Ancient Greek
ΑΛΕΞΙΑΣ Ε.
Anna Comnena, Ἀλεξιάδα 2.1-5
Not analysed yet
Οἱ δὲ πόρον πορισμοῦ μὴ ἐφευρηκότες ἕτερον, πρότερον μὲν ἅπαντα τὰ αὐτῶν συναγαγόντες χρήματα, ὁπόσα έν χρυσῷ καἰ ἀργύρῳ, τῇ βασιλικῇ χωνείᾳ παραπεπόμφασι· πρώτη δὲ πάντων ἡ βασιλὶς καὶ μήτηρ ἐμὴ ὁπόσα ἔκ τε μητρῴου καὶ πατρῴου κλήρου ἐνυπῆρχον αὐτὴ, κατεβάλλετο, νὼ τοὺς ἄλλους ἐντεῦθεν πρὸς τοῦτο ἐρεθίσαι οἰομένη· γὰρ ὑπὲρ τοῦ αὐτοκράτορος, ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν ὁρῶσα· εἰτα δὲ καὶ ἐξ ὲτέρων, ὁπόσοι εὐνοϊκώτερον τρὸς τοὺς βασιλεῖς τούτους διέκειντο, αὐθαιρέτως προτεθυμηκότων καταβάλλεσθαι, ὁπόσον ἕκαστος εἶχε προθέσεως, χρυσίου καὶ ἀργυρίου πορισάμενοι, ἐξέπεμψαν τὸ μέν τι τοῖς συμμάχοις, τὸ δέ τι πρὸς τὸν αὐτοκράτορα. ἀλλὰ πρὸς τὴν ἐπικειμένην χρείαν μηδαμῶς ἐξαρκούντων, τῶν μὶν χάριτας αἰτούντων, ὡς συναγωνισαμένων δῆθεν, τῶν δέ, ὁπόσον μισθοφορικόν, δαψιλέστερον τὸν μισθὸν ἐξαιτουμένων, ἐνέκειτο αὖθις καὶ ἕτερα ἀνακαλούμενος διὰ τὸ ἀπεγνωκέναι τὴν Ῥωμαίων εὔνοιαν. οἱ δὲ ἐν ἀμηχανία γεγονότες καὶ πολλοὺς λογισμοὺς ἀνελίξαντες ἰδίᾳ τε καὶ κοινῇ, ἐπεὶ καἰ τὸν Ῥομπέρτον αὖθις ὁπλιζόμενον μεμαθήκεσαν. μὴ ἔχοντες ὅ τι καὶ δράσαιεν, εἰς τοὺς πάλαι κειμένους νόμους καὶ τοὺς κανόνας περὶ τῆς τῶν ἱερῶν ἐκποιήσεως ἀπέβλεψαν. καὶ μετὰ τῶν ἄλλων εὐγηκότες καὶ τοῦτο, ὅτι περ ἐπ’ ἀναρρύσει αἰχμαλώτων τὰ τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν ἱερὰ ἐκποιεῖσθαι, (ἑώρων δὲ καἰ τῶν Χριστιανῶη, ὅσοι περὶ τὴν Ἀσίαν ὑπὸ τὴν ἐτέλουν χεῖρα, καὶ ὁπόσοι τὴν σφαγὴν ἐξέφυγον, ἐμιαίνοντο διὰ τὴν τῶν ἀπίστων συναναστροφήν,) ὀλίγ᾿ τῶν πάλαι ἠργηκότων ἱερῶν καὶ καταλελυμένων, ὡς εἰς μηδεμίαν χρείων συντελοῦντα, ἀλλ’ ἀφορμὴ μόνον ἱεροσυλίας καὶ ἀσεβείας ἅμα τοῖς πολλοῖς παρεχόμενα, ὡς ὕλην χαράγματος εἰς μισθὸν τοῖς στρατιώταις καὶ συμμάχοις τὸ τοιαῦτα χρηματίσαι ἐσκέψαντο. τούτου γοῦν