Ancient Greek · ~14 min
ΑΛΕΞΙΑΣ ΙΓ.
Anna Comnena, Ἀλεξιάδα 2.1-12
Not analysed yet
Ἐν δέ τῷ πρὸς Θεσσαλονίκην ἀπέρχεσθαι, ἐπεὶ ἁπανταχόθεν συνηλαύνετο ἐς ταὐτὸν τὰ τάγματα, δεῖν ἐλογίσατο σύνταξιν ποιῆσαι εἰς πολέμου σχῆμα διατετυπωμένην. καὶ αὐτίκα κατὰ λόχους αἰ φάλαγγες ἵσταντο καὶ οἱ λοχαγοὶ προὐβέβληντο καὶ τῶν οὐραγῶν ἡ τάξις ἐφείπετο καὶ οἱ τὸ μέσον τῆς φάλαγγος ἀναπληροῦντες εἰστήκεσαν ἅπαντες τοῖς ὅπλοις μαρμαίροντες καὶ ἢν φοβερὸν θέαμα ἐκεῖνο τὸ σύν- τάγμα) καὶ καθάπερ τι τεῖχος πόλεως ἀλλήλοις συνηρμοσμένοι· εἶπες ἂν χαλκοῦς ἀνδριάντας ὁρᾶν καὶ αὐτοχύτους τινὰς στρατιώτας ἐπὶ τοῦ πεδίου σύμπαντας ἀτρεμεῖν μόνον τῶν δπράτων δοράτων κραδαινομένων καὶ ὥσπερ ἐπιθυμούντων ἅψασθαι. ταύτην τὴν σύνταξιν ὁ βασιλεὺς ποιησάμενος καὶ κινήσας αὐτὴν καὶ ὑποτυπωσάμενος, πῶς μὲν ἐπὶ δόρυ, πῶς δὲ ἐπ’ ἀσπίδα κινοῖντο, τὴν νέηλυν στρατιὰν ἐκ τῆς συντάξεως πάσης ἀπολεξάμενος καὶ οὓς μᾶλλον αὐτὸς ἀνεθρέψατο καὶ τὰ στρατιωτικὰ ἐξεπαίδευσεν, ἀρχηγοὺς στρατευμάτων κατέστησεν. ἦσαν δ’ οὗτοι ξύμπαντες τριακόσιοι, πάντες νέοι καὶ εὐμήκεις, σφριγῶντες τὸ σῶμα καὶ ἓκαστος τούτων ἀρτίχνους τὸ γένειον, πάντες δὲ καὶ τόξον ἐντεῖναι δεξιώτατοι καὶ ἀφεῖναι δόρυ στερρότατοι. ἐκ διαφόρου μὲν γένους συνηθροισμένοι, ἐξ ἁπάσης δέ τῖς Ῥωμαïκῆς στρατιᾶς στρατιά τις ἦσαν ἔκκριτος ὑπὸ στρατηγῷ τῷ βασιλεῖ ταττόμενοι· τῷ αὐτῷ γὰρ καὶ βασιλεῖ καὶ στρατηγῷ καὶ διδασκάλῳ ἐχρῶντο. τούτων οὖν ἀπολεξάμενος αὖθις τοὺς δεξιωτέροις καὶ ξυνταγματάρχας χειροτονήσας ἐπὶ τέμπη πέμπει, δι’ ὧν ἔμελλε τὸ βαρβαρικὸν στράτευμα διελθεῖν. ἐκεῖνος δέ ἐν Θεσσαλονίκῃ τὴν παραχειμασίαν ἐποιεῖτο. ἐπεὶ δέ, καθάπερ ἔφημεν, ὁ τύραννος Βαïμοῦντος μετὰ βαρυτάτου στόλου διεπεραιώσατο ἐκεῖθεν ἐνθάδε πρὸς τὰ ἡμέτερα καὶ τὸ Φραγγικὸν ἅπαν στράτευμα κατὰ τῶν ἡμετέρων πεδιάδων ἐξέχεε, συνταξάμενος ἐκεῖθεν ἔρχεται κατὰ τῆς Ἐπιδάμνου, εἰ μὲν δύναιτο, καὶ αὐτοβοεὶ αἱρήσων αὐτήν, εἰ δ᾿ οὖν, ἀλλὰ τειχομάχοις μηχανήμασι καὶ πετροβόλοις ὀργάνοις τὴν ὅλην πόλιν παραστησόμενος. ὁ μὲν οὖν σκοπὸς αὐτῷ οὗτος ’ηὐλίσατο δέ ἀντικρὺ τῆς πύλης τῆς κατὰ τὰς