Ancient Greek · ~23 min
ΑΛΕΞΙΑΣΖ.
Anna Comnena, Ἀλεξιάδα 11.1-5
Not analysed yet
Ἐπὶ τρισὶν οὖν ἡμέραις αὐτοῦ που διαναπαυσάμενος, ἐκεῖθεν ἀπάρας καταλαμβάνει τὴν Τζουρουλόν. σκοπήσας δέ, ὡς χρὴ μὴ ταχέως ἐκεῖθεν μεταστῆναι, τάφρον ἀπο- χρῶσαν πρὸς τὸ ἀνατολικώτερον μέρος τοῦ πολιχνίου ταῖς προσούσαις αὐτῷ δυνάμεσι διορύξας, τήν τε βασιλικὴν σκηνὴν καὶ τἀς σκευὰς ἁπάσας εἴσω τούτου κατέθετο. οἱ δέ γε Σκύθαι ἐπιόντες καὶ οὗτοι κατὰ τῆς Τζουρουλοῦ, ἐπειδὴ προκαταλαβεῖν τὸν αὐτοκράτορα ταύτην ἠκηκόεισαν, διαβεβηκότες τὸν ἀνὰ τὴν πεδιάδα ῥέοντα ποταμὸν ἀγχοῦ που τοῦ πολιχνίου τούτου, (Ξηρόγυψον τοῦτον ἐγχωρίως τὸν χάρακα ἐπήξαντο, μεταξὺ ὅντες τοῦ τε ποταμοῦ καὶ πολιχνίου. καἰ οἱ μὲν ἦσαν ἔξωθεν τὴν πόλιν ταύτην κυκλώσαντες· ὁ δὲ βασιλεὺς ἔνδον ἐναπείληπτο καθάπερ πολιορ- κούμενος. ἀλλ’ ἔπει νὺξ κατέλαβεν, ἄλλοι μέν ῥα θεοί τε ναί ἀνέρες ἱπποκορυσταί, τοῦτο δὴ τὸ τῆς Καλλιόπης Ὁμήρου, εὗδον· τὸν δὲ αὐτοκράτορα Ἀλέξιον οὐκ ἔχε νήδυμος ὕπνος. ἀλλὰ διηγρύπνει τε καί ἀνέλιττε λογισμούς, ὅπως τὸ θράσος τῶν βαρβάρων τέχνῃ καταγωνίσηται. ἰδὼν τοίνυν ὡς τὸ πολίχνιον τοῦτο ἡ Τζουρουλὸς ἐπὶ λόφου ἀνεζηκότος τετείχι- στο, τὸ δὲ βάμβαρον ὀπὰν κάτω που περὶ τὴν πεδιάδα ἅπαν ηὐλίσατο, ἐπεὶ μὴ ἀποχρῶσαν πρὸς τοσαῦτα πλήθη δύναμιν εἶχεν, ὥστε τὴν μετ’ αὐτῶν ἀποθαρρῆσαι μάχην κατασυστάδην, ἐπινοεῖταί τι καἰ μάλα εὐμήχανον. ἀναλαβόμενος τὰς τῶν οἰκητόρων ἁμάξας καὶ ταύτας ἀφελὼν ἀπὸ τῶν ἐπικραββάτων, τούς τε τροχοὺς τούτων καὶ τοὺς ἄξονας ἄνω κατέσχε, κᾀθ᾿ οὕτως ἔξω τοῦ τείχους ἔπι τῶν κρηδέμνων ἐφεξῆς ἀπαιωρεῖ διὰ τινων καλωδίων ἐναποδεσμουμένων ταῖς ἐπάλξεσι τῶν τειχῶν. καὶ ἅμα τε τοῦτο ἐνενόησε καὶ καὶ μιᾶς ὥρας ἐναπεκρέμαντο κύκλῳ οἱ τροχοί μετὰ τῶν ἀξόνων, ὥσπερ τινὲς ἐφεξῆς κυκλοῖ κείμενοι, ναὶ ἀλλήλοις ἐγγίζοντες καὶ τοῖς ἄξοσιν ἀυτῶν ξυνδεσμούμενοι. πρωΐθεν δὲ ἀναστὰς καὶ· αὐτός τε ὁπλισάμενος καὶ τοὺς ἄλλους τλίσας, ἔξάγει τοῦ τείχους, ἀντιμετώπους στήσας τοὺς στρατιώτας τοῖς βαρβάροις. συνέβαινε δέ, ἐφ᾿ ἁ μέρη τὰ κύκλα τῶν τροχῶν ἀπῃώρηται, ἐπ’ ἐκεῖνα καὶ τοὺς ἡμετέρους στρατιώτας ἵστασθαι καὶ ἀντικρὺ κεῖσθαι κατὰ μίαν γραμμὴν τὸ ἀντίθετον. καὶ τὸ ἐντεῦθεν αὐτὸς μέσον τῆς ἀμφ᾿ αὐτὸν πα- ρατάξεως