Ancient Greek · ~18 min
ΑΛΕΞΙΑΣ ΙΔ.
Anna Comnena, Ἀλεξιάδα 9.1-13
Not analysed yet
Ἐν ὅσῳ δέ ταῦτα ἐτελεῖτο καὶ ἡ λογικὴ ἐκείνη μετὰ τῶν Μανιχαίων συνεκροτεῖτο ἅμιλλα φθάσας τις ἀπὸ τοῦ Ἴστρου τὴν τῶν Κομάνων ἀπήγγελλε διαπεραίωσιν. ὁ δέ βασιλεὺς μὴ μελλήσας ὅλως πρὸς τὸν Δάνουβιν ἤλαυνε περιτυχοῦσι στρατιώταις συγχρησάμενος. καὶ τὴν Βιδύνην καταλαβὼν καὶ τοὺς βαρβάροις μὴ εὑρηκώς (προέφθασαν γὰρ τὴν τοῦ αὐτοκράτορος ἔλευσιν μεμαθηκότες εἰς τοὐπίσω διαπερᾶσαι) παραχρῆμα στρατιώτας γενναίους ἀποδιελόμενος τὴν τῶν βαρβάρων ἐπιδίωξιν ἐπέτρεψεν. οἱ δέ κατόπιν τούτων παραχρῆμα ἤλαυνον τὸν Ἵστρον διαπεράσαντες. καὶ ἐπὶ τρισὶ διώκοντες νυχθημέροις, ἐπεὶ τοὺς Κομάνους ἐθεάσαντο δι’ ὧν ἐπεφέροντο σχεδιῶν τὸν ἐκεῖσε τοῦ Δανούβεως ῥέοντα ποταμὸν διαπεράσαντες, ἄπρακτοι πρὸς τὸν αὐτοκράτορα ἐπανέστρεψαν. ὁ δέ βασιλεὺς ἠνιόθη μέν, ὅτι μὴ κατελήφθησαν παρὰ τῶν στρατευμάτων οἱ βάρβαροι, ὅμως μέντοι καὶ τοῦτο μέρος νίκης hήσατο, ὅτι ἐξ ἀκοῆς καὶ μWοντς τοὺς βαρβάροις ἀπῶσε καὶ ὅτι πολλοὺς τῶν ἀπὸ τῆς Mανιχαἰ· κἧς αἱρέσεως εἰς τὴν ἡμετέραν μετένεγκε πίστιν διπλοῦν στησάμενος τρόπαιον καὶ κατὰ βαρβάρων ἀπὸ τῶν ὅπλων καὶ κατὰ τῶν αἱρετικῶν ἀπὸ τῶν εὐσεβεστάτων λό- γων. ὑποστρέψας τοίνι· ν καὶ αὖθις εἰς Φιλιππούποhν y. ai μικρὸν διαναπαί· σας ἑαυτὸν πάλιν ἀγώνων εἴχετο. τὸν γάρ τοι Κουh́οντα καὶ τὸν Κούσινον καὶ τὸν ἐπὶ τόποις 0cJo- Aoj’, ἄνδρας προστάτας τῆς -Ἰανιχαἰ· κ͂1-̓C- αἱρέσεως καὶ τὰ μέν ἄλλα κατὰ τοὺς ἄλλοις Mανιχαίους, δεινοὺς δὲ ἐνστῆναι ij^ ἱαυτῶν ναοδοξίᾳ καὶ πρὸς τὸ πεισθῆναι λόγοις ἀδαμαντί- ἀδαμαντίνους, σπαράξαι δέ τὸ θεῖον λόγιον καὶ κπκοσχόλως αὐτὸ ἰ̓́κλα- βεῖν εἰς ὑπερβολὴν εὐμηχάνους, τοιτοι· ς ΙιεταπειιποΙιενοb̓ καθ’ ἡμέραν ἑκάστην πρὸς αἰτοὺς τὸν λογικὸν συνεκρότει πόλε- μον. ͂ καὶ ἢν ἰδεῖν ἀγῶνα διπλοῦν, τοῦ μὲν βασιλέως, ὁπως σωθεῖεν, καὶ σφόδρα ίπεραγιονι--οΙιένοι, τῶν δ’, ὅπως νι- νικήσειαν τὴν λεγομένην Καδμείαν, διαφιλονεικοίντων. ετστᾶσι μὲν γὰρ καὶ οεͅ τρεῖς θήξαντες ἀλλήλοις καθάπερ σιῶν ὀδόντες καὶ τοῖς λόγους τοῖ· αἰ τοκρατορος ἐν νῷ ἔχοντες διατέμνειν καὶ εἴ τις τὸν Κοίσινον ἐξέφευγεν ἔνστασις, ταύτης ὁ Κουλων ἀντελαμβάνετο καὶ ἀμηχανοῦντος Κουλέοντος ὁ Φῶλος αὖθις ἀντεξανίστατο ἢ καὶ πρὸς τὰς βασιλικὰς προτάσεις καὶ ὑποφορὰς ἄλλος ἐπ᾿ ἄλλῳ ἠγείρετο καθάπερ μέγιστα κύματα ἐπὶ μεγάλοις καταλαμβάνοντα κύμασιν. ὁ. δὲ αὐτοκράτωρ τὰς πάσας τούτων διαλύων ὡς ἱστὸν ἀράχνης ἐνστάσεις ἐπέρραπτε μὲν εὐθὺς τῶν ἀκαθάρτων τὰ στόματα · ὡς δέ πέπεικεν οὐδαμῶς, τέλος ἀπειρηκὼς πρὸς τὴν τῶν ἀνδρῶν τούτων ἠλιθιότητα προπέμπει τούτους εἰς τὴν βασιλίδα πόλιν ἑστίαν ἀποκληρωσάμενος αὐτοῖς