ἀνατολὰς ἀνεῳγυίας, ἦς ὕπερθεν ἱππότης ἐστὶ χαλκοῦς, καὶ κατασκοπήσας τοῦ πολιορκεῖν ἤρξατο. χειμῶνα μὲν οὖν ὅλον ἐπινοούμενος καὶ πανταχόθεν ἐπιβλέπων, οὖ- περ ἁλώσιμόν ἐστι τὸ Δυρράχιον, ἔαρος δὲ διαγελῶντος, ἐπειδήπερ καθάπαξ παραυτίκα διαπεράσας πυρὶ παραδέδωκε τάς τε φορταγωγοὺς αὐτοῦ νῆας καὶ τὰς ἱππαγωγοὺς καὶ ὡς οὕτως εἰπεῖν στρατιώτιδας, τοῦτο μὲν καὶ στρατηγικόν τι μηχανώμενος, ἵνα μὴ ὁρῷεν πρὸς θάλατταν τὸ στράτευμα τούτου, τοῦτο δέ τι καὶ καταναγκάζοντος αὐτὸν τοῦ ῾Ρωμαϊκοῦ στόλου, ὅλος πρὸς πολιορκίαν ἀπέβλεψε. κύκλῳ περιχεάμενος τὸ βαρβαρικὸν στράτευμα τὰ πρῶτα καὶ ἐν ἀκροβολισμοῖς ὤν (ἐπετοξάζοντο δὲ τούτοις καὶ οἱ ἀπὸ τοῦ ῾Ρωμαϊκοῦ στρατεύματος ποτὲ μέν καὶ πυργόθεν ἀπὸ τοῦ Δυρραχίου, ποτέ δὲ καὶ πόρρωθεν), ἀποστέλλων τινὰς ἀποσπάδας τοῦ Φραγγικοῦ στρατεύματος ἐπολέμει τε καὶ ἐπο- λεμεῖτο. τήν τε γὰρ Πέτροτλαν ἐχειρώσατο καὶ τὸ λεγόμενον Μύλου Πόλισμα ὑπερκείμενον ποταμοῦ Διαβόλεως καὶ ἄλλα τὰ τοιαῦτα πέριξ τῆς πόλεως Δυρραχίου τυγχάνοντα πάντα πολέμου νόμῳ κατεκληρώσατο. ταῦτα μὲν οὖν ἐποίει πολεμικῇ δεξιᾷ· ἠρχιτεκτόνει δέ ἐν τοσούτῳ καιρῷ τὰ πολεμικὰ μηχανήματα, χελώνας κατασκευάζων πυργοφόρους καὶ κριοφόρους καί τινας ὁρυκτίδας καὶ ἄλλας χωστρίδας ὅλον χει- μῶνα καὶ θέρος ἐργαζόμενος καὶ καταπλήττων καὶ ἀπειλῇ καὶ τοῖς πράγμασι καταπλῆγας ὄντας ἀνθρώπους. ἀλλ’ οὔτι γε καὶ Ρωμαïκὴν ἀνδρείαν ἠδύνατο καταπαλαίειν. δτσττχῶς δέ αὐτῷ ἀπηντήκει καὶ τὰ πρὸς ἀποτροφήν. ὅσα μὲν γὰρ προυφηρπάκει ἀπὸ τῶν πέριξ τοῦ Δυρραχίου, τούτῳ ἀνή- λωτο, τὰ δ’ ἀφ’ ὦν ἤλπικε κομισθῆναί οἱ, προκατασχόντες τὰ τέμπη καὶ τὰς ἐξόδους καὶ αὐτὴν δὴ τὴν θάλατταν οἱ τοῦ Ρωμαïοῦ στρατεύματος ἀπεκώλυον. κἀντεῦθεν λιμὸς ἀθρόως ἐπιφοιτίσας τούς τε ἵππους καὶ τοὺς ἀνθρώπους ὁμοῦ διέφθειρε μὴ ἐχόντων μήτε τῶν ἵππων χιλὴν μήτε τῶν ἀνθρώπων τροφήν. προσεπετέθη δὲ τῷ βαρβαρικῷ τούτῳ στρατεύματι καὶ κοιλιακή τις διάθεσις τῷ μέν δοκεῖν ἀπό τινος ἀπροσφόρου σιτήσεως, φημὶ δέ τῆς κέγχρου· τὸ δ’ ἀληθὲς μήνιμα Θεοῦ κατὰ τοσούτου ἀναριθμήτου στρατεύματος καὶ ἀνυποίστου κατασκῆψαν ἐπαλλήλους θα- νάτους εἰργάσατο.