συνδόξαντος, ἀνέρχεται ὁ σεβαστοκράτωρ Ἰσαάκιος εἰς τὸ τοῦ θεοῦ μέγα τέμενος τὴν σύνοδον ἐκκλησιάσας καὶ τὸ τῆς ἐκκλησίας ἅπαν πλήρωμα. θεασάμενοι δὲ τοῦτον οἱ τῆς ἱερᾶς συνόδου ἐπ’ ἐκκλησίας τῷ πατριάρχῃ συνεδριάζοντες, ἔκθαμβοι γεγονότες ἠρώτων ὅτου χάριν παρεγένετο. ὁ δὲ “λέξων ἥκω τι ὑμᾶς χρήσιμον τῇ βιαίᾳ τῶν πραγμάτων παρεμπτώσει καὶ σωστικὸν τοῦ στρατοῦ." ἅμα δὲ καὶ τοὺς περὶ τῶν μὴ χρησιμευόντων ἱερῶν κανόνας ἀπεστομάτιζε, καὶ πολλὰ πέρι τούτων δημηγορήσας, “ἀναγκάζομαί" φησιν “ἀναγκάζειν, οὓς οὐ βούλομαι ἀναγκάζειν." καὶ γενναίους προτιθέμενος λογισμούς, ἐδόκει τάχα πείθειν τοὺς πλείονας. ὁ δέ γε Μεταξᾶς ἀντέτεινεν, ἀνθυποφοράς τινας εὐλόγους εἰσαγαγών, ἀποσκώπτων ἅμα καὶ πρὸς αὐτὸν τὸν Ἰσαάκιον. ἀλλ’ ὅμως τὰ δεδογμένα ἐκράτει. τοῦτο ὕλη μεγίστης κατηγορίας τοῖς ἐγένετο, (οὐκ ὀκνῶ γὰρ καὶ τὸν Ἰσαάκιον βασιλέα κατονομάζειν,) οὐ τότε μόνον, ἀλλὰ καὶ μέχρι καιροῦ διαρκέσασα. νὼ γὰρ ἀρχιερεύς τις τηνικαῦτα Χαλκηδόνος Λέων προυκάθητο, οὐ τῶν πάνυ σοφῶν καὶ λογίων, ἀρετῆς δὲ ἐπιμεμελημένος, τὸ δὲ ἦθος αὐτῷ σκληρὸν καὶ ἀπόκροτον· οὗτος οὑν τῶν έν τοῖς Χαλκοπρατείοις πυλῶν ἀφαιρουμένων τοῦ ἐπικειμένου αὐταῖς ἀργυρίου καὶ χρύσιον, εἰς τὸ μέσον εἰσδὺς ἐπαρρησιάζετο, μηδ’ ὅλως ἥ οἰκονομίας ἢ τῶν περὶ τῶν ἱερῶν κειμένων νόμων ἐπαισθανόμενος. ὑβριστικώτερον δὲ καὶ οἶον εἰπεῖν ἀτακτότερον τῷ τηνικαῦτα κρατοῦντι προσεφέρετο, ὁσάκις εἰς τὴν βασιλεύουσαν ἐπανῄει, τῇ ἀνεξικακίᾳ ἐκείνου καὶ τῇ φιλανθρωπίᾳ καταχρώμενος. καὶ ὁπηνίκα μὶν τὰ πρῶτα κατὰ τοῦ Ῥομπέρτου ὁ αὐτοκράτωρ τῆς βασιλίδος πόλεως 15 πόλεως ἐξῄει, Ἰσαακίου τοῦ σεβαστοκράτορος αὐτοῦ μετὰ τῆς κοινῆς γνώμης καὶ τῶν νόμων ἅμα καὶ τοῦ δικαίου οὐθὲν δήποτε συμποριζομένου χρήματα, εἰς θυμὸν ἐκίνει τὸν ῥηθέντα ἀδελφὸν τοῦ βασιλέως, ἀναισχυντότερον αὐτῷ προσφερόμενος. ὡς δὲ καἰ ὁ βασιλεὺς πολλάκις μὲν ἡττηθεὶς κὼ μυριάκις αὖθις κατατολμήσας τῶν