Ancient Greek · ~31 min
ΑΛΕΞΙΑΕΘ.
Anna Comnena, Ἀλεξιάδα 1.1-8
Not analysed yet
Οὕτως οὖν τὰ κατὰ τὸν Ἰωάννην καἰ Γρηγόριον τὸν Γαβρᾶν ὁ αὐτοκράτωρ οἰκονομήσας, ἀπάρας τῆς Φιλιππου- πόλεως, τὰ ἀναμεταξύ Δαλματίας καὶ τῆς ἡμεδαπῆς τέμπη καταλαμβάνει. καὶ τὸν οὖλον αὐχένα διαδραμὼν τοῦ οὑτωσί πως ἐγχωρίως καλουμένου Ζυγοῦ, οὐκ ἐποχούμνος, (οὐ ἐδίδου τοῦτο ἐς ἀεὶ ὁ τόπος ὀχθώδης τε καἰ χαραδρώδης ὢν καὶ συνηρεφὴς καὶ μικροῦ ἄβατος,) ἀλλὰ πεζῇ ἅπαντα διερχόμενος καὶ οἰκείοις περιαρθρῶν ὀφθαλμοῖς, μὴ διαλάθῃ τι ἀφύλακτον, δι᾿ οὖ ῥᾳδία τοῖς πολεμίοις πολλάκις ἡ δίοδος γένηται, καὶ οὗ μὲν διώρυχας ἐπιτρέπων γενέσθαι, οὖ δὲ καὶ ξυλίνους κατασκευασθῆναι πύργους καὶ πολίχνια, ἔνθα ὁ τόπος παρεῖχε, γενέσθαι διὰ πλίνθων ἢ λίθων ἐπέταττε, τὰ ἀπ’ ἀλλήλων διαστήματα καὶ τὰ μεγέθη αὐτὸς διαμετρῶν· ἔστι δ᾿ οὖ καὶ οὐρανομήκη δένδρα ῥιζοτομηθέντα κατατεθῆναι εἰς τὸ ἔδαφος διετάξατο. καὶ οὕτω τὰς τῶν πολεμίων διόδους ἀποταφρεύσας, ἐπάνεισι πρὸς τὴν μεγαλούπολιν. ἀλλ’ ὁ μὲν λόγος ῥᾳδίαν ἴσως τὴν τοιαύτην οἰκονομίαν τοῖς ἀκροαταῖς παρίστησιν· ὁπόσον δὲ τὸν ἱδρῶτα ὁ αὐτοκράτωρ τῷ τότε ὑπέστη, μαρτυροῦσι πολλοὶ τῶν τότε παρόντων καὶ εἰς ἔτι καὶ νῦν περιόντων. ἀλλ’ οὐ πολὺς παρεληλύθει καιρός, καὶ τὰ κατὰ τὸν Τζαχᾶν ἀκριβέστερον αὐτῷ ἐπηγγέλλετο, ὡς οὐδὲν τῶν συμβάντων αὐτῷ κατά τε τὴν θάλατταν καὶ τὴν ἤπειρον τῆς πρότερον γνώμης ἀπέστησαν ἀλλὰ τοῖς προσήκουσι βασιλεῦσι χρᾶται παρασημοις, βασιλέα ἑαυτὸν ὀνομάζων, καὶ τὴν Σμύρνην οἰκῶν καθαπερεὶ βασίλειά τινα στόλον εὐπρεπίζει, ἐφ’ ᾦ τάς τε νήσους αὖθις δῃώσασθαι καὶ μέχρι αὐτοῦ φθάσαι Βυζαντίου καὶ εἰς αὐτε τῳ δέ, εἰ δυνατόν, τὴν τῆς βασιλείας ἀνενεχθῆναι περιωπήν. ταῦτα ὁ αὐτοκράτωρ βεβαιούμενος ὁσημέραι, δεῖν ἔγνω μὴ ἀναπίπτειν, μηδὲ μαλακίζεσθαι