴδιον οἰκέτην ἐπέταξε τὸν φωνοῦντα ἄνθρωπον ἀναζητῆσαι. καὶ ὃς ἀπελθὼν καὶ τὸν τοῦ Ἀαρὼν οἰκέτην γνωρίσας Στρατήγιον αὐτὸν συμπαραλαβὼν ἄγει πρὸς τὸν ἐπὶ τῆς τραπέζης. καὶ παραχρῆμα προσελθὼν ἀπαγγέλλει, ὅσαπερ σύνοιδεν. οὗτος δέ συμπαραλαβὼν αὐτὸν ἀπῆλθε πρὸς τὸν αὐτοκράτορα ὕπνωττον δέ τηνικαῦτα οἱ βασιλεῖς. ἐντυχὼν δὲ Βασιλείῳ τῷ ἐκτομίᾳ κατηνάγκαζεν ἀπαγγεῖλαι τὰ περὶ τοῦ Στρατηγίου τοῦ ἀνθρώπου τοῦ Ἀαρὼν ῥηθέντα. ὁ δ’ εὐθὺς εἰσελθὼν καὶ αὐτὸν εἰσάγει τὸν Στρατήγιον. ὃς ἐπειδὴ καθάπαξ εἰς ἐρωτήσεις ἐλήλυθεν, ἅπαν τὸ δρᾶμα τῶν φλυάρων φαμούσων, τὸν τοῦ φόνου δραματουργὸν καὶ αὐτὸν ἐκεῖνον τὸν εἰς σφαγὴν τοῦ βασιλέως παρεσκευασμένον σαφῶς ἀνεκάλυψεν. “ὁ γὰρ ἐμός’’ φησι “δεσπότης Ἀαρὼν μεθ’ ἑτέρων, οὓς οὐδέ ἡ σὴ βασιλεία παντάπασιν ἠγνόησε, κατὰ τῆς σῆς, βασιλεῦ, ζωῆς μελετήσαντες καθῆκάν σοι φονέα Δημήτριον, τὸν ἐμαυτοῦ σύνδουλον, ἄνδρα Σκύθην μὲν τὸ γένος, φονικώτατον δὲ τὴν γνώμην, τοὺς βραχίονας καρτερόν, πρὸς πρὸς πᾶν ὁτιοῦν τολμηρότατον καὶ καὶ ψυχὴν καὶ ὠμότατον. τούτῳ ξίφος ἐγχειρίσαντες ἄμφηκες παρήγγειλαν παραγγελίαν ταύτην ἀπάνθρωπον, ὡς ὁμόσε προσελθόντα μετὰ θράσους ἀκατασχέτου ἐμβάψαι τοῖς βασιλικοῖς σπλάγχνοις τὸ ξίφος.’’ ὁ δέ βασιλεύς (καὶ γὰρ οὐκ ἦν εὔκολος τοῖς τοιούτοις πιστεύειν) “μὴ διά τινά” φησιν “ἀπέχθειαν πρὸς τοὺς σοὺς δεσπότας καὶ πρὸς τὸν σεαυτοῦ ὁμόδουλον τὴν κατηγορίαν ταύτην συμπλέκῃς, ἀλλὰ τἀληθῆ πάπα καὶ ὅσα σύνοιδας ἐξορχοῦ. εἰ δ᾿ οὖν ἁλοίης ψευδόμενος, οὐκ εἰς καλὸν τὰ τῆς κατηγορίας σοι ἀπαντήσεται.’’ ἐκεῖνος δέ ἐνιστάμενος ἀληθῆ λέγειν παραδίδοται πρὸς τὸν ἐκτομίαν Βασίλειον, ἵνα τέως τοὺς φλυάρους χάρτας ἐπιδοίη πρὸς αὐτόν. ὁ δέ παραλαβὼν τοῦτον καὶ ἀπελθὼν εἰσάγει εἰς τὴν σκηνὴν τοῦ Ἀαρὼν πάντων κοιμωμένων καὶ ἀναλαβόμενος ἐκεῖθεν πήραν τινὰ στρατιωτικὴν μεστὴν τοιούτων γραμμάτων δίδωσι τῷ Βασιλείῳ. αὐγαζούσης δὲ ἤδη τῆς ἡμλέρας θεασάμενος τὰ τοιαῦτα τράμματα ὁ βασιλεὺς καὶ διαγνοὺς τὸν κατ’ αὐτοῦ μελετώμενον φόνον τὴν μὲν μητέρα του Ἀαρὼν προσέταξε τοῖς τὰ τῶν κοινῶν διοικοῦσιν ἐν τῇ πόλει περιορισθῆναι εἰς Χοιρο- βάκχους, τὸν δέ Ἀαρὼντὸν δὲ Θεόδωρον τὸν αὐτάδελφον αὐτοῦ εἰς Ἀγχίαλον. ταῦτα τὸν βασιλέα τῆς πρόσω φερούσης ἐπὶ πέντε ἡμέραις ἀπεῖρξεν.