Ancient Greek · ~10 min
ΑΛΕΞΙΑΣ ς.
Anna Comnena, Ἀλεξιάδα 2-2
Not analysed yet
Μικρὸν δὲ ἐνταῦθα τὴν τοῦ λόγου διήγησιν διακόψασα, ὅπως καὶ τοὺς Παυλικιανοὺς κατηγωνίσατο, διηγήσο- μαι. οὐκ ἔφερε μηδὲ τούτους τοὺς ἀποστάτας καταγωνίσασθαι πρὸ τοῦ τὰ βασίλεια καταλαβεῖν ἀλλ’ ὥσπερ ἀπό τινος νίκης ἑτέραν νίκην πρυτανευόμενος, καὶ τὴν πληθὺν τῶν Μανιχαίων τὸν κύκλον συμπληροῦσαν τῶν ἑαυτοῦ κατορθωμάτων ἐποίει. οὐδὲ γὰρ ἐνῆν τῷ λαμπρῷ τροπαίῳ τῶν ἑσπερίων πολεμίων οἷον σπίλον ἐνεῖναι τοὺς ἐκ Παυλικιανῶν ὁρμωμένους ἐκείνους. διὰ πολέμου δὲ καὶ μάχης οὐκ ἤθελεν, ἴνα νὴ ὲν τῇ συμβολῇ τοῦ πολέμου πολλοὶ ἐξ ἑκατέρων ἀναιρεθήσονται, πάλαι τούτους γινώσκων ἐκθυμοτάτους ἄνδρας καὶ δριμὺ κατὰ τῶν ἐχθρῶν πνέοντας. ἔσπευδεν οὖν διὰ τοῦτο τοὺς πρωταιτίους μὲν τιμωρήσασθαι, τοὺς δέ γε λοιπούς τῷ τοῦ στρατοπέδου συγκαταλέξαι σώματι. ἔνθεν τοι καὶ διὰ τρόπου τούτου μετῂει. γινώσκων δὲ τὸ φιλοκίνδυνον τῶν ὠρῶν ἐκείνων καὶ περὶ τοὺς πολέμους καὶ τὰς μάχας ἀκάθεκτον, ἐδεδίει μὴ ἀπογνόντες χεῖρόν τι μελετήσαιεν· ἠρέμουν γὰρ τέως τὴν σφῶν οἰκοῦντες πατρίδα, καἰ οὔπω πρὸς λεηλασίας ἄλλας καὶ προνομὰς ἐξετράποντο· μετεπέμπετο οὖν διὰ γραμμάτων τούτους ἐν τῷ πρὸς τὸ Βυζάντιον ἐπανέρχεσθαι συχναῖς ὑποσχέσεσιν. οἱ δὲ τὴν κατὰ τῶν Κελτῶν νίκην αὐτοῦ μεμαθηκότες ἐδεδίεσαν. εἰ τάχα καὶ τὰ γράμματα χρησταῖς αὐτοὺς ἐλπίσιν ὑπέσαινον· ὅμως καὶ μὴ βουλόμενοι τῆς πρὸς αὐτὸν εἴχοντο. ἐκεῖνος δὲ τὴν καταλαβών, αὐτοῦ που προσέμενεν, ὑποκρινόμενος δι’ ἄλλ’ ἄττα ἐγκαρτερεῖν, τὸ δέ γέ ὅλον τὴν αὐτῶν ἀναμένων ἄφιξιν. καταλαβόντων δέ, ἐσχηματίζετο ἀναθεωρῆσαι τούτους βούλεσθαι καὶ ἑκάστου τὴν ὀνομασίαν ἐγγράψασθαι ἔνθεν τοι καὶ φοβερὸς προὐκάθητο, καὶ οὐ φύρδην, ἀλλὰ κατὰ δεκάδας τοὺς λογάδας τῶν Μανιχαίων ποιεῖσθαι ἐκέλευσε, post ἐκέλευσε excidisse videtur τὴν πάροδον τὴν τῶν κοινῶν θέαν ἐς νέωτα ὑποσχόμενος· κἆθ’ οὕτως εἴσω τῶν πυλῶν ἀπογραφομένους εἰσέρχεσθαι. ἡτοιμασμένοι δὲ ὄντες οἱ τούτους δεσμεῖν ὀφείλοντες, τοὺς ἵππους καὶ τὰ ὅπλα ἀναλαμβανόμενοι, τούτους έν τοῖς ἀποτεταγμένοις φρουρίοις ἐνέκλειον. οἱ δέ γε ἐφεξῆς ἐρχόμενοι, παντελῆ τῶν πραττομένων ἄγνοιαν ἔχοντες, εἰσῄεσαν ἀγνοοῦντες τὸ ἀποβησόμενον ἑκάστῳ. τούτους μὲν οὖν οὕτω κατέσχε, καὶ τὰς αὐτῶν περιουσίας δημεύσει καθυποβαλών, διενείματο τοῖς συγκεκοπιανκόσι τούτῳ έν ταῖς συμπεσούσαις μάχαις καὶ τοῖς κινδύνοις γενναίοις ἐκείνοις στρατιώταις. ἀπελθὼν δὲ ὁ τὴν οἰκο- νομίαν ταύτην ἀναδεξάμενος, καὶ τὰς αὐτῶν γυναῖκας τῶν οἰκιῶν ἀπελάσας κατὰ τὴν ἀκρόπολιν ἐμφρούρους εἶχεν. τοὺς δέ γε κατασχεθέντας τῶν Μανιχαίων συμπαθείας κατὰ μικρὸν ὁ αὐτοκράτωρ ἠξίωσεν· ὁπόσοι δὲ καὶ τοῦ θείου βαπτίσματος τυχεῖν προείλοντο, οὐδὲ τούτου ἀπετύγχανον. διὰ παντοίας δὲ περιελθὼν αὐτοὺς μεθόδου καὶ διαγνοὺς τοὺς πρωταιτίους τῆς τοιαύτης ἀπονοίας, ὲν νήσοις περιορίσας καθεῖρξε· τοῖς δέ γε λοιποῖς ἄδειαν δεδωκὼς ὅπη βουλητὸν αὐτοῖς ἀπιέναι, ἀπέλυσεν. οἱ δὲ τὴν ἐνεγκαμένην τῶν ἄλλων προτιμησάμενοι, αὐτίκα πρὸς αὐτὴν ἐπανέτρεχον, ὡς ἐνὸν τὰ κατ’ αὐτοὺς οἰκονομήσαντες.