Ancient Greek · ~17 min
ΑΛΕΞΙΑΣ Ε.
Anna Comnena, Ἀλεξιάδα 1.1-5
Not analysed yet
Ὁ μέντοι Ῥομπέρτος ἀμεριμνήσας παντάπασι, τὴν λείαν πᾶσαν καὶ τὴν βασιλικὴν σκηνὴν ἀφελόμενος, τροπαιο- φόρος καἰ γαυριῶν τὴν πεδιάδα κατέλαβεν εἰς ἣν πρότερον ηὐλίζετο, τὸ Δυρρύχιον πολιορκῶν. κα μικρὸν διαναπαυσάμενος ἐβουλεύετο, ἐβουλεύετο εἰ χρὴ αὐθις ἀποπειρᾶσθαι τῶν τούτου τειχῶν, ἢ τὴν μὲν πολιορκίαν εἰς τὸ ἐπιὸν ἔαρ παραφυλάξασθαι, τὸ παρὸν δὲ τὴν Γλαβινίτζαν καταλαβεῖν καὶ τὰ Ἰωαννίνα, κἀκεῖσε παραχειμάσαι, καταθέμενον τὸ ὁπλιτικὸν ἅπαν εἰς τὰ ὑπερκείμενα τέμπη τῆς πεδιάδος Δυρραχίου. οὶ δ' ἐντὸς Δυρραχίου, καθάπερ ὁ λόγος ἐδήλωσεν ,ἐπεὶ οἱ πλείους ἀπὀ Μέλφης ναὶ Βενετίας ἤσαν ἄποικοι, τὰ ξυμπεσόντα τῷ αὐτοκράτορι μεμαθηκότες, καὶ τὴν τοσαύτην ἀνδροκτασίαν καὶ τὴν τῶν. τηλικούτων ἀνδρῶν σφαγήν ,καἰ τοὺς στόλους ὑποκεχωρηκότας, καὶ ὅτι ὁ Ῥομπέρτος εἰς τὸ ἐπιὸν ἔαρ τὴν πολιορκίαν ταμιεύεται διεσκοπεῖτο ἕκαστος ,ὅ τι πράττειν χρὴ καὶ σώζεσθαι καὶ μὴ αὖθις ἐς τοσούτους ἐμπεπτωκέναι κινδύνους. συλλεξάμενοι οἶν ἑαυτούς, τὸ ἀπόρρητον ἕκαστος εἰς τὸ ἐμφανὲς ἄγουσι ,καὶ πέρι τῶν ὅλων γνωσιμαχήσαντες, ὥσπερ ἐν ἀπόροις πόρον εὑρηκέναι ᾠήθησαν πεισθῆναι τε τῷ Ῥομπέριῳ καὶ παραδοῦναί οἱ τὴν πόλιν. ἐρεθισθέντες δὲ κὼ παρά του τῶν ἐποίκων Μέλφης καὶ ταῖς τούτου πεισθέντες ὑποθημοσύναις, τὰς εἰσόδους ἀναπετάσαντες, πάροδον τῷ Ῥομπέρτῳ δεδώκασιν. ἐγκρατὴς δὲ τούτου γενόμενος, τὰς δυνάμεις μετεκαλεῖτο, φιλοκρινῶν ἅμα, εἴ που τέτρωται τις καιρίαν ἢ ἐπὶ χρῶτα παραξέσαντος τυχὸν τοῦ ξίφους, καὶ διερευνώμενος ὁποῖοί τε καὶ ὁπόσοι πολέμου παρανάλωμα γεγόνασιν ἐν ὦς προηγησαμέναις μάχαις, σκοπῶν ἅμα, ἐπεὶ χειμὼν ἤδη παρῆν κάτα τόδε καιροῦ, διὰ τούτου καὶ μισθοφορικὸν ἕτερον ἐπισυνάξαι καὶ ξενικὰς ἐπισυλλέξαι δυνάμεις, καὶ ἦρος ἐπιφανέντος, τηνικαῦτα πανστρατὶ κατὰ τοῦ βασιλέως χωρῆσαι. ἀλλ’ οὐκ αὐτὸς μὲν ὁ Ῥομπέρτος, καίτοι νικητὴν ὲαυτὸν καὶ τροπαιοῦχον ἀνευφημῶν τοιαῦτα ἐλογίζετο, ὁ δ’ ἡττηθεὶς βασιλεὺς χαἰ· τραυματίας γεγονώς διὰ τὴν ἀνύποιστον ἐκείνην ἧτταν καὶ τοσούτους καὶ τοιούτους ἀποβεβληκὼς μορμολυχθεὶς οἷον συνέσταλται· ἀλλὰ μηδὲν σμικροπρεπὲς περὶ ἑαυτοῦ λογισάμενος μηδὲ χαλάσας ὅλως τὸν λογισμόν, σπεύδων ἦν ὅλῃ γνώμῃ τὴν ἧτταν ἦρος φανέντος ἀνακαλέσασθαι. ἦσαν γὰρ ἄμφω πάντα προϊδεῖν καὶ συνιδεῖν ἱκανοί, καὶ πολεμικῶν τεχνασμάτων οὐδενὸς ἀδαεῖς, ἀλλὰ πάσαις μὲν τειχομαχίαις, πάσαις δὲ λοχήσεσι, καὶ ταῖς ἐκ παρατάξεως ἀγωνίαις ἐθάδες, τὰς