ἑστηκώς, συνεβούλευεν, ἐπὰν ἡ σάλπιγξ τὸ ἐνυάλιον ἠχήσῃ, ἀποβάντας τῶν ἵππων τοὺς στρατιώτας σχολῇ καὶ βάδην κατὰ τῶν ἐναντίων χωρεῖν, τόξοις τὰ πολλὰ χρωμένους καὶ ἀκροβολισμοῖς, καὶ τὴν φάλαγγα τῶν Σκυθῶν εἰς ἑαυτοὺς προκαλεῖσθαι· ἐπὰν δὲ τούτους παρασυρέντας καὶ ἐπ᾿ αὐτοὺς ἐγκεκραγότας τοὺς ἵππους θεάσαιντο προτροπάδην ὀπισθορμήτους γενομένους ὀλίγον διαιρεθῆναι τηνικαῦτα διχῇ εἰς δεξιόν τε καὶ εὐώνυμον μέρος ,καὶ χώραν δοῦναι τοῖς ἐναντίοις ἐς τοσοῦτον, ἕως ἂν τοῦ τείχους πλήσιον γένοιντο. τούτου δὲ γεγονότος, παρήγγελτο τοῖς ἄνωθεν ἑστηκόσιν ἀπὸ τοῦ τείχους, ὁπηνίκα τὴν σχίζαν τῶν φαλάγγων θεάσαιντο, ξίφεσι τὰ καλώδια κόπτειν καὶ ἀφεῖναι τοὺς τροχοὺς μετὰ τῶν ἀξόνων ἄνωθεν κάτω κατακρημνίζεσθαι. ἐγένετο ταῦτα κατὰ τὸ τοῦ βασιλέως παράγγελμα. καἰ ἀθρόοι μὲν ἐπαρράξαντες ἦσαν οἱ Σκύθαι σὺν ἀλαλαγμῷ βαρβαρικῷ ἱππόται κατὰ τῆς ἡμεδαπῆς παρατάξεως, πεζῇ καὶ βάδην κατ᾿ αὐτῶν ἱεμένων πάντων, μόνου δὲ τοῦ αὐτοκράτορος ἐπόχου συγκατιόντος αὐτοῖς. οἱ δὲ κατὰ τὴν τοῦ αὐτοκράτορος τέχνην ὀλίγον γόνυ γουνὸς ἀμείψαντες καὶ οἶον ἀναποδίσαντες, διεσχίσθησαν ἀπ᾿ ἀλλήλων, ὡς οὐκ ἄν τις ἤλπισεν, ὥσπερ θύραν τοῖς βαρβάροις πλατυτάτην εἰς τὴν εἴσοδον ὑπανοίξανἠχήσῃ τες. καὶ ἅμα οἱ μὲν Σκύθαι εἴσω τοῦ στομίου τῆς ἑκατέρωθεν φάλαγγος ἐγεγόνεισαν, οἱ δὲ τροχοὶ μέτα τινος ῥοίζου καἰ καταφορᾶς ἐνεχθέντες, ὑπὲρ πῆχυν ἀπὸ τοῦ τείχους ἕκαστος ἐφαλλόμενοι, ἅτε τῶν κυρτοτήτων ἑκάστου τροχοῦ ἀποκρουσθεισῶν ἐκ τοῦ τείχους καὶ οἶον ἀποσφενδονηθεισῶν, εἰς μέσους τοὺς ἱππότας τῶν βαρβάρων ἔξεκυλίσθησαν, ῥύμην λαβόντες σφοδροτέραν. τὸ μὲν καὶ· ἀπὸ τῆς ἀθρόας καταφορᾶς τῷ φυσικῷ πειθόμενοι βάρει, τὸ δὲ καὶ ῥοπὴν λαβόντες ἀκάθεκτον ἀπὸ τοῦ κατάντους τόπου, σφοδρῶς τε τοῖς βαρβάροις ἐνέπιπτον καὶ πανταχόθεν αὐτοὺς περιέθλιβον, τὰ σκέλη τῶν ἵππων ὥσπερ θερίξοντες, καὶ ἀμφότερα ἑκατέρωθεν ἀπό τε τῶν ἐμπροσθίων καἰ ὀπισθίων μερῶν διατεμνόμενοι, ὀκλάσαι τοὺς ἵππους, ἐφ᾿ ὁ μέρη τὴν πληγὴν κατηνάγκασαν καὶ τοὺς ἱππότας συγκαταβαλεῖν. ὧν ἐπαλλή- λων καὶ συχνῶν πιπτόντων, ἐξ ἑκατέρου δὲ καὶ τῶν στρατιωτῶν κατ’ αὐτῶν ἱεμένων, καὶ δεινῆς τῆς μάχης τοῖς Σκύθαις πανταχόθεν ἐφισταμένης, οἱ μὲν τοῖς πεμπομένοις ἀνῃροῦντο βέλεσιν, οἱ δὲ διὰ τῶν