Ancient Greek · ~15 min
ΑΛΕΞΙΑΣ Δ.
Anna Comnena, Ἀλεξιάδα 1.1-4
Not analysed yet
Ἡ μὶν οὖν ἤπειρος τὸν Ῥομπέρτον εἶχεν έν αὐτῇ αὐ- λιζόμενον, ἑπτὰ κω δεκάτην ἄγοντος τοῦ Ἰουνίου μηνὸς τῆς τετάρτης ἐπινεμήσεως, μεθ’ ἱππέων καὶ πεζῶν δυνάμεων ἀριθμὸν ὑπερβαινουσῶν, καὶ φοβερὸν ἰδεῖν ἀπό τε τοῦ σχήματος ἀπό τε τῆς στρατηγικῆς καταστάσεως · ἤδη γὰρ ἁπανταχόθεν αὖθις συνήθροιστο στράτευμα· ἐν δὲ τῇ θαλάττῃ παντοῖον εἶδος πλοίων μεθ’ ἑτέρων στρατιωτῶν, ἐμπειρίαν πολλὴν τοῦ διὰ θαλάττης πολέμου ἐχόντων ,τὸ ναυτικὸν αὐτοῦ διεπλωίζετο. περιστοιχισθέντες οὖν οἱ του Δυρραχίου ἐντὸς ἐξ ἑκατέρου μέρους, θαλάττης φημὶ καὶ ἠπείρου ,καὶ ἀπειροπληθεῖς τὰς τοῦ Ῥομπέρτου ὁρῶντες δυνάμεις καὶ πάντα λόγον ὑπερβαινούσας, μεγίστῳ δέει συνείχοντο. ὁ δέ γε Παλαιολόγος Γεώργιος γενναῖος ὢν ἀνὴρ καὶ στρατηγικὴν πᾶσαν ἐξησκημένος ,μυρίους δὲ πολέμους ἀγωνισάμενος κατὰ τὴν ἕω καὶ νικητὴς ἀναδειχθείς, ἀκατάπληκτος ὢν τὴν πόλιν κατωχύρου ,τάς τε ἐπάλξεις κατασκευάζων κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος, καὶ λιθοβόλοις τὰ τείχη καταπυκνῶν μηχανήμασι, τούς τε ἀναπεπτωκότας τῶν στρατιωτῶν ἀνακτώμενος ,καὶ σκοποὺς δι᾿ ὅλου καταστήσας τοῦ τείχους. καὶ αὐτὸς δὴ περιπολεύων διὰ πόσης νυκτὸς καὶ ἡμέρας ἐπαγρυπνεῖν τοὺς φυλάσσοντας παρεκελεύετο. τηνικαῦτα δὲ καί διὰ γραμμάτων τὴν τοῦ Ῥομπέρτου ἔφοδον ἐδήλου τῷ αὐτοκράτορι, καὶ ὅτι τὴν πόλιν πολιορκήσων τὸ Δυρράχιον οἱ δὲ ἐντὸς ὁρῶντες τὰς ἔξωθεν ἑλεπόλεις καὶ τὸν κατασκευασθέντα ὑπερμεγέθη μόσυνα ὑπερανεστηκότα κα; ιὐτῶν τῶν τοῦ Δυρραχίου τειχῶν ,βύρσαις τε πανταχόθεν περιπεφραγμένον, καὶ τὰ λιθοβόλα μηχανήματα κατὰ κορυφὴν τούτου ἱστάμενα ,τήν τε πᾶσαν περιβολὴν τῶν τειχῶν ἔξωθεν τοῦ στρατοπέδου περιζωσθεῖσαν, καὶ τοὺς ἁπανταχόθεν συρρέοντας συμμάχους πρὸς τὸν Ῥομπέρτον, καὶ τὰς παακειμένας πόλεις ἐξ ἐπιδρομῆς πορθουμένας, καἰ τὰς καλύβας ἐκεῖθεν καθεκάστην πολλαπλασιαζομένας ,δέει συνείχοντο, διαγινώσκοντες ἤδη τὸν σκοπὸν τοῦ δουκὸς Ῥομπέρτου, θὼς οὐκ ἔπι τῷ πόλεις καἰ χώρας δῃώσασθαι καὶ λείαν πολλὴν ἐκ τούτων συγκομισάμενος αὖθις εἰς Ἀπουληΐαν ἐπαναστρέψαι, ὡς ἁπανταχοῦ διεκηρυκεύετο, τὸ Ἰλλυρικὸν πεδίον κατέλαβεν, ἀλλὰ τῆς ἀρχῆς τῆς Ῥωμαίων βασιλείας ἱμειρόμενος, τὸ Δυρράχιον, ὅ φασιν, ἐκ πρώτης ἀφετηρίας πολιορκῆσαι ἠπείγετο. κελεύει τοίνυν ὁ Παλαιολόγος ἄνωθεν πυθέ- σθαι, ὅτου χάριν παραγέγονεν. ὁ δέ φησιν “ὥστε τὸν τῆς βασιλείας ἔξωσθέτα Μιχαὴλ τὸν ἐμὸν κηδεστὴν εἰς τὴν ἰδίαν τιμὴν αὖθις ἀποκαταστῆσαι καὶ τὰς εἰς αὐτὸν γεγονυίας ὔβρεις ἐπε· ξελθεῖν καί τὸ ὅλον ἐκδικῆσαι αὐτόν." οἱ δέ φασι πρὸς αὐτόν, ὡς “εἰ τὸν Μιχαὴλ θεασάμενοι γνωρίσομεν προσκυνήσομέν τε εὐθὺς αὐτὸν καἰ τὴν πόλιν παραδῶμεν.’ ταῦτα ἀκούσας ὁ Ῥομπέρτος προστάσσει εὐθὺς τὸν Μιχαὴλ λαμπρῶς ἀμφιασθέντα ὑποδειχθῆναι τοῖς τῆς πόλεως οἰκήτορσιν. ἀπαγαγόντες δὲ τὸν τοιοῦτον μετὰ λαμπρᾶς προπομπῆς, παντοίοις ὀργάνοις μουσικοῖς καὶ κυμβάλοις κατακτυπούμενον ὑποδεικνύουσιν. ἅμα δὲ τῷ τοῦτον θεάσασθαι ,ἄνωθεν μυρίαις ὕβρεσιν ἔπλυνον, μὴ ἐπιγινώσκειν αὐτὸν ὅλως διισχυριζόμενοι. ὁ δὲ Ῥομπέρτος παρ’ οὐδὲν ταῦτα θέμενος ,τοῦ προκειμένου ἔργου εἴχετο. έν ὅσῳ δὲ ταῦτα οἱ τε ἐντός, οἵ τε ἐκτὸς πρὸς ἀλλήλους ἔλεγον ,ἄφνω τῆς πόλεως ἐκπηδήσαντές τινες μετὰ τῶν Λατίνων συναίρουσι πόλεμον, καὶ μερικῶς αὐτοὺς καταβλάψαντες αὖθις εἰσῆλθον εἰς τὸ Δυρράχιον. περὶ δέ γε τοῦ συνεφεπομένου μοναχοῦ τῷ Ῥομπέρτῳ διαφόρου γνώμης ἦσαν οἱ πλείους. οἱ μὲν διεκήρυττον τὸ οἰνοχόον λέγοντες εἶναι Μιχαὴλ βασιλέως τοῦ Δούκα ,οἱ δὲ αὐτὸν ἐκεῖνον διεβεβαιοῦντο τὸν αὐτοκράτορα Μιχαὴλ τὸ τοῦ βαρβάρου συμπένθερον ,δι’ ὃν καὶ τὸν πολὺν ανείλετο πόλεμον, ὥς φασιν · ἔνιοι δὲ διενίσταντο ἀκριβῶς εἶδέ ὅτι σκῆψις ἦν τὸ ὅλον τοῦ Ῥομπέρτου. οὐ γὰρ αὐτόμολος εἰς αὐτὸν ἐκεῖνος ἐληλύθει, ἀλλ’ ἐπεὶ ἀπὸ ἐσχάτης πενίας καὶ τύχης ἀφανοῦς διὰ δραστηριότητα φύσεως καὶ φρονήματι ὄγκον πασῶν τῶν κατὰ τὴν Λογγιβαρδίαν πόλεων καὶ χωρῶν καὶ αὐτῆς τῆς Ἀπουληΐας ἐγκρατὴς γεγονὼς κύριον ἑαυτὸν κατέστησεν ὡς ὁ λόγος ἄνωθεν φθάσας ἱστόρησε, μετ᾿ οὐ πολὺ εἰς ἔφεσιν πλειόνων ἐλθών, ὁποία ταῖς ἀκορέστοις ἐγγί- γνεσθαι εἴωθε ψυχαῖς, τῶν κατὰ τὸ Ἰλλυρικὸν διακειμένων πόλεων δεῖν ἔγνω ἀποπειρᾶσθαι καὶ οὔτως, εἰ εὔοδα αὐτῶ τὰ πράγματα γένοιτο, τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. κω γὰρ πᾶς φιλοχρήματος, ἐπειδὰν ἀρχῆς δράξοιτο γαγγραίνης οὐδὲν διενήνοχεν, ἥτις ἐπειδὰν σώματος ἐπιλάβοιτο, οὐδαμῶς ἵσταται, μέχρις ἂν τὸ ὅλον διαπορευομένη λυμήνηται.