Ancient Greek · ~24 min
ΑΛΕΞΙΑΣ ΙΕ.
Anna Comnena, Ἀλεξιάδα 2.1-14
Not analysed yet
Οὔπω τρίτη παρῆλθεν ἡμέρα καὶ ὁ περὶ τὸν βασιλικὸν κοιτωνίσκον ἀσχολούμενος κατὰ τὸ περίορθρον ἐλθὼν ἀγχοῦ τοῦ βασιλικοῦ σκίμποδος εἱστήκει. ἡ δὲ βασίλισσα διυπνισ- θεῖσα καὶ τοῦτον θεασαμένη Τούρκων ἡμῖν ἔφοδον ἀπαγγέλλειν ἔφη. τοῦ δὲ περὶ τὸ οὕτω καλούμενον τοῦ Γεωργίου φρούριον ἐφθακέναι λέγοντος κατεσίγασε τοῦτον ἡ βασιλὶς τῇ χειρί, ἵνα μὴ τὸν αὐτοκράτορα διυπνίσῃ. ὁ δὲ ἐν αἰσθήσει τῶν λεγομένων γεγονὼς ἐπὶ ταὐτῷ σχήματι καὶ γνώμης τέως ἦν· ἀνίσχοντος δέ τοῦ ἡλίου πρὸς τὰς συνήθεις ἐργασίας ἐτράπετο ὅλος τῆς τούτου προμηθείας γεγονώς. οὔπω τρίτη παρῆλθεν ὥρα καὶ ἕτερος ἐκεῖθεν καταλαβὼν ἐγγίζειν ἤδη τοὺς βαρβάρους ἔλεγεν. ἡ δὲ αὐτοκρατόρισσα ἔτι συμ- παρῆν τῷ αὐτοκράτορι δειλιῶσα μὲν ὡς εἰκός, ἐξεχομένη δέ ὅμως τῆς ἐκείνου γνώμης. ἐπὰν δέ πρὸς ἄριστον οἱ βα- αιλεῖς ἐπείγοντο, ἕτερος ᾑμαγμένος καταλαβὼν προσουδίσας τοῖς ποσὶ τοῦ οὐτοκράτορος ἑαυτὸν ὑπὲρ κεφαλῆς τὸν κίν- δυνον ἵστασθαι ἐπώμνυτο τῶν βαρβάρων ἤδη ἐπικαταλαμβανόντων. ὁ δέ αὐτοκράτωρ εὐθὺς τὴν πρὸς τὸ Βυζάντιον ἐπάνοδον τὴν αὐτοκρατόρισσαν ἐπέτρεψεν. ἡ δέ πτοηθεῖσα ἐν μυχοῖς καρδίας ὅμως εἰχε τὸν φόβον καὶ οἵτε λόγοις οἵτε σχήμασι τοῦτον ἐνέφαινεν. ἀνδρεία γὰρ καὶ στάσιμος οἶσα τὴν φρένα καθάπερ ἡ παρὰ τοῦ Σολομῶντος ἐν παροιμίαις ὑμνουμένη ἐκείνη γυνὴ οὐ γυναικῶδές τι ἐνεδείξατο καὶ ἀθαρσὲς ἦθος, οἶα τὰ πολλὰ τὰς γυναῖκας ὁρῶμεν πασχούσας, ἐπειδάν τι cpn- βερὸν ἀκούσωσι· καὶ αὐτὸ τὸ χρῶμα κατηγορεῖ τῆς ψυχῆς τὴν δειλίαν, καὶ συχνάκις ἀνακωκύουσι γοερὸν ὥσπερ ἐκ τοῦ σχεδον αὐταῖς τῶν δεινῶν ἐφεστηκότων. ἀλλ’ ἥ γε βασιλὶς ἐκείνη, κἂν ἐδεδοίκει, περὶ τῷ ἀυτοκράτορι ἐδεδοίκει, μή τι πάθῃ ἄτοπον· δευτέρως δέ περὶ ἑαυτῆς ἐπεφόβητο. οὐ τοίνυν ἐκείνη κατ’ ἐκεῖνο καιροῖ· ἀνάξιόν τι τῆς ἑαυτοῦ γενναιότητος ἐπεπόνθει, ἀλλ’ ἐχωρίζετο μὲν τοῦ αὐτοκράτορος ἄκουσα καὶ πυκνὰ περιστρεφομένη πρὸς ἐκεῖνον καὶ θαμὰ τροσβλέπουσα, ὅμως μέντοι συντείνασα ἑαυτὴν καὶ οἶον τονώσασα μόγις ἀπηλλάγη τοῦ βασιλέως. κἀκεῖθεν κατα- βᾶσα πρὸς θάλασσαν κἄπειτα εἰς τὸ ταῖς βασιλίσιν ἀποτεταγμένον μονῆρες εἰσεληλυθυῖα τὴν ἠϊόνα τῆς Βιθυνῶν παραπλέουσα θαλαττίου κλύδωνος αὐτὴν κατασχόντος ταῖς ἀκταῖς τῆς Ἑλενουπόλεως