Ancient Greek · ~21 min
ΑΛΕΞΙΑΣ Ε.
Anna Comnena, Ἀλεξιάδα 9.1-4
Not analysed yet
Οὗτος τοίνυν προκαθήμενος φιλοσοφίας ἁπάσης, καἰ συρρεούσης εἰς αὐτὸν τῆς νεότητος, καὶ γὰρ τά τε Πρόκλου καὶ Πλάτωνος καὶ τὰ φιλοσόφων ἀμφοῖν Πορφυρίου τε καὶ Ἰάμβλιχον ἀνεκάλυπτε τούτοις δόγματα, καὶ μάλιστα τὰς Ἀριστοτέλους τέχνας καἰ τὴν ὡς ὀργάνου παρεχομένην χρείαν ὑφηγεῖτο τοῖς ἐθέλουσι πραγματείαν, καὶ ταύτῃ μᾶλλον ἐνηβρύνετο καὶ ἐνησχόλητο,) οὐ πάνυ τι τοὺς μανθάνοντας ὠφελῆσαι ἐνίσχυσε, τὸν θυμὸν καἰ τὴν ἄλλην τοῦ ἤθους ἀκαταστασίαν κωλύμην ἔχων. καὶ ὅρα μοι τοὺς τούτου μαθητάς τὸν Σολομῶντα Ἰωάννην καί τινας Ἰασίτας καὶ Σερβλίας καὶ ἄλλους τάχα περὶ τὴν μάθησιν ἐσπουδακότας· ὧν τοὺς πλείους θαμὰ φοιτῶντας πρὸς τὰ βασίλεια καὶ αὐτὴ ἐθεασάμην ὕστερον, τεχνικὸν μηδέν τι κατὰ ἀκρίβειαν εἰδότας, σχηματιζομένους δὲ τὸν διαλεκτικὸν κινήσεσιν ἀτάκτοις καὶ μορίων παραφόροις τισι μεταφοραῖς ὑγιὲς δὲ οὐδὲν ἐπισταμένους, προβαλλομένους τὰς ἰδέας, ἤδη δὲ καὶ τὰς μετεμψυχώσεις συνεσκιασμένως πως καὶ ἄλλ᾿ ἄττα ὁμοιότροπα καὶ παραπλησίως τούτοις ἀλλόκοτα. καὶ τις γὰρ λόγου μετέχων οὐ παρῆν, τοῦ ἱεροῦ ζεύγους τοσοῦτον περὶ τὴν τῶν θείων λόγων ἐξερεύνησιν διὰ πάσης νυκτὸς καὶ ἡμέρας διαπονουμένων, τοὺς ἐμούς φημι τοκέας καἰ βασιλεῖς ἀλλά τι μικρὸν παραδιηγήσομαι· δίδωσι γάρ μοι τοῦτο νόμος ῥητορικός. μέμνημαι τῆς μητρὸς καὶ βασιλίδος πολλάκις, ἀρίστου προκειμένου, βίβλον ἐν χεροῖν φερούσης καὶ τοὺς λόγους διερευνωμένης τῶν δογματι- στῶν ἁγίων πατέρων, μάλιστα δὲ τοῦ φιλοσόφου Μαξίμου καὶ μάρτυρος. ἐσπουδάκει γὰρ οὐ τοσοῦτον περὶ τὰς φυσικὰς συζητήσεις, ὁπόσον πέρι· τὰ δόγματα, τὴν ὄντως σοφίαν καρποῦσθαι βουλομένη. καί μοι πολλάκις θαυμάζειν ἐπῄει, καὶ θαυμάζουσα ἔφην ποτὲ πρὸς αὐτὴν “πῶς αὐτόθεν πρὸς τοσοῦτον ὕψος ἀπέβλεψας; ἔγωγε τρέμω, καὶ οὐδ’ ἄκροις ὦσιν ἀποτολμῶ τούτων ἐπαίειν. τὸ γὰρ πάνυ θεωρητικόν τε καὶ νοερὸν τοῦ |ἀνδρός, ὥς φασιν, ἴλιγγον παρέχεται