δὲ διὰ χειρὸς πράξεις δραστικοὶ καὶ γενναῖοι, καὶ ἐχθροὶ πάντων τῶν ὑπ’ οὐρανὸν ἡγεμόνων γνώμη καὶ ἀνδρίᾳ κατάλληλοι. εἶχε δέ τι τοῦ Ῥομπέρτου πλέον ὁ βασιλεὺς Ἀλέξιος, ὅτι νεάζων τὴν ἡλικίαν ἔτι, κατ’ οὐδὲν ἐλάττων τοῦ ἤδη ἀκμάζοντος ἥν καὶ τὴν γῆν μικροῦ συνταράττειν. ὅλας τε φάλαγγας ἐκ μόνου μβοήματος αὐχοῦντος συνταράττειν. ἀλλὰ ταῦτα μὲν ὲτέροις συντηρείσθωσαν τόποις· μελήσει γὰρ πάντως τοῖς έγκωμιάζειν ἐθέλουσιν. ὁ δέ γε βασιλεὺς Ἀλέξιος, ἐν Ἀχρίδι μικρὸν ἑαυτὸν ἀνακτησάμενος καὶ τὸ σῶμα διαναπαύσας, καταλαμβάνει τὴν εάβολιν. καὶ τοὺς μὲν τοῦ πολέμου διασωθέντας τῆς ἐκ τοῦ μόχθου κακοπαθείας, ὡς ἐνόν, ἐπανελάμβανε, τοὺς δέ γε ἐπιλοίπους ἁπανταχόθεν ἀποστείλας διεκηρύκευε τὴν Θεσσαλονίκην καταλαβεῖν. ἐπεὶ δὲ πεῖραν του Ῥομπέρτου καὶ τῆς λμης τοῦ τηλικούτου ἔσχε στρατεύματος, καὶ πολλὴν ἀφέ λειαν καὶ ἀνανδρίαν τῶν ὑπ’ αὐτὸν κατεψηφίσατο, (οὑ ἂν προσθείην στρατιωτῶν, οὔτι καὶ οἱ τέως παρόντες ἀγύμναστοί τε τὸ παράπαν ἠσαν καὶ πάσης στρατιωτικῆς ἐμπειρίας ἀδαεῖς,) διὰ τοῦτο γοῦν ἐδεῖτο συμμάχων· τὸ δὲ ἄτερ χρηιάτων οὐκ ἐνῆν· τὰ δὲ οὐ παρῆν, τῶν βασιλικῶν ταμιείων ιὶ μηδενὶ δέοντι κενωθέντων ὑπὸ τοῦ προβεβασιλευκότος τοῦ Βοτανειάτον τοσοῦτον, ὡς μηδὲ τῶν ταμιείων κεκλεῖσθαι τὰς θύρας, ἀλλὰ ἀνέτως πατεῖσθαι παντὶ τῷ βουομένῳ δι’ αὐτῶν ὁδεύειν· προπέποτο γὰρ. ἔνθεν τοι καί ἐν ἐν ἀμηχανίᾳ τὸ πᾶν συνίστατο, ἀσθενείας τε καἰ πενίας ὁμοῦ συμπιεζούσης τὴν ὑπὸ τοὺς Ῥωμαίους. τότε δὲ τοτὲ τί. τὸν νέον βασιλέα καὶ ἄρτι τῶν τῆς βασιλείας οἰάκων πιβεβηκότα ἐχρῆν διαπράξασθαι; πάντως ἥ ἐξαπορούμενον τὸ πᾶν καταλιπόντα ἐκστῆναι τῆς ἀρχῆς, ὡς μὴ ἀναίτιον ἔντα αἰτιῷτό τις αὐτὸν ὡς ἀπειροπόλεμον καὶ ἀνεπιστήμονα ἀρχηγόν, ἥ ἐξ ἀνάγκης, ὡς ἐνόν, καὶ συμμάχους μετακαλέσασθαι καὶ τὰ τούτοις δοθησόμενα χρήματα ὅθεν δήποτε συναγαγεῖν, καὶ τοὺς ἁπανταχῆ διασπαρέντας τοῦ στρατεύματος διὰ δωρεῶν ἀνακαλεῖσθαι, ἵνα ἐντεῦθεν μείζους ἐλπίδας κτησάμενοι, αύτοὶ μετ’ αὐτοῦ ἐγκαρτερήσαιεν καὶ οἱ ἀπόντες πρὸς τὸ ἐπανέρχεσθαι προθυμότεροι γένοιντο, καὶ οὕτως γενναιότερον πρὸς τὰ Κελτικὰ πλήθη ἀντικαταστῆναι δυνήσαιντο. ἀνάξιον μὲν οὖν καἰ ἀσύμφωνον τῆς αὐτοῦ περὶ τὰ στρατιωτικὰ ἐπιστήμης ὁμοῦ καὶ τόλμης μηδὲν πεπραχέναι βουλόμενος, πρὸς δύο ταῦτα ἀπέβλεψε, συμμάχους τε ἁπανταχόθεν μεταπέμψασθαι, ἐλπίσι πολλῶν δωρεῶν εὐμηχάνως τούτους ὑποσυρόμενος, τὴν δέ γε μητέρα καὶ τὸν ἀδελφὸν αἰτήσασθαι χρήματά ματά οἱ ξυμπορισαμένους ὅθεν δήποτε ἐκπέμψαι.