Ancient Greek · ~15 min
ΑΛΕΞΙΑΣ ς.
Anna Comnena, Ἀλεξιάδα 1.1-6
Not analysed yet
Τοῦ μέντοι Βρυεννίου κατέχοντος τὴν Καστορίαν, καθάπερ ἄνωθεν εἴρηται, τοῦτον ἐκεῖθεν ἐξελάσαι καὶ τὴν. Καστορίαν κατασχεῖν ὁ αὐτοκράτωρ σπουδάζων, τὸ ὁπλιτικὸν αὖθις ἀνεκαλεῖτο. καὶ ὅπλοις ἅπαντας περιφράξας πρὸς τειχομαχίαν καὶ τὰς κατὰ τοὺς ἔξωθεν πολέμους συμπλοκάς, τῆς πρὸς τὸ κάστρον φερούσης εἴχετο. ἐστι δὲ ἡ θέσις τοῦ τόπου τοιαύτη. λίμνη τις ἐστιν ἡ τῆς καστορίας, ἐν ᾗ τράχηλος ἀπὸ τῆς χέρσου εἰσέρχεται καἰ περὶ τὸ ἄκρον εὐρύνεται, εἰς πετρώδεις βουνοὺς ἀποτελευτῶν. περὶ δὲ τὸν τράχηλον καὶ πύργοι καὶ μεσοπύργια ᾠκοδόμηνται κάστρου δίκην, διόπερ νὼ καστορία ὀνομάζεται. ἐκεῖ καταλαβὼν ὁ βασιλεὺς τὸν Βρυέννιον, δέον ἔκρινε τῶν πύργων καὶ τῶν μεσοτυργίων πρῶτος δι’ ἑλεπόλεων ἀποπειρᾶσθαι. ἐπεὶ δὲ ἄλλως οὐκ ἐνῆν, εἰ μὴ ὡς ἔκ τινος ὁρμητηρίου, τοὺς στρατιώτας τοῖς τείχεσι προσπελάζειν, χάρακα μέντοι πρώτως ἐπήξατο, εἶτα πύργους ξυλίνους κατασκευάσας καὶ σιδήρῳ τὰ τούτων συνδήσας περισφίγματα, ἐκ τούτων ὡς ἔκ τινος φρουρίου τοὺς κατὰ τῶν Κελτῶν συνίστατο πολέμους. τὰς γοῦν ἑλεπόλεις καὶ τὰ πετροβόλα μηχανήματα ἔξωθεν καταστήσας, διὰ πά- σης νυκτὸς καὶ ἡμέρας μαχόμενος καὶ κατασείσας τὸν τοῦ τείχους περίβολον, ἐπεὶ κρατερώτερον οἱ ἐντὸς ἀνθίσταντο, οὐκ ἐνεδίδουν, οὐδὲ τοῦ τείχους καταρραγέντος,) ὡς δὲ οὐκ ἐνῆν αὐτῷ ἔτι τῶν κατὰ σκοπὸν τυχεῖν, βουλὴν βουλεύεται γενναίαν ἅμα καἰ συνετήν, ἕν’ ἐξ ἑκατέρου ἔκ τε τῆς ἠπείρου κω· τῆς λίμνης, διὰ πλοίων εἰσαγαγὼν γενναίους τινάς, ἐν ταὐτῷ τὸν πόλεμον ποιήσηται. πλοίων δὲ μὴ ἐνόντων, ἐν ἁμάξαις ἐπιφορτίσας ἀκάτιά τινα μικρὰ διὰ τοῦ μολισκοῦ ἐν αὐτῇ εἰσήγαγεν. ὁρῶν δὲ τοὺς μὲν ἀνιόντας τῶν Λατίνων ἐξ ἑνὸς μέρους ταχέως, τοὺς δὲ ἐξ ἑκατέρου κατιόντας πλείονα χρόνον τρίβοντας έν τῷ κατιέναι, τὸν Παλαιολόγον Γεώργιον μετὰ ἀλκίμων ἀνδρῶν ἐν αὐτοῖς εἰσελάσας, εἰς τοὺς πέρι τοὺς βουνοὺς πρόποδας προσορμίσαι προσέταξε, παραγγείλας, ὁπηνίκα τὸ δοθὲν αὐτῷ σημεῖον θεάσοιτο, τηνικαῦτα τὴν ἀκρολοφίαν καταλαβόντα ἐξ ὀπισθίων αὐτῶν καὶ διὰ τῆς ἀοικήτου καὶ ῥᾳδιωτέρας εἰσελθεῖν· καὶ ὁπηνίκα τὸν αὐτοκράτορα