Ancient Greek · ~16 min
ΑΛΞΙΑΣΗ.
Anna Comnena, Ἀλεξιάδα 2.1-7
Not analysed yet
Ἑσπέρας δὲ καταλαβούσης, (σάββατον δὲ ἦν,) ἐπανέρχεται μετὰ τῶν δορυαλώτων εἰς Χοιροβάκχους. καρτερή- σὰς δὲ καὶ τὴν ἐπιοῦσαν, αὐγαζούσης ἤδη τῆς δευτέρας, ἔξῆλθε τοῦ κάστρου. καὶ διελὼν τοὺς ὑπ' αὐτόν, ἔμπροσθεν μὶν εἰσήγαγε τοὺς τὰς τῶν Σκυθῶν σημαίας κατέχοντας, οπισθεν δὲ τοὺς δορυαλώτους τῶν Σκυθῶν, παρὰ χωριτῶν ἕκαστον τούτων κατεχομένους· τὰς δὲ ἀποτμηθείσας κεφαλὰς δόρασι περιπείρας, πὰρ ἑτέρων αὖθις ἐν τούτοις ἀπαιωρουμένας παρεκελεύσατο οὕτω τὴν ὁδοιπορίαν ποιεῖσθαι. τούτων δὲ ὄπισθεν, ἐκ διαστήματος μετρίου ἀπέχων, μετὰ τῶν ’π’ αὐτὸν καὶ τῶν συνήθων τοῖς Ῥωμαίοις σημαιῶν ἑπόμενος ἦν. αὐγαζούσης δὲ τῆς ἀπόκρεω κυριακῆς, ὁ Παλαιολόγος θερμουργὸς ὢν πέρι τὰς πολεμικὰς πράξεις, πρὸ τῶν ἄλλων ἐξεληλύθει τοῦ Βυζαντίου. τὸ δὲ ὀξύρροπον ὦν Σκυθῶν ἐπιστάμενος, οὐκ ἀπεριμερίμνως τὴν ὁδοιπορίαν ἐποιεῖτο. ἀλλ’ ἀποδιελὼν τῶν συνεφεπομένων αὐτῷ θεραπόντων ὀλίγους, παρεκελεύσατο αὐτοῦ προεκτρέχειν διάστημα, καὶ τὰς πεδιάδας κὼ τὰ ἄλση καὶ τὰς ὁδοὺς περιαθρεῖν, ἵν' εἴ πού τινες τῶν Σκυθῶν ἀναφανεῖεν, ταχὺ ὑποστρέψαντες ἀπαγγείλωσιν αὐτῷ >οὕτω γοῦν πορευόμενοι, ἔπει κατὰ τὴν πεδιάδα τὴν οὕτω καλουμένην Διμυλίαν τοὺς τὰ Σκυθικὰ περιβεβλημένους ἀμφία καὶ Σκυθικὰς σημαίας ἐθεάσαντο, εἰς τοὐπίσω ἀναστρέψαντες, τοὺς Σκύθας ἤδη καταλαμβάνειν ἔφασαν. ὁ δὲ παραχρῆμα ἐν τοῖς ὅπλοις ἥν. κατὰ πόδας δὲ καὶ ἕτερος ἐλθών, διενίστατο λέγων, ὡς ὄπισθεν τῶν τάγα Σκυθῶν ἐξ ἱκανοῦ διαστήματος ῾Ρωμαϊκαὶ ἀνεφάνησαν σημαῖαι καὶ στρατιῶται κατόπιν θέοντες. οἱ μὲν οὖν ταῦτα ἀπαγγέλλοντες τὸ μέντοι ἐστοχάζοντο τῆς ἀληθείας, τὸ δὲ καὶ παρεστοχάζοντο. τὸ μὲν γὰρ κατόπιν ἐλαῦνον σρτάτευμα ὡς ἀληθῶς Ῥωμαϊκὸν ἦν καὶ τοῖς σχήμασι καὶ τοῖς πράγμασι, καὶ ὁ βασιλεὺς αὐτῶν ἡγεμόνευε, τὸ δὲ προπορευόμενον καὶ Σκυθικῶς ἐσταλμένον τῆς Ῥωμαϊλῆς μὲν ἦσαν ἅπαντες στρατιᾶς, Σκυθικὰς δὲ στόλας ἠμφιέννυντο, τοῦτο μὲν καὶ οὕτως ἐσχηκότες, ὥσπερ ἦσαν ἀμφιαςάμενοι ταύτας κατὰ τὸ τοῦ αὐτοκράτορος παράγγελμα, ὀπόταν ὡς φαινόμενοι Σκύθαι τοὺς ὄντως Σκύθας ἔξηπατήκασιν, ὡς φθάσας ὁ λόγος ἐδήλωσε· τοῦτο δὲ καὶ ἀπεχρήσατο τηνικαῦτα ὀ βυσιλεὺς τῇ σκευῇ τῶν Σκυθῶν πρὸς τὴν τῶν ἡμεδαπῶν ἔξαπάτην τε καὶ φενάκην, ἵνα οἱ προεντυγχάνοντες αὐιτοῖς