Ancient Greek
ΑΔΕΞΙΑΣ ΙΒ.
Anna Comnena, Ἀλεξιάδα 9.1-11
Not analysed yet
Τούτων οὕτω διατεθέντων οἱ μὲν ἀπῄεσαν ἢ λουσόμενοι ἢ κατὰ σχῆμα λουσόμενοι· ὁ δέ Βαϊμοῦντος δώδεκα μὲν λῃστρικὰς νῆας τάξας ἀμφ᾿ αὐτὸν διήρεις ἁπάσας οὔσας καὶ εἰρεσίαν πολλὴν κεκτημένας, ὡς καὶ ἠχητικόν τι καὶ κατάκροτον ἐπικτυποῖσαν ταῖς τῶν κωπῶν συνεχέσιν ἐπεμβολαῖς, κύκλῳ δέ τοῦ τοιούτου στόλου συντάξας στρογγύλαςνῆας ἐξ ἑκατέρου μέρους καθάπερ περίβολον ἐντὸς τὸν πολεμικὸν συνέκλειε στόλον. καὶ εἶπες ἂν ἰδὼν καὶ πόρρωθεν ἀπὸ σκοπιᾶς θεασάμενος Πόλιν εἶναι διαπόντιον τὴν πλέουσαν ναυστολίαν. συνεπέβαλε γάρ τι καὶ τὰ τῆς τύχης αὐτῷ. καὶ γὰρ ἥ γε θάλασσα ἀκύμαντος ἦν, εἰ μὴ ὅσον κατὰ τὸν νότον ἐπέφρισσεν αἴρας λιγείας ἐπιπωεούσης ὅσον ἐξογκούσης τὰ τῶν ὁλκάδων ἱστία. ἐποίει γὰρ γὰρ μὲν οὐριοδρομεῖν, τὰς δ᾿ ἐρεσσομένας τῶν νηῶν ταῖς πλεούσαις εὐθυδρομεῖν καὶ κρότον ἐξάκουστον καὶ ἐν μέσῳ πελάγους του Ἀδριαντικοῦ ἑκατέραις ταῖς ἠπείροις ἠχεῖν. οὕτως ᾖν θέαμα θάμβους ἄξιον ὁ βαρβαρικὸς οὗτος στόλος τοῖ Βαϊμοήυωτου, ὂν εἰ καὶ οἱ περὶ τοὺς Κοντοστεφάνους ὠρρώδησαν, οὐκ ἂν μεμψαίμην οὔτ᾿ ἂν δειλίας τοὺς ἄνδρας γραψαίμην. καὶ γὰρ ἂν τοῦτον καὶ τὸν οὕτως ἔχοντα στόλον καὶ ὁ Ἀργοναυτικὸς ἐκεῖνος ἐδεδοίκει στόλος, μὴ ὅτι γε Κοωτο- στέφανοι καὶ Λαντοῦλφοι καὶ τοιοῦτοί τινες. ὁ γάρ τοι Λαντοῦλφος τὸν ΒαΪμοῦντον θεασάμενος οὕτω φρικτῶς διαπλωϊζόμενον μετὰ μυριοφόρων ὁλκάδων, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν ἀκριβέστερον, ἐπεὶ οὐχ οἶός τε πρὸς τοσυνέκλειε σούτους μάχεσθαι ἦν, μικρὸν τοῦ Αὐλῶνος παρεκκλίνας ἄδειαν τῷ Βαëμούπῳ δίδωσι. δεξιᾷ δέ τύχῃ χρησάμενος ἐκ Βάρεως ἐπὶ τὸν Αὐλῶνα περαιωσάμενος ἅπαν τὸ διαπόν- τιον αὐτοῦ στράτευμα εἰς τὴν περαίαν ἀποβησάμενος πρῶτα μέν ἐληΐσατο τὴν παραλίαν ἅπασαν ἀμύθητον στράτευμα ἐπαγόμενος Φραγγικόν τε καὶ Κελτικὸν καὶ ὅσοι ἀπὸ τῆς Θούλης νήσου στρατευιονται ῾Ρωμαίοις τότε δὴ αὐτῷ προσχω- ρήσαντες διὰ τὴν τοῦ καιροῦ δυναστείαν καὶ δὴ καὶ πλείους τοῦ Γερμανικοῦ γένους καὶ ἀπὸ τῶν Κελτιβήρων. τούτους γὰρ ἅπαντας