ἀναγινώσκουσιν." ἡ δὲ μειδιάσασα ἔφη “ἐπαινετὴν οἴδα τὴν δειλίαν ταύτην καὶ οὐδ’ αὐτὴ ἀτρέμας ταῖς βίβλοις ταύταις πρόσειμι. ἀλλ’ ὅμως ἀποσπᾶσθαι τούτων οὐ δύναμαι. σὺ δέ μοι μικρὸν ἀνάμεινον, καὶ ταῖς ἄλλαις ἐγκυψασα βίβλοις πρότερον, καὶ τῆς τούτων ἀπογεύσει ἡδύτητος." ἔτρωσέ μου τὴν καρδίαν ἡ τῶν ῥηθέντων μνήμη, καὶ ὥσπερ εἰς πέλαγος ἄλλων διηγημάτων ἐμπέπτωκα. ἀλλὰ με θεσμὸς ἱστορίας ἀπείργει· ἔνθεν τοι καὶ πρὸς τὰ κατὰ τὸν Ἰταλὸν ἀνατρεχέτω ὁ λόγος. έν τούτοις οὖν τοῖς ἄνωθεν ῥηθεῖσιν αὐτοῦ μαθηταῖς ἀκμάζων ὁ Ἰταλός, πᾶσι καταφρονητικῶς προσ- ἐφέρετο, τοὺς πολλοὺς τῶν ἀνοήτων πρὸς ἀνταρσίας ἀνακινῶν καὶ τυράννους ἐκ τῶν οἰκείων μαθητῶν οὐκ ὀλίγους ἀποκαθιστάς. καὶ εἶχον πολλοὺς προσφέρειν, εἰ μὴ ὁ χρόνος με τὴν μνήμην ἀφείλετο. ἀλλὰ ταῦτα μὲν ἦσαν πρὸ τοῦ ἀνἀ- χθῆναι τὸν ἐμὸν πατέρα εἰς τὴν τῆς βασιλείας περιωπήν· ἐπεὶ δὲ τὰ ὡδὶ παιδείας εὗρεν ἁπάσης ἐνδεῶς ἔχοντα καὶ τέχνης λογικῆς, τοῦ λόγου πόρρω που ἀπελαθέντος, αὐτός, εί του σπινθῆρές τινες ἦσαν τούτου ὑπὸ σποδιᾷ κρυπτόμενοι, ἀναχωννύειν ἠπείγετο, καὶ τοὺς ὅσοι περὶ τὰ μαθήματα ἐπιρρεπῶς εἶχον, ἦσαν γάρ τινες καἰ οὗτοι βραχεῖς καὶ μέχρι τῶν Ἀριστοτελικῶν ἑστηκότες προθύρων,) τούτους πρὸς μάθησιν ὀτρύνων οὐκ ἐνεδίδου, προηγεῖσθαι δὲ τὴν τῶν θείων βίβλων μελέτην τῆς Ἑλληνικῆς παιδείας ἐπέτρεπε. τὸν δὲ Ἰταλὸν εὑρηκὼς τὰ πάντα μεστὰ ποιούμενον καὶ ἐξαπατῶντα, τῷ σεβαστοκράτορι Ἰσαακίῳ τὴν τούτου δοκιμασίαν ἀνέθετο· ἀνὴρ δὲ οὑτος φιλολογώτατος κὼ μεγαλεπη- ολώτατος. καὶ ὃς οὕτως ἔχοντα τὸν ἄνδρα εὑρηκὼς, δημοσίᾳ ἤλεγξε παραστήσας εἰς μέσον, εἶθ᾿ οὕτω τῇ ἐκκλησίᾳ ταρέπεμψε κατὰ κέλευσιν τοῦ ἀδελφοῦ καὶ βασιλέως. ἐπεὶ ἑ τὴν ἑαυτοῦ ἀπαιδευσίαν κρύπτειν οὐχ οἷός τε ἦν, κἀκεῖσε ἔκφυλα τῆς ἐκκλησίας δόγματα ἐξηρεύξατο καὶ εἰς μέσους τοὺς τῆς ἐκκλησίας λογάδας κωμῳδῶν οὐκ ἐπαύετο καὶ ἀλλ’ ἄττα ποιῶν ἤθους ἀπαιδεύτου καὶ βαρβαρικοῦ, προέδρου ὄντος τῆς ἐκκλησίας τηνικαῦτα Εὐστρατίου