Ancient Greek · ~23 min
ΑΛΕΞΙΑΣ Γ.
Anna Comnena, Ἀλεξιάδα 12.1-3
Not analysed yet
Οὔτω μὲν οὖν τὰ περὶ τὴν ἔω κατηύηναστο. καταλαβὼν δὲ τὸ Δυρράχιον ὁ Παλαιολόγος, ταχυδρόμον ἀποστείλας τὰ περὶ τοῦ Μονομαχάτου ἐδήλου, ὅτι τὰ πέρι τὴν ἐκείνου ὔφιξιν μεμαθηκώς, σπουδαίως πρός τε τὸν Βοδῖνον καὶ τὸν Μιχανλᾶν προσεληλύθει. ἐδεδίει γὰρ διὰ τὸ μὴ ὑπακοῦσαι ,ἀλλὰ κενὸν ἀποπέμψαι, ὂν πρὸ τοῦ τὴν μελετωμένην ἀποστασίαν εἰς φῶς ἀγαγεῖν ὁ βασιλεὺς Ἀλέξιος πρὸς αὐτὸν ἀποπεπόμφει γραμματοκομιστήν, χρήματα δι’ αὐτοῦ αἰτούμενος, κἂν ὁ βασιλεὺς μηδὲν κατ’ αὐτοῦ ἐνάντιον διενοεῖτο, εἰ μὴ τὴν τῆς ἀρχῆς παράλυσιν διὰ τὴν ἤδη ῥηθεῖσαν αἰτίαν. διαγνοὺς δὲ τὰ κατὰ τὸν Μονομαχάτον ὁ αὐτοκράτωρ, χρυσόβουλλον λόγον πρὸς αὐτὸν ἐξαποστέλλει, πᾶσαν ἀφροντισίαν αὐτῷ παρέχων· ὄν ἐν χερσὶν ἐκεῖνος λαβὼν παλινδρομεῖ πρὸς τὰ βασίλεια. ὁ δὲ Ῥομπέρτος εἰς Ὑδροῦντα παραγενόμενος καὶ τὴν ἅπασαν αὐτοῦ ἐξουσίαν καὶ αὐτῆς δὴ τῆς Λογγιβαρδίας τῷ υἱῷ αὐτοῦ Ῥογέρῃ ἀναθέμενος, ἐκεῖθεν ἐξελθών, τὸν λιμένα τοῦ Bρεντησίου κατέλαβε, κἀκεῖσε τὴν τοῦ εἰς τὸ Δυρράχιον ἔλευσιν μεμαθηκώς, παραχρῆμα έν τοῖς μείζοσι τῶν πλοίων πύργους δειμάμενος διὰ ξύλων, διὰ βύρσης τούτους περιέστειλε. καί πάντα τὰ πρὸς τειχομαχίαν ἐπιτήδεια ἐν ταῖς ναυσὶν εἰσαγαγὼν σπουδαίως ,εἴς τε τοῖς δρόμωνας ἵππους τε καὶ ἐνόπλους ἱππέας εἰσελάσας, καἰ πάν· τοθεν τὰ πρὸς πόλεμον ὀ· ξέως μάλα ἐξαρτήσας, διαπερᾶν ηπείγετο. ἐσκόπει γάρ ,ὁπηνίκα τὸ Δυρράχιον καταλάβῃ, περιζῶσαι τοῦτο διὰ τῶν ἑλεπόλεων ἀπό τε θαλάττης κὼ πείρου ,ἵν ἅμα μὲν καταπλήξῃ τοὺς ἐντός, ἅμα δὲ καὶ πανταχόθεν περιστοιχίσας αὐτούς, ἐξ ἐφόδου τὴν πόλιν αίρήσεται. θόρυβος τοίνυν ἐντεῦθεν τούς τε νησιώτας καἰ τοὺς περὶ τὴν ἠϊόνα τοῦ Δυρραχίου ταῦτα μεμαθηκότας κατέσχε πολύς. ἐπεὶ δὲ κατὰ γνώμην αὐτῷ πάντα ἤδη τετέλεσται ,λύσας τὰ πρυμνήσια ,τούς τε δρόμωνας καὶ τὰς τριήρεις νῆας καὶ μονήρεις κατὰ τὴν τῶν ναυτικῶν ἐμπειρίαν εἰς πολέμου σχῆμα διατυπώσας, σὺν εὐταξίᾳ τοῦ πλόος ἀπεπειρᾶτο. οὐρίου δὲ τυχὼν πνεύματος, τὴν κατὰ τὸν Αὐλῶνα περαίαν κατέλαβε ,καὶ τὴν ἠϊόνα παραπλέων, ἀπῆλθε μέχρι Βοθρεντοῦ. κἀκεῖσε ἑνωθεὶς