Ancient Greek · ~15 min
ΑΛΕΞΙΑΣ Δ.
Anna Comnena, Ἀλεξιάδα 8.1-4
Not analysed yet
Ἀλλ' ἔγωγε μεταξὺ τῶν λόγων ἐπελαθόμην τὸ μὲν διὰ τὴν φύσιν τῆς ἱστορίας, τὸ δὲ καὶ διὰ τὴν τῶν πραγμάτων ὑπερβολήν, ὅτι πατρὸς κατορθώματα γράφοιμι. μηδὲ γὰρ βουλομένη τὴν ἱστορίαν ὕποπτον θεῖναι, πολλάκις παρατρέχω τὰ τοῦ πατρός, μήτε αὐξάνουσα, μήτε πλάτος περιτιθεῖσα. εἴθε γὰρ ἐλευθέρα ἦν τοῦ πάθους τούτου τοῦ πατρικοῦ καὶ ἀπόλυτος, ἵνα καθάπερ ὕλης ἀμφιλαφοῦς δραξαμένη, τὴν σοβάδα γλῶσσαν ἐνεδειξάμην, ὁπόσην ἔχει περὶ καλὰ τὴν οἰκείωσιν. ἐπηλυγάζει δέ μου τὸ πρόθυμον ἥ φυσικὴ στοργή, μή πως δόξαιμι τοῖς πολλοῖς ὑπὸ προθυμίας τοῦ λέγειν περὶ τῶν κατ’ ἐμαυτήν, τερατολογίας παρέχειν ὑπόληψιν. καὶ γὰρ ἂν πολλαχοῦ τῶν κατορθωμάτων τῶν πατρικῶν μεμνημένη, καὶ τὴν ψυχὴν αὐτὴν ἀπεστάλαξα, ξυγγράφουσά τε καὶ διηγουμένη, έν ὁπόσοις κακοῖς περιπέπτωκε, καὶ ἀλλ’ ἄνευ μονῳδίας καὶ θρήνου τὸν τόπον παρῆλθον. ἀλλ' ἵνα μὴ ῥητορεία κομψή τις ᾖ κατὰ τὸ μέρος ἐκεῖνο τῆς ἱστορίας, ὥσπερ τις ἀπαθὴς ἀδάμας κὼ λίθος, παρατρέχω τὰς εἰμι χείρων μου ξυμφοράς. ἅπερ ἔδει κἀμὲ καθάπερ ἐκεῖνον τὸν Ὁμηρικὸν νεανίσκον εἰς ὅρκον προφέρειν (οὐδὲ καὶ εἰμι χείρων ἐκείνου τοῦ λέγοντος “οὐ μὰ Ζῆν', Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμεῖο") πρὸς τὸ εἶναι καὶ λέγεσθαι φιλοπάτωρ. ἀλλὰ τὸ μὲν πάθος τὸ πατρικὸν ἐμοὶ μόνῃ καταλελείφθω καὶ θαυμάζειν καὶ ὀλοφύρεσθαι τὰ δὲ τῆς ἱστορίας ἐχέσθω. μετὰ ταῦτα οἱ μὲν Κελτοὶ τῆς πρὸς τὸν Ῥομπέρτον ὁδοῦ φερούσης εἴχοντο. ὁ δὲ κενοὺς τούτους θεασάμενος, πυθόμενός τε τὰ τούτοις συμπεσόντα, πάντας μὲν μεγάλως κατῃτιᾶτο, ἕνα δὲ τούτων ἔκκριτον καὶ μαστίζειν ἠπείλει, ἄνανδρόν τε ἀποκαλῶν κω ἀπειροπόλεμον· καί ὅτι μὴ καὶ αὐτὸς ἐπὶ τῆς πέτρας μετὰ τοῦ ἵππου ἀνέθορε, καὶ τὸν τυ βασιλέα Ἀλέξιον ἥ κρούσας ἀνεῖλεν ἢ δραξάμενος ζῶντα ἤγαγε, τὰ πάνδεινα πάσχειν ᾤετο. ἦν γὰρ Ῥομπέρτος οὗτος τἀλλα μὲν εὐψυχότατός τε καὶ φιλοκινδυνότατος, πικρίας δὲ ὅλος ἆνθρωπος, καὶ ἐν ῥισὶν ἐπικαθήμενον ἔχων τὸν χόλον κα τὴν καρδίαν