ὀρρωδοῖεν, ὥσπερ Σκύθαις τοῖς στρατιώταις ἡμῶν ἐμπίπτοντες, καὶ ἅμα παρέχοι στρατηγικόν τε καὶ ὕπτιον γέλωτα φόβῳ ξυμμεμιγμένον· πρινὴ γὰρ φοβηθῆναι σαφῶς, ἐθάρρουν τὸν βασιλέα κατόπιν θεώμενοι. οὕτως ἀφόβως ὁ αὐτοκράτωρ τοὺς ὑπαντῶντας ἐμορμολύττετο. ἀλλὰ πρὸς μὲν τοὺς ἀλλους ὁ φόβος ἦν ἐκ τῶν φαινομένων, ὁ δέ γε Παλαιολόγος πολυπειρίᾳ τοὺς ἅπαντας ὑπερβάλλων, καὶ εἰδὼς ὁποίως ἐστὶν Ἀλέξιος περὶ τὰς μηχανὰς ποριμώτατος, ἐγνώρισεν αὐτίκα, ὅτι Ἀλεξίου τοῦτο τὸ μηχάνημα, καὶ ἑαυτὸν τε θαρρεῖν ἀνέπειθε κω τοὺς ἄλλους ἐκέλευεν. ἤδηδ δὲ καἰ τὸ πλῆθος ἅπαν τὸ κατόπιν συνέρρωγεν, ἐκ τῶν συγγενῶν κα. τῶν καθ᾿ αἱμῶ προσηκόντων ξυγκείμενον. ἔσπευδον γάρ, ᾤοντο, φθάσαι τὸν αὐτοκράτορα κατὰ τὰ πρὸ τούτου συγκείμενα. φθᾶσαι γὰρ τοῦτον συνέθεντο μετὰ τὴν ἀπόκρεω, καθάπερ εἴρηται πρότερον, ὲν τῇ τυροφάγῳ. οὐ μὴν ἔφθησαν ἐκεῖνοι ἐξεληλυθότες τῆς πόλεως, καὶ ὁ βασιλεὺς τροπαιοῦχος ἐπάνεισι. καὶ κατὰ τοῦτο συμμἱξαντες αὐτῷ οὐκ ἂν ἐπείσθησαν, ὅτι ὁ βασιλεὺς αὐτός ἐστι τροπαιοφορῶν, οὕτω τὴν νίκην ὀξέως ἐξεργασάμενος, εἰ μὴ τὰς κεφαλὰς τῶν Σκυθῶν ἐμπεπηγμένας ἑώρων ἐπ’ ἄκρων δοράτων καὶ τοὺς ἐπιλοίπους, οἶς τὸ ξίφος οὔπω ἔξέτεμε, δεσμώτας ἠγμένους καὶ ἔξηγκωνισμένους, καὶ ἄλλον ἐπ᾿ ἄλλῳ ἀγόμενον κὼ συρόμενον. τὸ γὰρ τάχος τῆς στρατηγίας τὸ θαῦμα ἐποίει· πλὴν τοσοῦτον μανθάνω περί Γεωργίου τοῦ Παλαιολόγου, οἱ γὰρ συμπαρόντες ἡμῖν διηγοῦντο,) ὡς ἐσχετλίαζέ τε καὶ τοῦ καθυστερῆσαι τοῦ πολέμου ἑαυτὸν ἐμέμφετο καὶ ὅτι μὴ συμπαρῆν τῷ αὐτοκράτορι κλέος τοσοῦτον ἀραμένῳ ἐπὶ τῇ ἀπροσδοκήτῳ νίκῃ τῶν βαρβάρων τούτων. συμμετασχεῖν γὰρ κἀκεῖνος εὐκλείας τοσαύτης καὶ πάνυ ἐβούλετο. πέρι δὲ τοῦ αὐτοκράτορος ἐκεῖνο ἄν τις εἴποι τὸ ᾆσμα Δευτερονομίου τότε καὶ τελούμενον καὶ ὁρώμενον “πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσυνέῤῥεεν σουσι μυριάδας;" μονονουχὶ γὰρ κατ’ ἐκεῖνο καιροῦ ὁ βασιλεὺς Ἀλέξιος ,πρὸς τοσοῦτον βαρβάρων πλῆθος ἑαυτὸν ἀντικαταστήσας, τὸ βάρος ὅλον τοῦ πολέμου μέχρι καὶ τῆς νίκης αὐτῆς καλῶς διῳκονομήσατο. εἰ γάρ τις τοὺς συνόντας λογίσαιτο, γίσαιτο, ὁπόσοι τε ἦσαν καὶ ποδαποὶ, κᾀθ᾿ οὕτως ἀντιπαραβάλλοι τὰ τοῦ αὐτοκράτορος μηχανήματα καὶ τὸ τούτου πολύτροπον · μετὰ τῆς ῥώμης καὶ τολμῆς πρὸς τὸ βαρβαρικὸν πλῆθος καὶ τὴν ἰσχύν, μόνον ἂν ἐφεύροι τοῦτον τὰ τῆς νίκης καταπραξάμενον.