μετὰ τοῦ υἱοῦ αὐτοῦ Βαϊμούντου τοῦ προφθάσαντος περᾶσαι καὶ τὸν Αὐλῶνα ἐξ ἐφέ- δου κατασχεῖν, διχῆ τὸ ἅπαν διελὼν στράτευμα, τὸ μὶν αὐτὸς κατεῖχε, διὰ θαλάττης τὸν ἀπόπλουν ὡς πρὸς τὸ Δυρράχιον ἐθέλων ποιήσασθαι ,τοῦ δὲ τὸν Βαϊμοῦντον ἄρχειν ἐπέτρεψε, διὰ ξηρᾶς μέλλοντα πρὸς τὸ Δυρράχιον ὁδεῦσαι. καὶ δὴ τὴν Κορυφὼ διελθὼν καὶ πρὸς τὸ Δυρράχιον ἀποκλίνας, κατὰ τὸ ἀκρωτήριον Γλῶσσαν καλούμενον μεγίστῳ κλύδωνι αἴφνης περιπεπτώκει. νιφετὸς γὰρ πολὺς καὶ ἄνεμοι τῶν δρῶν κινηθέντες τὴν θάλατταν σφοδρῶς συνετάραττον. κἀντεῦθεν ἠγείρετό τε τὰ κύματα καὶ ἐπωρύετο, αἰ τε κῶπαι τῶν προσκώπων καθημένων ἐθραύοντο ,τά θ' ἱστία διαβιβρώσκοντες ἦσαν οἱ ἄνεμοι, αἰ δὲ κεραῖαι συνθλώμεναι κατὰ τοῦ καταστρώματος ἔπιπτον, καὶ αὔτανδρα ἤδη τὰ σκάφῃ κατεποντίζοντο, κὰν θέρους ὥρα ἦν, τοῦ ἡλίου τὸν καρκὶνον ἤδη παρελθόντος καὶ πρὸς τὸν λέοντα ἐπειγομένου, ὁπότε κὼ τὴν τοῦ κυνὸς ἐπιτολὴν εἶναι φασιν. ἐταράττοντο οὖν ἅπαντες ἔξαπορούμενοι, καὶ οὐκ εἶχον ὁ τι καὶ δράσαιεν, πολεμίοις τοιούτοις ἀντικαθίστασθαι μὴ δυνάμενοι. θροῦς δὲ πολύς ,ῷμωζον, ἐποτνιῶντο ,ἐθεοκλύτουν θεὸν σωτῆρα ἔπι. καλούμενοι, καὶ τὴν ἥπειρον θεάσασθαι ἐπηύχοντο. ὁ δὲ κλύλο δων τέως οὐκ ἐνεδίδου ,μηνίοντος ὥσπερ τοῦ θεοῦ πρὸς τὸ τοῦ Ῥομπέρτου ἀκάθεκτον καὶ ὑπέρογκον φρύαγμα καὶ τὸ τέλος ἐκ πρώτης ἀφετηρίας οὐκ εὐτυχὲς παραδεικνύοντος ἦδη. τὰ μὶν οὖν τῶν πλοίων σὺν αὐτοῖς πλωτῆρσι κατεποντώθη ,τὰ δὲ ταῖς ἀκταῖς προσαραχθέντα συνεθλάσθη. τῶν δὲ περιστελλουσὼν τοὺς πύργους βυρσῶν ὑπὸ τοῦ ὑετοῦ χαλαρωτέρων γεγονυιῶν, οἵ τε ἧλοι τῶν οἰκείων τόπων ἐξέστησαν, καὶ τὸ ἐντεῦθεν αἱ βύρσαι βάρος εἰληφυῖαι τοὺς ξυλίνους ἐκείνους πύργους ταχὺ περιέτρεψαν, καὶ καταρραγέντες τὰς ναῦς κατέδυσαν. τὸ δέ γε σκάφος, ἐν ᾦ ὁ Ῥομπέρτος ἡμίθραυστον γεγονὸς μόγις διεσώθη· διεσώθησαν δὲ καί τι- νες τῶν ὁλκάδων σὺν τοῖς πλωτῆρσι παραδόξως. πολλοὺς μὲν οὖν ἡ θάλαττα ἀποπτύσασα, οὐκ ὀλίγα δὲ βαλάντια καὶ ἄλλ’ ἄττα ἐξ ὧν τὸ ναυτικὸν τοῦ Ῥομπέρτου συνεπεφέρετο, περὶ τὴν ψάμμον κατέστρωσε. τοὺς μέντοι νεκροὺς οἱ σωθέντες περιστέλλοντες ἔθαπτον ,κἀντεῦθεν πολλῆς τῆς ἐκ τούτων δυσωδίας