τοῦ Γαριδᾶ· ὅς τοῦτον παρακατέσχε περὶ τὰς οἰκοδομὰς τῆς μεγάλης ἐκκλησίας, ἵνα τάχα πρὸς τὸ κρεῖττον μεταποιήσῃ. ἀλλὰ μικροῦ θᾶττον ἂν αὐτὸς τῆς ἐκείνου μετέσχε κανίας, ἥ μετέδωκε κρείττονος γνώσεως, κατὰ τὸ φάμενον· ὁ γὰρ Ἰταλὸς τὸν Γαριδᾶν ὅλον ἑαυτοῦ ἐποιήσατο. τί τὸ ἐντεῦθεν. ,ὁ δῆμος ἅπας τῆς Κωνσταντίνου πρὸς τὴν ἐκκλησίαν συγκεκίνητο, τὸν Ἰταλὸν ἀναζητοῦντες. καἰ τάχα ἂν ἀφ’ ὕψους εἰς μέσον τῆς ἐκκλησίας ἔρριπτο, εἰ μὴ λαθὼν ἐκεῖνος εἰς τὸν ὄροφον τουτουῒ τοῦ θείου τεμένους ἀνελθών, ἔν τινι φωλεῷ ἑαυτὸν συνεκάλυψεν. ὡς δὲ τὰ παρ’ ἐκείνου κακῶς δογματισθέντα πολλοῖς τῶν περὶ τὰ ἀνάκτορα ἐθρυλλεῖτο, καὶ μεγιστᾶνες οὐκ ὀλίγοι διεφθά- ρησαν ὑπὸ τῶν φθοροποιῶν τούτου δογμάτων, καἰ μεγάλως ἡ τοῦ βασιλέως ψυχὴ διὰ τοῦτο ἐδάκνετο, εἰς ἕνδεκα τινα κεφάλαια τὰ δογματισθέντα κακῶς παρὰ τοῦ Ἰταλοῦ συνεκεφαλαιώσαντο καὶ τῷ βασιλεῖ ἐξαπέστειλαν. ὁ δὲ αὐτοκράτωρ αὐτὰ ταῦτα τὰ κεφάλαια τὸν Ἰταλὸν ἀναθεματίσαι ἐπ’ ἄμβωνος ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐκέλευσεν ἀνακεκαλυμμένῃ τῇ τοῦ πλήθους ἅπαντος ἀκροωμένου καὶ ἐπιλέγοντος αὐτοῖς τὸ ἀνάθεμα. ὡς οὖν ἐγένετο ταῦτα, καὶ ὁ Ἰταλὸς ἀκάθεκτος ἦν καὶ πάλιν ἐν πολλοῖς τὰ τοιαῦτα ἔλεγεν ἀναφαν- δόν, κω παραινούμενος παρὰ τοῦ βασιλέως, ἄτακτόν τε καὶ βαρβαρικὸν ἀπεπήδα, ἀνεθεματίσθη καὶ αὐτός, κἂν ἐσύστερον, αὖθις ἐκείνου μεταμεληθέντος, μετριώτερος καὶ ὁ τούτου γέγονεν ἀναθεματισμός. καὶ τὰ μὲν δόγματα ἀπεντεῦθεν ἀναθεματίζεται, τὸ δὲ ἐκείνου ὄνομα πλαγίως πως καὶ ὑποκεκρυμμένως καὶ οὐδὲ τοῖς πολλοῖς γνωρίμως ὑπάγεται τῷ ἐκκλησιαστικῷ ἀναθέματι. καὶ γὰρ οὗτος ἐν ὑστέροις καιροῖς μετεβέβλητο περὶ τὸ δόγμα, καὶ ἐφ’ οἶς ποτὲ ἐπεπλάνητο, μεταμεμέλητο. ἠρνεῖτο δὲ καὶ τὰς μετεμψυχώσεις καὶ τὸ ὑβρίζειν τὰς σεπτὰς εἰκόνας τῶν ἁγίων, καὶ τὸν περὶ τῶν ἰδεῶν λόγον μεθερμηνεύειν πως πρὸς τὸ ὀρθόδοξον ἔσπευδε, καὶ δῆλος ἦν καὶ αὐτὸς καταγινώσκων ἑαυτοῦ ἐφ’ οἶς πρώην τοῦ εὐθέως μετετέτραπτο.