τὰς περὶ τὸ μέγα παλάτιον περιδρόμους στοάς. οὐ μὴν ἄθηρος παντάπασιν ἦν, εἰ καὶ τούτους τοὺς ἀρχηγοὺς λόγοις τῷ τέως οὐκ ἐθήρασεν, ἀλλ᾿ ἡμέρας ἑμκαστης προσῆγε Θεῷ ὅπου μὲν ἑκατόν, ὅπου δὲ καὶ πλείους τῶν ἑκατόν, ὡς συμποσοῦσθαι τούς τε προτεθημένους καὶ τοὺς νῦν ὑπὸ τῆς τούτου γλώττης ἑαλωκότας εἰς μυρίας καὶ χιλιάδας ἀνδρῶν πολυαριθμήτων. καὶ τί γὰρ δεῖ λέγειν καὶ διατρίβειν περὶ ὧν ἡ σύμπασα οἰκουμένη ἐπίσταται καὶ μάρτυρές εἰσι καὶ ἀνατολὴ καὶ δύσις; πόλεις γὰρ ὅλας καὶ χώρας ταῖς παντοδαπαῖς αἱρέσεσι κεκρατημένας πολυτρόπως εἰς τὴν ἡμετέραν ὀρθόδοξον μετήνεγκε πίστιν. τοὺς μὲν τὰ πρῶτα φέροντας μεγάλων ἠξίου δωρεῶν καὶ τῶν στρατιωτῶν τοῖς λογάσι κατέλεγε· τοὺς δὲ χυδαιοτέροις συναθροίσας ἅπαντας καὶ ὅσοι σκαπανεῖς ἦσαν καὶ περὶ ἄροτρα καὶ βόας ἠσχόληντο, πάντας συναγαγὼν ἅμα καὶ τέκνοις καὶ γυναιξὶ καὶ πόλιν τούτοις δειμάμενος ἀγχοῦ που Φιλιππουπόλεως καὶ πέραν Εὔρου τοῦ ποταμοῦ ἐκεῖσε τούτους μετῴκισεν Ἀλεξιούπολιν τὴν πόλιν κατονομάσας ἢ καὶ Νεόκαστρον, ὃ καὶ μᾶλλον ἐπεκράτησεν, ἀποδασάμενος καὶ τούτοις κἀκείνοις ἀρούρας τε καὶ οἰνόπεδα καὶ οἰκίας καὶ κτίσιν ἀκίνητον. οὐ μὴν ἀφῆκεν αὐτοῖς ἀνίσχυρα τὰ τῶν δόσεων οὐδ’ ὥσπερ Ἀδώνιδος νιδος κήπους σήμερον ἀνθοῦντας καὶ αὔριον καταρρέοντας, ἀλλὰ καὶ χρυσοβούλλοις λόγοις τὰς πρὸς τούτους ἐνεπέδωσε δωρεὰς καὶ οὐκ εἰς τούτους μόνοις περιϊσταμένας τὰς χάριτας ἔστησεν, ἀλλὰ καὶ εἰς τοὺς ἐξ αἰτῶν καὶ τοὺς ἐξ ἐκείνων διαδοσίμους πεποίηκε· καὶ τούτων διαρρυέντων αἱ γυναῖκες αὐθις τῶν δεδωρημένων ἀντέχονται. οὕτως ἐκεῖνος ἐξήπλου τὰς χάριτας. ταῦτα μέν οὕτω λελέχθω· τὰ γὰρ πλείω παρείθη. καὶ μή τις ἐπιμεμφέσθω τὴν ἱστορίαν, ὡς δῆθεν δωροδοκοῦσαν τὴν συγγραφήν. τῶν γὰρ νῖν ὄντων μάρτυρές εἰσι πολλοὶ τῶν ἀφηγουμένων, καὶ οὐκ ἂν ψευδηγορίας ἁλοίημεν. καὶ ὁ μὲν αὐτοκράτωρ πάνθ’ ὡς ἐχρῆν πεποιηκὼν ἀπάρας ἐκεῖθεν εἰς τὴν βασιλίδα Πόλιν μετεσκηνώκει. καὶ πάλιν οἱ αὐτοὶ ἀγῶνες καὶ διατάξεις πρὸς τοὺς ἀμφὶ τὸν Κουλέοντά τε καὶ Κούσινον ἐγίνοντο τῷ αὐτοκράτορι συνεχεῖς. ἀλλὰ τὸν μὲν Κουλέοντα εἷλεν ὡς συνετώτερον, οἶμαι, καὶ δυνάμενον παρακολουθῆσαι λόγοις ἀληθείας καὶ τῆς ἡμετέρας μάνδρας πεποίηκε πρόβατον ἡμερώτατον. ὁ δέ γε Κούσινος καὶ ὁ Φῶλος ἐξαγριαίνοντες καὶ βαλλόμενοι μὲν καθάπερ σίδηρος ταῖς συχναῖς τοῦ αὐτοκράτορος ὁμιλίαις, ὅμως μέντοι σιδήρεοι μένοντες ἐξετράποντό τε καὶ οὐκ εὐαγώγως εἶχον αὐτῷ. καὶ διὰ τοῦτο ὡς πάντων Μανιχαίων βλασφημοτάτους καὶ καθαρῶς εἰς λαμπρὰν μελαγχολίαν ἐλαύνοντας εἰς τὴν οὑτωσὶ λεγομένην Ἐλεφαντίνην φρουρὰν ἐμβαλὼν καὶ τὰ πρὸς χρείαν ἅπαντα δαψιλῶς χορηγῶν μόναις ταῖς ἑαυτῶν κακοπραγίαις ἀφῆκεν ἀποθανεῖν.