Ancient Greek · ~16 min
ΑΛΕΞΙΑΣ Δ.
Anna Comnena, Ἀλεξιάδα 2.1-4
Not analysed yet
Ὁ δὲ αὐτοκράτωρ πάντα διὰ γραμμάτων τοῦ Παλαιολόγου ἀναδιδαχθείς, καὶ ὅτι κατὰ τὸν Ἰούνιον μῆνα διαο περάσας ὡς ὁ λόγος φθάσας ἐδήλωσε,) καὶ τοσούτω κλύδωνι καὶ ναυαγίῳ κατασχεθεὶς καὶ οἵᾳ θεομηνίᾳ περιπεσών, οὐχ ὑπεστάλη, ἀλλὰ τὸν Αὐλῶνα μετὰ τῶν δὺν αὐτῶ συνελθόντων ἐξ ἐφόδου κατέσχε, καὶ ὅπως αὖθις ἁπανταχόθεν ἀπειροπληθεῖς δυνάμεις ἐς αὐτὸν συρρέουσι νιφάσιν ἐοικυῖαι χειμερίῃσι, καὶ οἱ κουφότεροι τὸν ψευδώνυμον ἐπ’ ἀληθείας Μιχαὴλ εἶναι τὸν βασιλέα πιστεύοντες προσέρχονται τῷ Ῥομπέρτῳ, ἐδεδίει πρὸς τὸ τῆς ὑποθέσεως ἀποβλέπων μέγεθος. ναὶ τὰς ὑπ᾿ αὐτὸν δυνάμις μηδὲ τὸ πολλοστὸν τῶν τοῦ Ῥομπέρτου σωζούσας κατανοῶν ,δέον ἔκρινεν ἐκ τῆς ἑῴας τοὺς Τούρκους μετακαλέσασθαι ,καὶ τηνικαῦτα περὶ τούτου δηλοῖ τῷ σουλτάνῳ. ἀλλὰ καὶ τοὺς Βενετίκους προσκαλεῖται δι’ ὑποσχέσεων κω δώρων ,ἀφ’ ὦν, ὥς φασι, καὶ τὸ βένετον χρῶμα ἐν ταῖς ἱππικαῖς ἁμίλλαις Ῥωμαίοις ἐξεύρηται, )τὰ μὲν ἐπαγγειλάμενος, τὰ δὲ καὶ προτείνων ἤδη, εἰ μόνον θελήσαιεν τὸ ναυτικὸν ἁπάσης τῆς χώρας αὐτῶν ἐξοπλίσαι καὶ τάχιον εἰς τὸ Δυρράχιον καταλαβεῖν, ἐφ’ ᾦ τοῦτο μὶν φυλάξαι, μέτα δὲ τοῦ στόλου τοῦ Ῥομπέρτου καρτερὸν συστήσασθαι πόλεμον. καὶ εἰ κατὰ τὰ διαμηνυθέντα αὐτοῖς ποιήσαιεν, εἴτε θεοῦ ἐπαρήγοντος τὴν νικῶσαν σχοῖεν ,εἴτε ὁποῖα συμβαίνειν εἴωθεν,) ἡττηθεῖεν ,ἐκεῖνα αὐτὰ λήψονται κατὰ τὰ ὑπεσχημένα, ὥπερ εἰ κατὰ κράτος ἐνίκησαν. ἀλλὰ καὶ ὁπόσα τῶν θελημάτων αὐτῶν μὴ ἐπισφαλῆ τῇ τῶν Ῥωμαίων ἀρχῇ εἶεν ,ἀποπληρωθήσονται διὰ χρυσοβούλλων λόγων ἐμπεδωθέντα. οἱ δὲ τούτων ἀκούσαντες πάντα ὅσαπερ ἤθελον αὐθις διὰ πρέσβεων ἐξαιτησάμενοι ,τὰς ὑποσχέσεις βεβαίας λαμβάνουσι. τηνικαῦτα τοίνυν στόλον εὐτρεπίσαντες διὰ παντοίου εἴδους πλοίων ,τὸν πρὸς Δυρράχιον ἀπόπλουν ἐποιοῦντο σὺν εὐταξίᾳ πολλῇ. καὶ πολλοὺς κελεύθους διανη· ξάμενοι, κατέλαβον τὸ ἐπ’ ὀνόματι τῆς ὑπεραμώμου θεοτόκου πάλαι ἀνοικοδομηθὲν τέμενος εἰς τόπον Παλλία καλούμενον ἀπέχοντα τῆς παρεμβολῆς τοῦ Ῥομπέρτου, ἔξωθεν τοῦ Δυρραχίου κειμένης, ὡσεὶ σταδίους ὀκτωκαίδεκα. θεασάμενοι δὲ τὸ ναυτικὸν τοῦ Ῥομπέρτου ἐκεῖθεν τῆς πόλεως Δυρραχίου εἴδει πολεμικῶν ὀργάνων περιπεφραγμένον, ἀπεδειλίασαν πρὸς τὸν πόλεμον. μεμαθηκὼς δὲ τὴν τούτων ἔλευσιν ὁ Ῥομπέρτος, πέμπει τον υιον αὐτου Βαιμουντον πρὸς αὐτοὺς μετὰ στόλου, μηνύων εὐφημῆσαι τὸν