Ancient Greek · ~20 min
ΑΛΕΞΙΑΣ ΙΕ.
Anna Comnena, Ἀλεξιάδα 1.1-14
Not analysed yet
Ἀλλὰ τοιαῦτα μὲν κατὰ τὴν Φιλιππούπολιν καὶ τοῖς Μανιχαίους ἔργα τοῦ αὐτοκράτορος ἄλλος δ᾿ ἐκεῖθεν αὐθις βάρβαρος ἐξαρτύεται κατ’ αὐτοῦ κυκεών. ἐβουλεύετο γὰρ ὁ Σολυμᾶς σοιλτὰν τὴν Ἀσίαν αὖθις δῃώσασθαι κἀκ τοῦ Χοροσᾶ καὶ τοῦ Χάλεπ δυνάμεις μετεκαλεῖτο, εἴ που γενναίως παρὰ τὸν αὐτοκράτορα ἀντικαταστῆναι σχοίη. ἐπεὶ δ᾿ αὐτῷ τὸ πᾶν τῆς τοῦ Σολυμᾶ σουλτὰν βουλῆς πρός τινος διεμηνύθη; ἐσκόπει καὶ αὐτὸν μέχρι τοῦ Ἰκονίου στρατεῦσαι καὶ καρτερώτατον τὸν μετ᾿ αὐτοῦ συναρράξαι πόλεμον. κεῖθι γὰρ τὸ σουλτανικὸν τῷ Κλιτζιασθλὰν ἀπομεμέριστο. δυνάμεις τοίνυν ἐξ ἀλλοδαπῶν καὶ μισθοφορικὸν μετεκαλεῖτο πολὺ καὶ τὸ ἴδιον στράτευμα πανταχόθεν μετεπέμπετο. κατ᾿ ἀλλήλων οὖν ἀμφοτέρων τῶν στρατηγῶν τὴν μελέτην ποιουμένων ἐν τῷ μεταξὺ τὸ σύνηθες ἄλγημα τῶν ποδῶν συνέβη τῷ αὐτοκράτορι. καὶ δυνάμεις ἁπανταχόθεν μέν συνέρρεον, ἀλλὰ κατὰ στράγγα καὶ οὐκ ἀθρόον διὰ τὸ πόρρω που τὰς σφῶν εἶναι πατρίδας ’ἡ δέ γε ὀδύνη ἀπεῖργε τοῦτον οὐ τοῦ προκειμένου μόνον ἅψασθαι σκοποῦ, ἀλλὰ καὶ τοῦ βαδίζειν ἁπλῶς. καὶ κλινήρης ὢν ἤχθετο οὐ τοσοῦτον διὰ τὴν τῶν ποδῶν περιωδυνίαν ὁπόσον διὰ τὴν ἀναβολὴν τοῦ κατὰ τῶν βαρβάρων ἔργου. οὐκ ἐλάνθανε ταῦτα τὸν βάρβαρον Κλτζιασθλάν· ἔνθεν τοι καὶ ἀμεριμνήσας τὸ παρὸν τὴν Ἀσίαν ἅπασαν ἐληΐζετο, ἑπτάκις κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ποιησάμενος. καὶ γὰρ οὐδέποτε ἐπὶ τοσοῦτον τὸ ἄλγος ἐκεῖνο τὸν αὐτοκράτορα κατέσχεν· ἐκ διαστημάτων γὰρ μακρῶν πρὸ τοῦ ἐπερχομένη τούτῳ ἡ νόσος οὐ περιοδικῶς τὸ τηνικάδε ἀπήντησεν, ἀλλὰ συνεχὴς ἢν καὶ ἐπαλλήλους τοὺς παροξυσμοὺς ἐδίδου. ἀλλὰ τοῦτο τὸ πάθος λρόσχημα ἐδόκει τοῖς περὶ τὸν Κλιτζιασθλὰν νοσήματος, οὐ μέντοι νόσημα, ἀλλ’ ὄκνος καὶ ῥᾳθυμία ἔξωθεν περιβεβλητένη τὴν ποδαλγίαν· κἀντεῦθεν πολλὰ πολλάκις ἀπέσκωπτον κἀν ταῖς μέθαις κἀν τοῖς πότοις καθάπερ αὐτοφυεῖς ῥήτορες ἠθοποιΐας τῆς τῶν ποδῶν ὀδύνης τοῦ αὐτοκράτορος οἱ ἐποιοῦντο. καὶ κωμῳδίας ἐγίνετο πρόφασις ἡ τῶν ποδῶν ἀλγηδών. πρόσωπα γὰρ ἰατρῶν τε καὶ τῶν περὶ τὸν αὐτοκράτορα διαπονουμένων ὑπεκρίνοντο καὶ αὐτὸν δῆτα τὸν βασιλέα εἰς τὸ μέσον παράγοντες καὶ ἀναθέμενοι ἐπὶ κλίνης προσπαίζειν ᾤοντο. καὶ ἐπὶ ταύταις ταῖς παιδιαῖς γέλως τοῖς βαρβάροις ἐπῆρτο πολύς. οὐ μὴν ἐλάνθανε ταῦτα τὸν αὐτοκράτορα κἀντεῦθεν ἠρεθίζετο πρὸς τὴν κατ’ αὐτῶν μάχην μᾶλλον παφλάζων τὰ τοῦ θυμοῦ. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ κουφισθεὶς τῆς ὀδύνης τῆς προκειμένης ὁδοιπορίας εἴχετο. τήν τε Δάμαλιν διαπεράσας καὶ τὸν ἀναμεταξὺ Κιβω- τοῖ καὶ Αἰγιαλῶν διαπλωϊσάμενος πορθμὸν καὶ τὴν Κιβωτὸν καταλαβὼν ἐκεῖθεν εἰς τὸ Λοπάδιον ἄπεισι τὴν τῶν ταγμάτων ἐκδεχόμενος ἄφιξιν καὶ ὁπόσον μισθοφορικὸν μετε- πέμπετο ἐπὰν δὲ συνεληλύθεισαν ἅπαντες, ἀπάρας ἐκεῖθεν σὺν ὅλαις δυνάμεσι τὸ τοῦ κυρίου Γεωργίου καταλαμβάνει φρούριον ἀγχοῦ τῆς τῇ Νικαίᾳ παρακειμένης λίμνης διακείμενον κἀκεῖθεν εἰς Νικαίαν, εἰτα διὰ τριῶν ἡμερῶν αὖθις ὑποστρέφει ἔνθεν τῆς γε του Λοπαδίου γεφύρας καὶ στρα- τοπεδεύει κατὰ τὴν βρύσιν τοῖ’ καρυκέως καλουμένην, οὕτω δόξαν αὐτῷ, ἵνα τὸ μέν στράτευμα πρότερον διὰ τῆς γεφύρας διαβιβάσας ἐν ἐπικαίρῳ τόπῳ τὰς σκηνὰς πήξηται κᾷθ᾿ οὕτως καὶ αὐτὸς ὁ αὐτοκράτωρ διὰ τῆς αὐτῆς γεφύρας διελθὼν μετὰ παντὸς τοῦ στρατεύματος τὴν βασιλικὴν καταθείη σκηνήν. οἱ δέ μηχανικώτατοι Τοῦρκοι τὰ κατὰ τὴν περὶ τοὺς πρόποδας τῶν Λεντιανῶν καὶ τῆς οὕτω καλουμένης Κοτοιραικίας διακειμένην πεδιάδα ληϊζόμενοι, ἐπεὶ τὴν τοῦ αὐτοκράτορος κατ’ αὐτῶν μεμαθήκεισαν ἔφοδον, ἐκδειματωθέντες παραυτίκα πυρσοὺς παμπόλλους ἀνῆψαν, ἔπειθεν φαντασίαν τοῖς ὁρῶσι στρατιᾶς πολλῆς παρέχοντες τάχα. καὶ οἱ μὲν πυρσοὶ τὸν ἀέρα ἐξέκαιον καὶ πολλοὺς τῶν ἀπείρων ἐξεδειμάτουν· τὸν δέ αὐτοκράτορα ἐθρόει τούτων οὐδέν. κἀκεῖνοι μέν τὴν λείαν πᾶσαν καὶ τοὺς δορυαλώτους ἀναλαβόμενοι ᾤχοντο· αὐτὸς δὲ κατὰ τὸ περίορθρον πρὸς τὴν ἤδη †ἐκεῖσε πεδιάδα ἠπείγετο σπεύδων αὐτοῦ που τούτους καταλήψεσθαι, ἀλλ’ ἀστοχήσας τῆς ἄγρας καὶ πολλοὺς μᾶλλον τῶν Ῥωμαίων ἔτι ἐμπνέοντας εὑρηκώς, πολλοῖς δὲ καὶ νεκρῶν σώμασιν ἐντετυχηκὼς ἤχθετο ὡς εἰκὸς καὶ ἤθελε μὲν διώκειν, ἀλλ’ ἵω μὴ τὸ πᾶν ἀπολέσῃ θήραμα, μὴ δυνατοῦ ὄντος τοῦ παντὸς στρατεύματος τοὺς φεύγοντας ὀξέως καταλαβεῖν, χάρακα μέν αὐτοῦ που περὶ τὸ Ποιμανηνὸν πήγνυται καὶ παραχρῆμα ἀπολεξάμενος γενναίους ψιλοὺς στρατιώτας τὴν ἐπιδίωξιν τῶν βαρβάρων ἐπιτρέπει παραγγείλας ὅπως χρὴ ἐπιπορεύσασθαι τοὺς ἀλάστορας. οἱ δὲ τούτοις ἐφθακότες εἰς τινα τόπον Κελλία ἐγχωρίως ὀνομαζόμενον μετὰ τῆς λείας πάσης κὼ τῶν δορυαλώτων ὡς πῦρ κατ’ αὐτῶν ἵενται καὶ αὐτίκα πλείστους μὲν μαχαίρας ἔργον ἐποιήσαντο, ἐνίους δὲ ζωγρήσαντες καὶ τὴν λείαν πᾶσαν ἐκεῖθεν ἀναλαβόμενοι μετὰ νίκης λαμπρᾶς πρὸς τὸν αὐτοκράτορα ἐπανῆλθον. τούτους ἀποδεξάμενος καὶ τὴν παντελῆ τῶν πολεμίων φθορὰν ἐγνωκὼς πρὸς τὸ Λοπάδιον ἐπανέρχεται. κεῖθι δὲ παραγενόμενος καὶ μῆνας τρεῖς ὅλους ἐγκαρτερήσας τὸ μέν τι δι᾿ ἀνυδρίαν τῶν δι’ ὧν ἔμελλε διελθεῖν μερῶν θέροις γὰρ ὥρα παρῆν καὶ ἡ ἀλέα ἀφόρητος), τὸ δέ καὶ τὸ μήπω φθάσαν τοῦ μισθοφορικοῦ στρατεύματος ἀπεκδεχόμενος. ἀπεκδεχόμενος. ἐπὰν δέ ἅπαντες ἀθροισθεῖεν ἐκεῖ, ἐξαναστὰς ἅπαν τὸ ὁπλιτικὸν τηνικαῦτα κατὰ τὰς ἀκρολοφίας τοῦ Ὀλύμπου καταθέμενος καἰ τῶν οὕτω καλουμένων Μαλάγνων αὐτὸν τὸν Ἀέρα κατέλαβε. τῆς δὲ βασιλίδος κατὰ τὴν Πρίμιπον αὐλιζομένης, ἵν᾿ ἔχοι ῥᾷον ἐκεῖθεν τὰ περὶ τοῦ αὐτοκράτορος μανθάνειν περὶ τὸ Λοπάδιον ἐπανελθόντος, ὁ βασιλεὺς ἅμα τῷ τὸν Ἀέρα καταλαβεῖν διὰ τοῦ βασιλικοῦ μονήρους μεταπέμπεται αὐτὴν τὸ μέν τι καὶ τὸ ἄλγος ὑφορώμενος ἀεὶ τῶν ποδῶν, τὸ δέ τι καὶ τοὺς συμπαρομαρτοῦντας αὐτῷ τῶν ἐγκολπίων ἐχθρῶν δεδιὼς διὰ τὴν ἄκραν αὐτῆς περὶ αὐτὸν ἐπιμέλειαν καὶ τὸ ἀγρυπνικώτατον ὄμμα.