θεάσηται ἀπὸ τῆς χέρσον τὸν μετὰ τῶν Λατίνων πόλεμον ἀναδεξάμενον, καὶ αὐτὸν σπεῦσαι ὡς δύναμις, ἵνα μὴ ὡσαύτως πρὸς ἑκάτερα μάχεσθαι δυνάμενοι, ἀλλ’ ἐξ ἑνὸς μέρους τοῦ τόνου τῆς μάχης χαλάσαντος, ἁλώσιμοι,. τηνικαῦτα ἐκ· ταὐτοῦ μέρους γένωνται. ὁ μὶν οὖν Παλαιολόγος Γεώργιος ταῖς ἀκταῖς τοῦ ἤδη ῥηθέντος βουνοῦ προσορμίσας, ὁπλισάμενος εἰστήκει, σκοπὸν ἄνωθεν ἐπιστήσας τὸν τὸ δοθὲν αὐτῷ παρὰ τοῦ βασιλέως ἐπιτηροῦντα ἰδεῖν σύνθημα, καὶ παρήγγειλεν ὡς, ὁπηνίκα τοῦτο θεάσοιτο, αὖθις αὐτῷ τοῦτο ἐπισημήνασθαι. ἀυγαζούσης δὲ τῆς ἡμέρας ἤδη τὸ ἐνυάλιον ἀλαλάξαντες οἱ τοῦ αὐτοκράτορος πόλεμον μετὰ τῶν Λατίνων ἀπὸ τῆς χέρσου συναίρειν ἠπείγοντο. ὁ δὲ σκοπὸς τὸ δοθὲν συμεῖον θεασάμενος, δι’ ἑτέρου σημείου δηλοῖ τῷ Παλαιολόγῳ. ὁ δ’ εὐθὺς μετὰ τῶν σὺν αὐτῷ τὴν ἀκρολοφίαν θᾶττον καταλαβών, συνησπικὼς ἵστατο. τὴν γοῦν ἐκτὸς πολιορκίαν ὁ Βρυέννιος ὁρῶν καὶ Παλαιολόγον κατ᾿ αὐτῶν βρύχοντα, οὐδ’ οὕτως ἐνεδίδου, ἀλλὰ τοὺς κόμητας ἐκέλευε γενναιότερον ἀντικαθίστασθαι. οἱ δὲ ἀναισχυντότερον αὐτῷ προσφερόμενοι ἔλεγον “ὁρᾷς, ὡς κακὸν ἐπὶ κακῷ ἐστήρικται· ἔξεστι οὖν ἑκάστῳ ἡμῶν τοῦ λοιποῦ τὴν ἑαυτοῦ σωτηρίαν πραγματεύσασθαι, καὶ τοὺς μὲν τῷ βασιλεῖ προσελθεῖν, τοὺς δὲ ἐπὶ τὴν οἰκείαν πατρίδα ἐπαναζεῦξαι." καἰ παραχρῆμα ἔργου ἁψάμενοι, ἐξαιτοῦνται τὸν αὐτοκράτορα μίαν, μὲν σημαίαν πρὸς τὸ τοῦ μεγαλομάρτυρος Γεωργίου τέμενος στῆναι ἔφθασε γὰρ ἐπ’ ὀνόματι τούτου τοῦ μάρτυρος ἐκεῖσε ἀνοικοδομηθῆναι ὁ ναὸς οὑτοσί,) τὴν δὲ ὡς πρὸς τὸν Αὐλῶνα, ἵν᾿ ὁπόσοι μὲν ἡμῶν τῇ σῇ βασιλείᾳ θητεῦσαι βούλοιντο, τῇ πρὸς τὸ τέμενος τοῦ μάρτυρος ἀπονενευκυίᾳ προσέλθωσιν ,ὁπόσοι δὲ πρὸς τὴν ἰδίαν πατρίδα ἐπαναζεῦξαι, τῇ πρὸς τὸν Αὐλῶνα ἀφορώσῃ προσχωρήσωσι. ταῦτ’ εἰπόντες παραχρῆμα προσῆλθον τῷ βασιλεῖ. ὁ δὲ Βρυέννιος γενναῖος ὢν ἀνὴρ προσεληλυθέναι μὲν τῷ βασιλεῖ οὐδαμῶς ἠβούλετο, ἑπώμνυτο δὲ μηδέποτε κατ’ αὐτοῦ ὅπλα κινῆσαι, εἰ μόνον δοιή τοὺς τοῦτον μέχρι τῶν ὁρίων τῆς τῶν Ῥωμαίων βασιλειᾶς ἀκινδύνως διασώσοντας, καἰ οὕτω πρὸς τὴν ἰδίαν ἀπολῦσαι χώραν. ὁ δὲ αὐτοκράτωρ μάλα ταχέως ἐπλήρου τὸ αἰτηθέν. αὐτὸς δὲ τῆς πρὸς τὸ Βυζάντιον εἴχετο νικητὴς ἐπιφανέ- στατος.