βασιλέα Μιιχαὴλ καὶ αὐτὸν τὸν Ῥαμπέρτον. οἱ δὲ εἰς νέωτα τὴν εὐφημίαν ἀνήρτων. ἑσπέρας δὲ καταλαβούσης, ἐπεὶ οὐκ ἐνῆν αὐτοῖς ταῖς ἀκταῖς προσπελάσαι, νηνεμίας οὔσης, συναρτήσαντες τὰ μείζονα τῶν πλοίων καλωδίοις τε δεσμήσαντες καὶ τὸν λεγόμενον πελαγολιμένα συναπαρτίσαντες, πύργους τε ξυλίνους ἐν τοῖς ἰστοῖς αὐτῶν οἰκοδομήσαντες, διὰ καλωδίων ἀνήγαγον ἐν αὐτοῖς τὰ ἑκάστῳ αὐτῶν συνεφεπόμενα μικρὰ ἀκάτια. ἐντὸς δὲ τἄν τοιούτων ἄνδρας ἐνόπλους εἰσαγαγόντες ,ξύλα τε παχύτατα εἰς μέρη διατεμόντες, οὐκ εἰς πλεῖον πήχεως ἑνός ,σιδηρέους ἥλους ἀυτῶν ἐμπήξαντες ἐν αὐτοῖς, τὴν τοῦ Φραγγικοῦ στόλου ἐξεδέχοντο ἔλευσιν. ἡμέρας δὲ ἤδη αὐγαζούσης ,καταλαμβάνει ὁ Βαϊμοῦντος τὴν εὐφημίαν ἐξαιτούμενος. τῶν δὲ εἰς τὸν πώγωνα αὐτοῦ ἐφυβρισάντων, τοῦτο ὁ Βαϊμοῦντος μὴ ἐνεγκών, αὐτὸς πρῶτος κατ’ αὐτῶν ἐξορμήσας ,τοῖς μεγί- στοις τῶν αὐτῶν πλοίων προσεπέλασεν, εἰτα καὶ ὁ λοιπὸς στόλος. καρτεροῦ δὲ πολέμου συρραγέντος, ἔπει ὁ Βαϊμοῦντος καρτρώτερον αὐτοῖς ἐπεμάχετο, ἕν τῶν εἰρημένων ξύλωρ ἄνωθεν ῥίψαντες, εὐθὺς διέτρησαν τὴν ναῦν, ἐν ᾗ ὁ Βαϊμοῦντος ἐτύγχανεν ὤν. ὡς δὲ ἀναρροιβδήσαντος τοῦ ὕδατος καταποντίζεσθαι ἔμελλεν ,οἱ μὲν ἐξερχόμενοι τῆς νεῶς, ἔξ οὗπερ ἔφυγον ,εἰς τοῦτ’ αὐτὸ ἐνέπιπτον καὶ ἐβυθίζοντο ,οἱ δὲ μετὰ τῶν Βενετίκων μαχόμενοι ἀνῃρέθησαν· ἐκεῖνος δὲ εἰς κίνδυνον ἤδη ἐληλακώς, εἰς έν τῶν αὐτοῦ πλοίων εἰσπηδήσας, εἰσεῖσιν. ἐπὶ πλέον δὲ θαρρήσαντες οἱ Βενέτικοι καὶ τὴν κατ’ αὐτῶν μάχην θαρραλεώτερον συνάψαντες καὶ τελείως κατατροπωσάμενοι τούτους, ἐδίωξαν ἄχρι τῆς τοῦ Ῥομπέρτου σκηνῆς. ἅμα δὲ τῷ τῇ χέρσῳ πελάσαι ,εἰσπηδήσαν- τες ἄλλον πόλεμον μετὰ τοῦ Ῥομπέρτου συνάπτουσι. τούτους θεασάμενος ὁ Παλαιολόγος, ἐξελθὼν καὶ αὐτὸς ἀπὸ τοῦ κάστρου Δυρραχίου μαχόμενος ἥν μετ᾿ αὐτῶν. καρτεροῦ γοῦν γεγονότος πολέμου καὶ μέχρι τῆς Ῥομπέρτου παρεμβολῆς φθάσαντος, ἐκεῖθεν ταύτης πολλοὶ ἐδιώχθησαν, πολλοὶ δὲ καὶ παρανάλωμα ξιφῶν γεγόνασιν. οἱ δὲ Βενέτικοι λείαν πολλὴν ἀφελόμενοι, εἰς τὰ ἴδια πλοῖα παλινοστήσαντες εἰσῄεσαν ὁ δὲ Παλαιολόγος εἰς τὸ κάστρον αὖθις εἴσεισιν. ἡμέρας γοῦν τινὰς οἱ Βενέτικοι διαναπαυσάμενοι ,ἀποστέλλουσι πρὸς τὸν βασιλέα πρέσβεις διαμηνύοντες τὰ γεγονότα. ὁ δὲ φιλοφρονησάμενος αὐτούς, ὡς εἰκός, καὶ μυρίων εὐεργεσιῶν ἀξιώσας ἀπέλυσεν, ἀποστείλας μετ’ αὐτῶν χρήματα ἱκανὰ πρός τε τὸν δσῦκα Βενετίας καὶ τοὺς ὑπ’ αὐτὸν ἄρχοντας.