μεστὴν θυμοῦ καὶ ὀργῆς ἔμπλεων, καὶ οὕτως ἔχων πέρι τοὺς πολεμίους, ὡς ἡ τὸν ἀντικαθιστάμενον διαπεῖραι τῷ δόρατι, ἡ ἑαυτὸν διαχρήσασθαι, παρὰ τὸν Μοιραῖόν, φησι, κλωστῆρα ἀπαλλαττόμενος. ὁ μέντοι στρατιώτης ἐκεῖνος, ὃν ὑπ’ αἰτίαν ὁ Ῥομπέρτος ἦγε, τό τε ἀνεπίβατον καὶ ὀξὺ τῆς πέτρας μάλα σαφῶς διηγεῖτο, καὶ ὅτι εἰς τὸ μετεωρότατον ὁ τόπος ἐπῆρτο καὶ ὡς ἡ πέτρα ὀξεῖα ἦν καὶ ἀκροσφαλής, καἰ ὡς οὐδένα οὐ πεζόν, οὐχ ἱππότην ἐπιβῆναι ταύτης δυνατὸν ἄνευ θείας τινὸς μηχανῆς, μὴ ὅτι γέ τινα πολεμούμενον καὶ μαχόμενον, ἀλλ’ οὐδ’ ἄνευ πολέμου τινὸς εἶναι δυνατὸν ἀποπειρᾶσθαι τῆς πέτρας. “εἰ δέ μοί" φησι “καὶ διαπιστοίης, ἐπιχειρήσας ἢ αὐτὸς σὺ ἤ τις ἄλλος τῶν ἱπποτῶν ὁ θαρραλεώτατος, τῶν ἀμηχάνων αἰσθήσεται. εἰ δ’ οὖν, ἀλλ’ εἰ τις ἀναφανεῖται τῆς πέτρας περιγενόμενος, μὴ ὅτι γε ᾶπτερος, ἀλλὰ καὶ ὑπόπτερος ὤν, ἕτοιμος αὐτὸς πᾶν ὅ τι δεινὸν ὑποστῆναι καὶ ἀνανδρίαν κατακριθῆναι." ταῦτα εἰπὼν μετὰ θαύματος καὶ ἐκπλήξεως ὁ βάρβαρος τὸν ἐπίχολον Ῥομπερτον κατέστειλέ τε καὶ εἰς θαῦμα ἐκίνησεν ἀφέμενον τοῦ ὀργίζεσθαι. ὁ δὲ βασιλεὺς τοὺς ἑλιγμοὺς τῶν παρακειμένων ὀρῶν καὶ πᾶσαν τὴν δύσβατον ἀτραπὸν έν δυσὶ νυχθημέροις διεξελθών, καταλαμβάνει τὴν Ἀχρίδα. ἐν δὲ τῷ μεταξὺ τὸν Χαρζάνην διελθὼν καἰ μικρὸν πέρι τὴν καλουμένην Βαβαγορὰν ἐγκαρτερήσας, (τέμπος δ’ αὐτὴ δύσβατον ἐστι,) μήθ’ ὑπὸ τῆς ἥττης, μήθ’ ὑπὸ τῶν ἄλολων τοῦ μόθου κακῶν τὸν νοῦν συγχυθεὶς ,μήθ’ ὑπὸ τῆς κατὰ τὸ μέτωπον τοῦ τραύματος ὀδύνης ὑποχαλάσας ,κἀν τὰ ἐντὸς ὑπὸ τῆς λύπης τῶν ἐν τῇ μάχη πεπτωκότων καἰ μᾶλλον τῶν γενναίως ἀγωνισαμένων ἀνδρῶν ἐξεφλέγετο· ἀλλ’ ὅμως ὅλος τῆς πόλεως ἦν Δυρραχίου καὶ ταύτης ἐμέμνητο, ἀχθόμενος ὅτι άτερ ἡγεμόνος καταλέλειπτο, τοῦ Παλαιολόγου διὰ τὴν ὀξεῖαν συμβολὴν τοῦ πολέμου μὴ δυνηθέντος ἐπαναστρέψαι. καὶ ὡς ἐνόν, τοὺς κατ’ αὐτὴν ἠσφαλίσατο καὶ τὴν τῆς ἀκροπόλεως φρουρὰν τοῖς ἐκκρίτοις Βενετίκοις τῶν ἐκεῖσε ἀποίκων ἀνέθετο, τὴν δέ γε ἐπίλοιπον πᾶσαν πόλιν τῷ ἐξ Ἀρβανῶν ὁρμωμένῳ Κομισκόρτῃ, τὰ συνοίσοντα διὰ γραμμάτων ὑποθέμενος.