Κελτῶν, θεοῦ νεύσει νικηφόρος στεφανίτης ἐπανεληλύθει, ἐπεὶ καὶ αὖ ἄλλο νέφος ἐχθρῶν, τοὺς Σκύθας φημί, κατ’ αὐτοῦ ἔξορμᾷν ἤδη μεμαθήκει, καὶ διὰ τοῦτο καἰ ἥ συλλογὴ τῶν χρημάτων καὶ τοῦ βασιλέως ἐν τῇ μεγαλοπόλει ἐνδημοῦντος, ἐφ᾿ αἰτίαις ἐσπουδάζετο, ὁ ἀρχιερεὺς ἐκεῖνος ἀναιδέστερον προσέπεσε τῷ αὐτοκράτορι. καἰ συζητήσεως ἐντεῦθεν πολλῆς περὶ τῶν ἱερῶν γενομένης, λατρευτικῶς, οὐ σχετικῶς δὲ προσκυνεῖσθαι τὰς ἁγίας εἰκόνας παρ’ ἡμῶν ἐδογμάτιζεν, έν τισι μὲν εὐλόγως ἅμα καὶ ἀρχιερατικῶς ἐνιστάμενος, ἔν τισι οἱ καὶ οὐκ ὀρθῶς δογματίζων, οὐκ οἶδα εἴτε δι’ ἔριν καὶ τὴν πρὸ τὸν βασιλέα ἀπέχθειαν τοῦτο πεπονθώς, εἴτε δι’ ἄγνοιαν ἐξακριβοῦν γὰρ ἀσφαλῶς τὸν λόγον οὐκ εἶχεν, ὅτι λογικῆς μαθήσεως ἀμέτοχος ὑπῆρχε παντάπασιν. ὡς δ' ἐπὶ πλέον πρὸς τοὺς βασιλεῖς ἐθρασύνετο, χαιρεκάκοις ἀνδράσι πειθόμενος, ὁποῖοι πολλοὶ τότε ὑπῆρχον τοῦ πολιτεύματος, εἰς τοῦτο παρανυττόμενος, καἰ πρὸς ὕβρεις καἰ βλασφημίας ἀκαίρους ἐτράπετο, καὶ ταῦτα παρακαλοῦντος αὐτὸν τοῦ βασιλέως μεταβαλεῖν τὴν περὶ τῶν εἰκόνων γνώμην, ἔτι δὲ καὶ τῆς πρὸς αὐτὸν ἀποσχέσθαι ἀπεχθείας, ὑπισχνουμένου ἅμα καὶ τὰ ἱερὰ ταῖς ἁγίαις ἐκκλησίαις λαμπρότερα ἀποδοῦναι καὶ πᾶν ὅ τι δέοι ποιεῖν πρὸς διόρθωσιν, καὶ ἤδη καὶ διορνικηφόρος θουμένου παρὰ τῶν ἐλλογιμωτέρων τότε τῆς συνόδου οὑς οἱ τῷ τοῦ Χαλκηδόνος μέρει προσκείμενοι κόλακας ἐκάλουν, καθαιρέσει κατεδικάζετο. ὡς δὲ μηδὲν ὑποπτήσσων οὐδόλως ἠρέμει, ἀλλὰ καὶ αὖθις συνετάραττε τὴν ἐκκλησίαν, οὐκ ἀγεννῆ φρατρίαν συνεπαγόμενος, ὡς ἄτεγκτος ἦν πάντη καὶ ἀδιόρθωτος, μετὰ πολλῶν ἐνιαυτῶν παρέλευσιν πάντες ὁμοῦ τοῦ ἀνδρὸς κατεψηφίσαντο· κἀντεῦθεν ὑπερορίαν καταδικάζεται. καὶ δέχεται τοῦτον ἡ περὶ τὸν Πόντον Σωζόπολις, παντοίας προνοίας καὶ θεραπείας βασιλικῆς ἀξιούμενον ,κἀν οὐδαμῶς χρᾶσθαι ταύταις ἠβούλετο ὕστερον δι' ἣν πρὸς τὸν αὐτοκράτορα ἔτρεφε μῆνιν, ὡς ἔοικεν. ἀλλὰ ταῦτα μὲν πη περιγεγράφθω.