δοράτων ἐπλήττοντο, τῶν δὲ λοιπῶν οἱ πλείους ὑπὸ ὦν τροχῶν σφοδρῶς καταφερομένων συνωθούμε- νοὶ πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ ἀπεπνίγησαν. τῇ δὲ μετ’ αὐτήν, ἐπεὶ πάλιν τοὺς καταλειφθέντας Σκύθας πρὸς πόλεμον ὁρμῶντας ἑώρα, τοὺς ὑπ’ αὐτὸν ἅπαντας τεθαρρηκότας κατανοήσας, ὁπλίσασθαι παρεκελεύσατο. σιδηροφορήσας δὲ καὶ αὐτὸς καὶ πολέμου σχῆμα διατυπώσας, πρὸς τὸ πρανὲς κάτεισιν. εἶτα δὴ τὰς φάλαγγας ἐπιστρέψας κατὰ πρόσωπον τοῖς Σκύθαις ἵστατο, ἐφ' ᾧ τὸν μετ' αὐτῶν, ὡς ἐνόν, συνάψαι πόλεμον. αὐτὸς μὲν οὖν τὴν μέσην τῶν ταγμάτων εἶχε χώραν· μάχης δὲ καρτερᾶς γενομένης, τὴν νικῶσαν τηνικαῦτα παρ' ἐλπίδας αἰ Ῥωμαϊκαὶ εἶχον φάλαγγες, καὶ ἐδίωκον τούτους ἀκρατῶς· ἐπεὶ δ' ἱκανὸν διάστημα τούτους ἑώρα διώκοντας ὁ αὐτοκράτωρ, δεδιὼς μὴ λοχῶντές τινες αἰφνιδίως ἐπεισπεσόντες τοῖς Ῥωμαίοις παλίντροπον τὴν τῶν Σκυθῶν φυγὴν ἀπεργάσωνται, καὶ προστεθέντες τούτοις καἰ οἱ φεύγοντες μέγα τὸ δεινὸν τῇ Ῥωμαἱκῇ στρατιᾷ ἐπάξωσιν, ἱππασίας πυκνὰς ποιούμενος, ἀνασειράζειν τοὺς χαλινοὺς καὶ τοὺς ἵππους ἀναψύχειν τοῖς στρατιώταις ἐκέλευεν. οὕτω γοῦν κατὰ τὴν ἡμέραν ἐκείνην ἄμφω διαστήτην τὰ στρατεύματα. οἱ μὲν γὰρ φυγάδες, ὁ δὲ βασιλεὺς χαίρων νικητὴς λαμπρὸς πρὸς τὴν ἰδίαν παρεμβολὴν ἐπάνεισιν. οἱ δὲ Σκύθαι κατα- κράτος ὑττηθέντες μεταξὺ τοῦ Βουλγαροφύγου καὶ τῆς μικρᾶς Νικαίας τὰς σκηνὰς ἐπήγνυντο. χειμῶνος δὲ ἤδη ἐπι- καταλαβόντος. δεῖν ἔγνω ὁ αὐτοκράτωρ εἰς τὴν βασιλεύουσαν ἐπανελθεῖν, ἐφ' ᾦ ἑαυτόν τε κω τὸ πλέον τοῦ στρατοπέδου τῶν πολλῶν ἀγώνων ἐπανακτήσασθαι. διελόμενος οὖν τὰς δυνάμεις. καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκρίνας, ὁπόσοι εὐψυχότεροι τοῦ παντὸς ἤσαν στρατεύματος, ἡγεμόνας τούτων τόν τε Ἰωαννάκην καὶ τὸν Μαυροκατακαλὼν Νικόλαον προεβάλλετο, πέρι ὧν πολλάκις φθάσας ὁ λόγος ἐδήλωσεν, ἐντειλάμενος αὐτοῖς έν ἑκάστῳ μὲν τῶν πολιχνίων ἀποχρῶντας εἰσαγαγεῖν στρατιώτας εἰς τὴν ἀυτῶν φρουράν, πεζοὺς δὲ ἐξ ἁπάσης τῆς χώρας μετὰ ἁμαξῶν καὶ τῶν ταύτας ἑλκόντων βοῶν ἐξελάσαι. βουλόμενος γὰρ ἔαρος ἐφισταμένου τῆς κατὰ τῶν Σκυθῶν καρτερώτερον ἀνθέξεσθαι μάχης, προεμελέτα τε καὶ ηὐτρέπιζε τὰ συνοίσοντα. οὕτω γοῦν ἅπαντα δεόντως διαθέμενος, ἐπανέρχεται πρὸς τὸ Βυζάντιον.