ἐμπίμπλαντο. οὐ γὰρ ἐνῆν αὐτοῖς τοσούτους ῥᾳδίως ἐνσοριάσαι. τῶν οὖν ἐδωδίμων ἁπάντων ἀφανισθέντων, τάχα ἂν καὶ ὑπὸ λιμοῦ διεφθάρησαν οἱ τέως σωθέντες, εἰ μὴ τὰ λήϊα πάντα καὶ οἱ ἀγροὶ καὶ οἱ κῆποι τοῖς καρποῖς ἔβριθον. συνετὰ μὲν οὖν ταῦτα ἦσαν πᾶσι τοῖς φρονοῦσιν ὀρθῶς, τὸν δὲ Ῥομπέρτον οὐδὲν τῶν γεγονότων ἐφόβει, ἀκαταπτοήτως ἔχοντα καὶ εἰς τοσοῦτον, οἶμαι τὴν ζωὴν ἑαυτῷ διαρκέσαι ἐπευχόμενον, ἐφ’ ὅσον πρὸς οὑς ἐθέλει μάχεσθαι δύναιτο ἄν. ἔνθεν τοι καὶ· τοῦ προκειμένου σκοποῦ τῶν γεγονότων οὐδὲν ἀπεῖρξεν αὐτόν. ἀλλὰ μετὰ τῶν περισωθέντων ἦσαν γάρ τινες οἱ θεοῦ ἀμάχῳ δυνάμει τοῦ κινδύνου ῥυσθέντες) ἑβδόμην ἡμέραν εἰς τὴν Γλαβινίτζαν ἐγκαρτερήσας ,ἐφ’ ᾧ αὐτὸν ἀνακτήσασθαι, διαναπαῦσαι δὲ καὶ τοὺς ἐκ τοῦ κλύδωνος τῆς θαλάττης διασωθέντας, φθάσαι δὲ καὶ τοὺς εἰς τὸ Βρεντήσιον καταλειφθέντας καὶ μὴν καὶ τοὺς ἄλλοθεν προσδοκῶ μένους διὰ στόλου καταλαβεῖν, τούς τε πρὸ μικροῦ φθάσαντας διὰ τῆς ἠπείρου διαπεραιωθῆναι ἱππέας ἐνόπλους καὶ πεζοὺς καὶ τὸ ψιλὸν τῆς αὐτοῦ δυνάμεως, ἅπαντας συναγηοχὼς διά τε τῆς ξηρᾶς καὶ τῆς θαλάσσης, τὸ Ἰλλυρικὸν πεδιόν κατέλαβε μετὰ πασῶν τῶν αὐτοῦ δυνάμεων. συνῆν δὲ αὐτῷ καὶ ὁ ταῦτά μοι διηγούμενος Λατῖνος, ὡς ἔλεγε πρέσβυς τοῦ ἐπισκόπου Βαρέως πρὸς τὸν Ῥομπέρτον ἀποσταλείς, καὶ ὡς διεβεβαιοῦτο, σὺν τῳ Ῥομπέρτῳ τὴν τοιαύτην διέτριβε πεδιάδα. καἰ δὴ ἐντὸς τῶν ἐρειπωθέντων τειχῶν τῆς πάλαι καλουμένης πόλεως Ἐπιδάμνου καλύβας ἐπήγνυντο, το, ἰλαδὸν τὰς δυνάμεις κατατιθέμενοι. ἐν ἐν ᾗ βασιλεύς ποτε Ἠπειρώτης Πυρρὸς Ταραντίνοις ἐνωθεῖς Ῥωμαίοις ἐν Ἀπουληΐᾳ καρτερὸν τὸν πόλεμον συνεστήσατο · καὶ ἀνδροκτασίας ἐντεῦθεν πολλῆς γεγονυίας, ὡς ἄρδην ἅπαντας ξίφους παρανάλωμα γεγονέναι, γεγονέναι ἄνοικος πάντη καταλέλειπται. ἐν ὑσιέροις δὲ χρόνοις, ὡς Ἕλληνές φασι καὶ αὐτὰ δὴ τὰ ἐν τῇ πόλει γλυπτὰ γράμματα μαρτυροῦσιν, ὑπ’ Ἀμφίονος καὶ Ζήθου ἀνοικοδομηθεῖσα εἰς ὁ νῦν ὁρᾶται σχῆμα αὐτίκα καὶ τὴν κλῆσιν μεταμείψασα Δυρράχιον προσηγόρευται. τοσαῦτα μὲν οὑν παριστορείσθω καὶ πέρι ταύτης τῆς πόλεως · καὶ ἡμῖν τὰ τοῦ τρίτου λόγον ἐνταυθοῖ συμπεπεράνθω, τὰ δ' ἐφεξῆς ὁ μετὰ τοῦτον εὐθὺς ἱστορήσειεν.