συλλεξάμενος ἐπὶ πόσης τῆς ἐντὸς Ἀδρίου ἐφήπλωσε γῆς καὶ τὰ ἐφεξῆς ἅπαντα ληϊσάμενος τῇ Ἐπιδάμνῳ προσέβαλεν, ἣν Δυρράχιον ὀνομάζομεν, ταύτην τὴν πόλιν σκοπὸν ἔχων ἑλεῖν κᾆθ᾿ οὕτως τὴν ἐπὶ τάδε μέχρι τῆς Κωνσταντίνου ληΐσασθαι. δεινὸς δὲ ὢν εἴπερ ἄλλος τις εἰς πολιορκίαν ὁ Βαϊμοῦντος καὶ τὸν Πολιορκητὴν ἐκεῖνον Δημήτριον ὑπερβαλλόμενος τὴν Ἐπίδαμνον πᾶσαν ἐν νῷ βαλλόμενος πάσας ὠδῖνας μηχανικὰς κατὰ τῆς πόλεως ταύτης ἐκίνησε. πρῶτα μέν κύκλῳ περιβαλόμενος τὸ ἑαυτοῦ στράτευμα καὶ τὰ ἐγγὺς καὶ πορρωτέρω τῆς πόλεως Δυρραχίου πολιορκῶν καὶ ποτὲ μὲν ὑπαντιαζόντων αὐτῷ στρατευμάτων ῾Ρωμαϊκῶν, ποτὲ δέ καὶ ἐρημίας οὔσης τῶν ἀποκωλυόντων αὐτόν. καὶ πολέμων πολλῶν καὶ κλόνων ἐγγινομένων καὶ φόνων, καθάπερ ἄνωθεν εἴρηται, πρὸς τὴν πολιορκίαν αὐτὴν τῆς πόλεως Δυρραχίου ἀπέβλεψεν. ἀλλὰ πρὶν ἥκειν εἰς αὐτὴν ἐκείνην τὴν ἐπὶ τῷ Δυρραχίῳ μάχην τοῦ τυράννου Βαϊμούντου, ἀναγκαῖόν ἐστιν εἰπεῖν, ὅπως ἔχει θέσεως ἡ πόλις. χεῖται μέν ἐπ’ αὐταῖς ἠιόσι τοῦ Ἀδριαντικοῦ πελάγους· ἐν τῷ μέσῳ δὲ ὑφήπλωται πέλαγος πολὺ καὶ μακρὸν καὶ κατὰ πλάτος μὲν παρατεῖνον εἰς τὴν περαίαν τῶν Ἰταλῶν, κατὰ μῆκος δὲ ἀνιὸν καὶ ἐπικάμπτον πρὸς ἀνατολάς τε καὶ πρὸς βορρᾶν πρὸς τοὺς Οὐέτονας βαρβάροις, ὡν καταντικρὺ κεῖται τῶν Ἀπουληΐων ἡ χώρα. καὶ καθόλου μὲν Ἀδρίας ὧδε περατοῦται· τὸ μέντοι Δυρράχιον ἢ Ἐπίδαμνος, ἀρχαία πόλις καὶ Ἑλληνίς, κατωτέρω μέν κεῖται τοῦ Ἐλισσοῦ καὶ πρὸς τὰ εὐώνυμα μέρη τούτου, ἀνωτέρω δέ ὁ Ἐλισσὸς καὶ δεξιώτερον οὑτος δέ ὁ Ἐλισσὸς εἴτε ἀπό τινος ποταμοῦ Ἐλισσοῦ ὀνομαζομένου συμμιγνυμένου τῷ Δρυμόνι μεγίστῳ ποταμῷ εἴτε οὕτως ἁπλῶς τὸ πολίχνιον ὠνόμαστο, οὐκ ἔχω σαφῶς εἰπεῖν ὁ δέ Ἐλισσὸς μετέωρόν ἐστι πολίχνιον καὶ πάντη δυσάλωτον, κάτω καὶ περὶ τὰς πεδιάδας ὁρῶν τὸ Δυρράχιον, ὡς λέγουσι, τοιοῦτον δέ ἀσφαλές, ὥστε καὶ ἠπειρόθεν καὶ ἐκ θαλάττης πολλὴν ἀρωγὴν ποιεῖν Δυρραχίῳ. ᾁ πολιχνίῳ, τῷ Ελισσῷ, καὶ ἀποχρησάμενος ὁ αὐτοκράτωρ Ἀλέξιος εἰς βοήδὲ θείαν τῆς πόλεως Ἐπιδάμνου ἀπό τε τοῦ ποταμοῦ Δρυμόνος ναυσιπόρου τυγχάνοντος καὶ ἀπὸ τῆς ἠπείρου τὴν πόλιν