Ancient Greek
ΑΛΞΙΑΣΗ.
Anna Comnena, Ἀλεξιάδα 1.1-7
Not analysed yet
ἐμαθηκὼς ὁ αὐτοκράτωρ, ὡς ἀπόμοιράν τινα οἱ τῶν Σκυθῶν ἡγεμόνες ἀπολεξάμενοι κατὰ τῶν Χοιροβάκχων ἐξέπεμψαν, καὶ προσδόκιμος ἡ τούτων ἄφιξις ἦν, ὁποῖος ἐκεῖνος θερμουργὸς πέρι τὰς ἐγχειρήσεις κἀν τοῖς αἰφνιδίοις ἄε ὡς προπαρεσκευασμένος δεικνύμενος, μήπω ἑβδόμην ἡμέραν ἐν τοῖς βασιλείοις διαναπαυσάμενος μηδὲ βαλανείου τυχών, μηδὲ τὸν ἐκ τοῦ πολέμου κονιορτὸν ἀποτιναξάμενος, παραχρῆμα τοὺς ἐπὶ τῆς φρουρᾶς τῆς πόλεως τεταγμένους καὶ ὁπόσοι νεόλεκτοι, ἀναλαμβάνεται ὡσεί πεντακοσίους τὸν ἀριθμόν, καὶ ὁπλίσας δι’ ὅλης νυκτός, κατὰ τὸ περιόρθρον ἔξεισι. τηνικαῦτα δὲ δήλην καθίστησι τὴν αὐτοῦ πρὸς τοὺς Σκύθας ἐξέλευσιν. τοῖς δὲ ἐξ αἵματος καὶ ἀγχιστείας προσήκουσιν αὐτῷ συγγενέσι καὶ τοῖς ἄλλοις, ὁπόσοι τῆς μείζονος τύχης ἦσαν καὶ τῷ στρατιωτικῷ συντάγματι συγκατειλεγμένοι (παρασκευὴ δὲ ἦν ἡ τῆς ἀπόκρεω) ταυτὶ διὰ τῶν ἀποστολέων παρακελευσάμενος· ὡς ἄρα γοῦν “ἐγὼ μὲν ἄπειμι τὴν τῶν Σκυθῶν κατὰ τῶν Χοιροβάκχων ὀξεῖαν μεμαθηκὼς κίνησιν, ὑμεῖς δὲ ἀλλὰ κατὰ τὴν ἑβδομάδα τῆς τυροφάγου στρατεύσατε πρὸς ἡμᾶς. τὰς γὰρ μεταξὺ τῆς τε παρασκευῆς τίς ἀπόκρεω καὶ τῆς τυροφάγου δευτέρας ἡμέρας ὑμῖν ἐφίημι εἰς μικράν τινα ῥᾳστώνην, ὡς μὴ βαρύς τις καὶ ἀδιάκριτος δόξαιμι." ἐκεῖνος μὲν οὖν παραχρῆμα κατευθὺ Χοιροβάκχων ἤλαυνε, καὶ εἰσελθὼν κλείει τὰς πύλας· τὰς δὲ κλεῖς αὐτὸς ἀναλαμβάνεται. εἶτα τοὺς εὔνους ἅπαντας τῶν θεραπόντων ἀέρι τὰ κρήδεμνα καθίστησι τοῦ τείχους, ἐγκελευόμενος μὴ ἀναπεπτωκέναι, ἀλλ' ἐπαγρυπνοῦντας περιαθρεῖν τὰ τείχη, μή πού τις ἀνελθὼν καὶ προκύψας ὁμιλήσειε τοῖς Σκύθαις. ἀνίσχοντος δὲ τοῦ ἡλίου, καὶ οἱ ἐλπιζόμενοι τῶν Σκυθῶν καταλαβόντες κατὰ τὸν συγκεκολλημένον τῷ τείχει τῶν Χοιροβάκχων αὐχένα ἔστησαν. ἔξ ὧν τηνικαῦτα ἀποκριθέντες ὡσεὶ ἓξ χιλιάδες εἰς προνομὴν διεσκεδάσθησαν, ἐφθακότες μέχρις αὐτοῦ τοῦ Δεκάτου ὡσεὶ δέκα σταδίους τῶν τειχῶν ἀπέχοντος τῆς βασιλίδος τῶν πόλεων· ἐξ οὗ, οἶμαι, κω τὴν ἐπωνυμίαν ἐκτήσατο. οἱ δὲ λοιποὶ αὐτοῦ που διαμεμενήκεσαν. ὁ δὲ βασιλεὺς ἀνελθὼν διὰ τοῦ τείχους εἰς τὰς ἐπάλξεις, περιεσκόπει τὰς πεδιάδας καὶ τοὺς βουνούς, εἰ που καἰ ἑπέρα δύναμις τούτοις ἔπεισιν, ἢ εἴπου λόχους καθίσαντες μελετῶσιν τὸν τούτοις ἴσως προσβαλεῖν ἐπιχειρήσοντα κατασχεῖν. ὡς δ’ οὐδέν τι τοιοῦτον ἐθεάσατο, περὶ δευτέραν τῆς ἡμέρας ὥραν ὁρᾷ τούτους οὐ πρὸς μάχην ηὐτρεπισμένους, ἀλλὰ πρὸς τροφὴν καὶ ἀνάπαυσιν ἀποκλίναντας,) πλῆθος δὲ πολὺ τούτοις ὁρῶν καὶ τοῦ μετ’ αὐτῶν κατὰ συστάδην μὴ κατατολμῶν πολέμου, ἐν δεινῷ ἐποιεῖτο, εἰ τὴν ἅπασαν ληϊσάμενοι χώραν καὶ αὐτοῖς τοῖς τείχεσι τῆς βασιλευούσης τῶν πόλεων προσπελάσαιεν, καὶ ταῦτα αὐτοῦ ἐκεῖθεν ἔξεληλυθότος, ἐφ’ ᾦ τούτους ἀποσοβῆσαι τῆς χώρας. μετακαλεσάμενος οὖν τοὺς ὑπ’ αὐτὸν στρατιώτας κω τὴν γνώμην ἀυτῶν δοκιμάσαι βουλόμενος, μένος, ἔφη· “oὐ χρὴ ἀποδειλιᾶν πρὸς τὸ πλῆθος τῶν Σκυθῶν θῶν ἀφορῶντας, ἀλλ’ εἰς θεὸν ἠλπικότας τὸν μετ’ αὐτῶν συνάψαι πόλεμον, καὶ εἰ μόνον ὁμογνωμονήσαιεν, πέποιθα ὡς ἡττήσομεν αὐτοὺς κατὰ κράτος." τῶν δὲ ἀπαναινομένων πάντῃ καὶ πρὸς τὸν λόγον ἀναβαλλομένων, ἐκεῖνος εἰς φόβον ἐμβάλλων πλείονα τοὺς αὐτοῦ καί ἀνεγείρων εἰς κίνδυνον, φησιν· ‘‘έἀν οἱ εἰς προνομὴν ἐξελθόντες ἐπανέλθοιεν αὖθις καὶ μετὰ τῶν παρόντων ἑνωθεῖεν, προῦπτος ὁ κίνδυνος. ἥ γὰρ καὶ τὸ κάστρον πὰρ αὐτῶν κατασχεθήσεται καὶ ἡμεῖς παρανάλωμα φόνου γενησόμεθα, ἢ παρ’ οὐδὲν ἡμᾶς λογισάμενοι, ἴσως τοῖς τείχεσι τῆς πόλεως προσπελάσανοεσ, οὐκ ἐγχωρήσουσιν ἡμῖν εἰς τήν βασιλίδα πόλιν εἰσελθεῖν, αὐτοῦ που περὶ τὰς πύλας αὐτῆς αὐλισάμενοι. λοιπὸν κινδυνεῦσαι ἡμᾶς χρὴ καὶ μή ἀνάνδρως ἀποθανεῖν. ἐγὼ μὲν οὖν ἤδη ἔξειμι καὶ ὁπόσοι βούλεσθε, προεκδραμόντος ἐμοῦ κω ἐς μέσον τῶν Σκυθῶν εἰσπηδήσαντος, συνέψεσθε, ὁπόσοι δὲ τοῦτο οὐ δύνασθε ἢ μὴ βούλεσθε, μηδὲ τῶν πυλῶν ἐκτὸς γένησθε." παραχρῆμα γοῦν διὰ τῆς ἀπονενευκυίας ὡς πρὸς τὴν λίμνην πύλης, ὁπλισάμενος ἔξεισι. καὶ παραδραμὼν τὰ τείχη ναέ μικρὸν παρεγκλίνας, ἐξ ὀπισθιδίων τοῦ αὐχένος ἄνεισιν. οὐδὲ γὰρ συνέψεσθαι τούτῳ διέγνω τοὺς μετ' αὐτοῦ πρὸς τὸν κα- τασυστάδην μετὰ τῶν Σκυθων πόλεμον. καὶ πρῶτος αὐτὸς δόρυ σπασάμενος, ἐς μέσους Σκύθας ἑαυτὸν ὤθησε, παίσας τὸν πρώτως αὐτῷ ὑπαντιάσαντα. ἀλλ᾿ οὐδ᾿ οἱ σὺν αὐτῷ στρατιῶται τῆς μάχης ἀπελείφθησαν, κἀντεῦθεν τοὺς μὲν πλείους ἔκτειναν, τοὺς δὲ καὶ ζωγρίαν ἦγον. εἶτα ὁποῖα ἐκεῖνος μηχανᾶσθαι εἰώθει, τὰς τῶν Σκυθῶν ἐσθῆτας τοὺς στρατιώτας ἀμφιέννυσι ίαι τῶν Σκυθικῶν ἵππων ἐπιβῆναι κελεύει, τοὺς δὲ ἵππους τῶν στρατιωτῶν καὶ τἀς τούτων σημαίας καὶ τὰς ἀποτμηθείσας τῶν Σκυθῶν κεφαλὰς παραδούς τισι τῶν εὐνουστέρων, παραλαβόντας προσέδταξεν εἴσω τοῦ κάστρου γενέσθαι ἀπεκδεχομένους αὐτόν. ταῦτα τοίνυν οὕτως οἰκονομήσας ἐκεῖνος, μετὰ τῶν Σκυθικῶν σημαιῶν καὶ τῶν τὰ Σκυθικὰ ἀμφία περιβεβλημένων στρατιωτῶν κάτεισιν ὡς πρὸς τὸν ἀγχοῦ Χοιροβάκχων ῥέοντα ποταμόν, ὅπου καὶ τοὺς ἀπὸ τῆς προνομῆς ὑποστρέφοντας Σκύθας ἐνόμιζε διελθεῖν. οἱ δέ γε προνομεῖς ἐκεῖνοι θεασόμενοι τούτους ἱσταμένους ἐκεῖσε καὶ νομίσαντες Σκύθας καὶ αὐτοὺς εἶναι, ἀφυλάκτως τούτοις προσπίπτοντες, οἱ μὲν ἀνῃροῦντο, ἄλλοι δὲ καὶ κατειχοντο.