τὴν ναῦν προσορμίσασα κεῖθι τέως αὐλίζεται. ἀλλὰ ταῦτα μὲν τὰ περὶ τὴν Αὔγουσταν· ὁ δέ αὐτοκράτωρ μετὰ τῶν συνόντων στρατιωτῶν τε καὶ συγγενῶν εὐθὺς ἐπὶ τοῖς ὅπλοις ἦν. καὶ δὴ ἐποχηθέντες ἅπαντες τὴν πρὸς Νικαίαν ὥδευον. οἱ δέ βάρβαροι Ἀλανόν τινα κατασχόντες καὶ τὴν τοῦ βασιλέως κατ’ αὐτῶν ἔφοδον δι’ αὐτοῦ μεμαθηκότες, δι’ ὦν ἦλθον ἀτραπῶν, διὰ τούτων ἐπανῄεσαν φεύγοντες. ὁ δέ γε Στραβοβασίλειος καὶ Μιχαὴλ ὁ Στυπειώτης (Στυπειώτην δὲ ἀκούων τις μὴ τὸν νοείτω· ἀργυρώνητος γὰρ τούτου ἐκεῖνος δοῦλος γεγονὼς ἐς ὕστερον τῷ βασιλεῖ ὡς δῶρόν τι πρὸς αὐτὸν προσενήνεκται· ἀλλά τινα τῶν τῆς μείζονος τύχης), ἄνδρες οὗτοι μαχιμώ- τατοι καὶ τῶν πάλαι ὑμνουμένων, [οὑτοι] κατὰ τὰς ἀκρολο- φίας τῶν Γερμίων ἐνδιατρίβοντες καὶ τὰς ἀμφόδους παρασκοποῦντες, εἴ που ταῖς ἄρκυσιν αὐτῶν καθάπερ τις θήρα οἱ βάρβαροι περιπεσόντες ἁλῷεν, ὡς τὴν τούτων ἔλευσιν μεμαθήκεισαν, παρὰ τὰς πεδιάδας τὰς οὕτω καλουμένας . . . . . . ἀνελθόντες καὶ ἀναδεξάμενοι τὸν μετ’ αὐτῶν πόλεμον μαχην συνεστησαντο καρτερὰν ἡττήσαντες τούτους κάτα κρατος. καταλαβὼν δέ ὁ αὐτοκράτωρ τὸ πολλάκις εἰρημένον φρούριον Γεωργίου κἀκεῖθεν αὖθις κωμόπολίν τινα Σαγουδάους ἐγχωρίως καλουμένην καὶ τοῖς Τούρκοις μέν μὴ ἐντυχών, μεμαθηκὼς δέ τὰ συμβάντα τούτοις παρὰ τῶν ἤδη ῥηθέντων γενναίων ἀνδρῶν, τοῦ τε Στυπειώτου καὶ τοῦ Στραβοβασιλείου φημί, καὶ ἀποδεξάμενος τὴν ἐξ αὐτῆς ἀρχῆς τόλμαν καὶ νίκην τῶν Ῥωμαίων, τηνικαῦτα ὁ αὐτὸς αἰτοῦ που ἔξωθεν τουτουῒ τοῦ καστελλίου τὸν χάρακα τήγνυται. τῇ δέ μετ’ αὐτὴν ὡς παρὰ τὴν Ἑλενούπολιν κατελθὼν τῇ βασιλίδι ἐντετυχήκει ἔτι αὐλιζομένῃ διὰ τὸ τίς θαλάττης ἄπλωτον. διηγησάμενος οὖν τὰ συμβάντα τοῖς Τούρκοις καὶ ὡς νίκης ἐπιθυμοῦντες συμφορᾷ προσεπέλασαν καὶ κρατεῖν φανταζόμενοι μᾶλλον κεκράτηνται καὶ τἀναντία τῶν προσδοκηθέντων ἐφεύροσαν καὶ τῆς πολλῆς ἀθυμίας ἀνακτησάμενος αὐτὴν ἄπεισιν ὡς πρὸς Νικαίαν. Νίκαιαν. δέ ἔφοδον ἑτέρων μεμαθηκὼς Τούρκων ἔρχεται πρὸς τὸ Λοπάδιον· ἐν ᾦ μικρὸν χρονοτριβήσας καὶ μεμαθηκὼς τὴν Νίκαιαν καταλαμβάνειν πολὺ Τουρκικὸν στράτευμα τὰς δυνάμεις ἀναλαβόμενος ἀπονεύει πρὸς Κίον καὶ δι’ ὅλης τῆς αὐτῆς νυκτὸς μεμαθηκὼς αὐτοὺς τῇ Νικαίᾳ προσπελάζειν ἤδη ἀπάρας ἐκεῖθεν ἔρχεται διὰ τῆς Νικαίας πρὸς Μίσκου- ραν. κὼ αἰτοῦ ποι βεβαιωθείς, ὡς τὸ μὲν ἅπαν στράτευμα τῶν Τούρκων οὔπω κατέλαβεν, ὀλίγοι δέ τινες παρὰ τοῦ Μονολύκου ἀποσταλέντες κατὰ τὸ Δολύλον ἐνδιατρίβουσι καὶ τὰ τῆς Νικαίας μέρη, ἐφ’ ᾦ τὴν αὐτοῦ περισκοπεῖν ἔλευσιν καὶ τὰς περὶ αὐτοῦ τῷ Μονολύκῳ διδόναι συνεχεῖς εἰδήσεις, Λέοντα μέν τὸν Νικερίτην μετὰ τῶν ὑπ’ αὐτὸν δυνάμεων εἰς τὸ Λοπάδιον πέπομφεν ἐγρηγορέναι τε διὰ παντὸς παρακελευσάμενος καὶ τὰς ἀμφόδους ἐπιτηρεῖν καὶ ἅττα δὴ περὶ τῶν Τούρκων γνοίη, ταῦτα διὰ γραφῶν δηλοῦν αὐτῷ· τὸ δὲ ἐπίλοιπον στράτευμα ἐν ἐπικαίροις καταθέμενος τόποις διέγνω βέλτιον εἶναι μηκέτι κατὰ τοῦ σουλτάνου χωρεῖν στοχαζόμενος τοὺς σωθέντας βαρβάρους τὴν κατ’ αὐτῶν ὁρμὴν διακηρυκεύσασθαι τοῖς κατὰ τὴν Ἀσίαν ἅπασι Τούρκοις, ὡς ἐν διαφόροις ἐντετυχηκότες τοῖς Ῥωμαίοις προσέβαλλον, ὡς καρτερῶς ἀντέστησαν, ὡς ἡττηθέντες οἱ μέν ἑάλωσαν, οἱ δέ ἀνῃρέθησαν, ὀλίγοι δὲ καὶ τραυματισθέντες ἀπῴχοντο, κἀκ τούτου διαγνόντες τὴν αὐτοῦ ἔλευσιν οἱ βάρβαροι πορρωτέρω καὶ αὐτοῦ Ἰκονίου γενήσονται καὶ κενόσπουδος αὐτῷ ἡ σπουδὴ γένηται. διὰ τα ~τα στρέψας τοὺς χαλινοὺς διὰ τῆς Βιθυνῶν τὴν Νικομήδειαν κατέλαβεν, ἵν ἐντεῦθεν ἀπελπίσαντες τὴν κατ’ αὐτῶν ἔφοδον ἐπανέλθοιεν ἕκαστος, οὔπερ τὴν οἴκησιν πρότερον ἐπεποίητο· ἐπὰν δέ ἀποθαρρήσαντες αὖθις εἰς προνομὴν σκεδασθεῖεν, ὡς ἔθος τοῖς Τούρκοις, καὶ αὐτὸς ὁ σουλτάνος τοῦ προτέρου ἅψηται ἴσοι; τηνικαῦτα καὶ αὐτὸς τῶν στρατιωτῶν μικρὸν ἀναπαυσαμένων κὼ τῶν ἵππων καὶ ὑποζυγίων πιόνων ἐντεῦθεν γεγονότων μετ’ οὐ πολὺ σφοδρότερον τοῖ κατ’ αὐτῶν ἅψηται πολέμου καὶ τῆς μάχης καρτερῶς ἀνθέξηται. διὰ ταῦτα τὴν Νικομήδειαν ἀναζητήσας, ὡς εἴρηται, καὶ καταλαβὼν τοὺς συνεφεπομένους αὐτῷ ἅΠαντας τῶν στρατιωτῶν εἰς τὰς ἐγγύθι κωμοπόλεις κατέθετο, ὡς οἵ τε ἵπποι καὶ τὰ ὑποζύγια τροφὴν ἀποχρῶσαν ἔχοιεν τῆς Βιθυνῶν γῆς πολὺν τὸν χόρτον ἀναδιδούσης καὶ αὐτοὶ δὴ οἱ στρατιῶται ῥᾳδίως ἀπό τε τῆς Βυζαντίδος καὶ τῶν πέριξ τοῦ παρακειμένου κόλπου ἀποχρῶντα τὰ πρὸς χρείαν κομίζοιντο, ἐπισκήψας αὐτοῖς ὅλῃ γνώμη πολλὴν ἐπιμέλειαν τῶν ἵππων καὶ ἀχθοφόρων κτηνῶν ποιεῖσθαι καὶ μηδ’ εἰς θήραν μηδ᾿ εἰς ἱππηλάσιον τὸ παράπαν ἐξιέναι, ἵνα καιροῦ καλοῦντος πίονες ὄντες τοὺς ἐπιβάτας εὐχερῶς φέροιεν καὶ πρὸς τὰς κατὰ τῶν ἐχθρῶν ἱππασίας χρήσιμοι αὐτοῖς εἶεν.