Δυρραχίου κατησφαλίσατο τὰ χρειώδη ἐκ γῆς καὶ θαλάττης εἰσάγων, ὅσα τε εἰς τροφὴν τῶν αὐτόθι στρατιωτῶν τε καὶ οἰκητόρων καὶ ὅσα πρὸς ὅπλα καὶ μάχας ἦν ἐπιτήδεια. ὁ δὲ Δρυμῶν οὗτος ὁ ποταμός, ἵνα τι καὶ περὶ τοῦ ῥεύματος τούτου προσιστορήσαιμι, ῥεῖ μέν ἄνωθεν ἀπὸ τῆς Λυχνίτιδος λίμνης, ἢν ἡ νῦν γλῶττα ἐκβαρβαρώσασα Ἀχρίδα προσηγόρευσεν ἀπὸ Μόκρου τοῦ Βουλγάρων βασιλέως τὰ πρῶτα καὶ τὰ ἔσχατα Σαμουήλ, τοῦ ἐπὶ τοῖν βασιλέοιν Κωνσταντίνου καὶ Βασιλείου τῶν ποπφυρογεννήτων γεγονότος, διά τινων τάφρων ἑκατόν, ἂς γεφύρας ἐπονομάζομεν. καὶ γὰρ ἀπορ· ῥέουσιν ὡσπερ ἀπό τινων ἀρχῶν διαφόρων τῆς λίμνης διηρημένοι ποταμοὶ καὶ εἰς ἑκατὸν ἥκοντες οὐ λήγουσι κᾆθ’ οὕτως τῷ ποταμῷ τῷ κατὰ τὴν Δεύρην ἑνούμενοι, ἐξ οὑ καὶ Δρυμῶν ἐπονομάζεται, καὶ συνεχεῖς αὐτῷ γινόμενοι πλατύνουσί τε αὐτὸν καὶ μέγιστον ἐξεργάζονται. ὂς τοὺς ἐσχάτους τῶν Δαλματῶν παραμείβων καὶ πρὸς βορρᾶν ἀνιὼν ἔπειτα ἐπικάμπτει πρὸς νότον καὶ περὶ τὰς ῥίζας τοῦ Ἐλισσοῦ γινόμενος εἰς τὸν Ἀδριαντικὸν ἐκδίδωσι κόλπον. ταῦτα μὲν περί τε τῆς θέσεως Δυρραχίου καὶ Ἐλισσοῦ καὶ τῆς ἀσφαλείας ἐκατέρων τῶν τόπων γεγράφθω· ὁ δέ βασιλεὺς ἔτι εἰς τὴν βασιλεύουσαν ἐνδιατρίβων μεμαθηκὼς διὰ γραναυσιπόρου φῶν τοῦ δουκὸς Δυρραχίου τὴν τοῦ Βαϊμούτου διαπεραίωσιν ἐπετάχυνε τὴν ἐξέλευσιν. ἀνύστακτος γὰρ ὢν ὁ δοὺξ Δυρραχίου, μὴ διδοὺς τὸ παράπαν ὕπνον τοῖς ὀφθαλμοῖς, ὁπηνίκα διέπω διαπλωϊσάμενον τὸν Βαϊμοῦντον παρὰ τὴν τοῦ Ἰλλυρικοῦ πεδιάδα καὶ τῆς νηὸς ἀποβεβηκότα κὼ αὐτόθι που πηξάμενον χάρακα, Σκύθην μεταπεμψαμενος δὴ τὸ τοῦ λόγοι πρὸς τὸν αὐτοκράτορα τὴν τούτου διαπεραίωσιν ἐδήλου. ὃς ἐπανιόντα τὸν αὐτοκράτορα τοῦ κυνηγεσίου καταλαβὼν δρομαῖος εἰσελθὼν καὶ προσουδίσας τὴν κεφαλὴν τὴν τοῦ Βαϊμούντου διαπεραίωσιν τρανῶς ἐβόα. ἅπαντες μὲν οὖν οἱ τότε παρόντες ἐπάγησαν, οὗπερ ἕκαστος ἔτυχε, καὶ πρὸς μόνην τὴν τοῦΒαϊμούντου κλῆσιν ἀποναρκήσαντες. ὁ δέ αὐτοκράτωρ πλήρης θυμοῦ καὶ φρονήματος ὢν λύων τὸν ἱμάντα τοῦ ὑποδήματος “πρὸς “ορὸς” ἔφη “τὸ παρὸν τραπώμεθα· τὰ δέ γε κατὰ τὸν Βαϊμοῦντον αὖθις κατασκεψόμεθα.”