πρὸς τὰ θρυλλούμενα, ἀλλὰ παρασκευάζεσθαι διὰ τοῦ ἔτι λείποντος ἐαρινοῦ καιροῦ καὶ τοῦ μετ᾿ αὐτὸν χειμῶνος κατὰ τὸ ἐπιὸν ἔαρ καρτερῶς πρὸς αὐτὸν ἀντικαταστῆναι καὶ σπεῖσαι διὰ πάσης μηχανῆς, μὴ μόνον φροῦδα τὰ ἐκείνου ἀναδεῖξαι ἅπαντα, τὰς βουλάς, τὰς ἐλπίδας, τὰς ἐγχειρήσεις, ἀλλὰ καὶ αὐτῆς ἀπελάσαι τῆς Σμύρνης καὶ ὅσα ἄλλα προφθάσας κατέσχε, τῆς ἐκείνου χειρὸς ῥύσασθαι. τοῦ χειμῶνος δὲ ἤδη παρωχηκότος, ἔπει προσμειδιῶν ἤδη τὸ ἔαρ παρῆν, μεταπεμψάμενος ἀπὸ τῆς Ἐπιδάμνου τὸν γυναικάδελφον, αὐτοῦ Ἰωάννην τὸν Δούκαν, μέγαν δοῦκα τοῦ στόλου προεχειρίσατο. καὶ ἠπειρώτας δὲ στρατὸν ἐπίλεκτον ἐπιδούς, παρεκελεύσατο αὐτὸν μὲν διὰ τῆς ἠπείρου τὴν πρὸς τὸν Τζαχᾶν πορείαν ποιεῖσθαι, τῷ δέ γε Κωνσταντίνῳ τῷ Δαλασσηνῷ τὴν τοῦ στόλου ἡγεμονίαν ἐγχείρισαι ἐντειλάμενον οὕτω τὴν ἠϊόνα παραθέειν. ἵν᾿ ἅμα τὴν Μιτυλήνην καταλαβόντες ἐξ ἀμφοῖν θαλάττης τε καὶ ἠπείρου τὸν μετὰ τοῦ Τζαχᾶ συνάψωσι πόλεμον. καταλαβὼν τοίνυν τὴν Μιτυλήνην ὁ Δούκας παραχρῆμα ξυλίνους κατεσκεύασε πύργους κω ὥσπερ ἐξ ὁρμήματός τινος ἐκεῖθεν ἀφορμῶν καρτερώτερον τοῖς βαρβάροις ἀντικαθίστατο. ὁ δὲ Τζαχᾶς τὴν τῆς Μιτυλήνης φρουρὰν τῷ ἀδελφῷ αὐτοῦ Γαλαβάτζῃ προαναθέμενος, ἔπει μὴ ἐξαρκοῦντα τοῦτον πρὸς μάχας τοιούτου ἀν- δρὸς ἐγίνωσκε, θᾶττον φθάσας καὶ πολέμου σχῆμα διατυπώσας, ξυμμίγνυται τῷ Δούκᾳ. καρτερᾶς δὲ τῆς μάχης γενομένης, ἡ νὺξ ταύτην διέλυσε. κἄκτοτε ὁ Δούκας διὰ τριττῆς σεληνιακῆς περιφορᾶς οὐκ ἐνεδίδου καθ’ ἑκάστην ἡμέραν προσβάλλων τε τοῖς τείχεσι Μιτυλήνης καὶ μέτα τοῦ Τζαχᾶ λαμπροὺς πολέμους συναίρων ἔξ ἡλίου ἀνατολῆς μέχρι δυσμῶν. καὶ οὐδὲν πλέον ἦν τῷ Δούκᾳ τοῦ τοσούτου καμάτου. ὅπερ μανθάνων ὁ αὐτοκράτωρ ἠνιᾶτο καὶ ἤσχαλλεν. ἐπερωτήσας δέ ποτε τὸν ἐκεῖθεν ἐλθόντα στρατιώτην καὶ διαγνούς, ὡς οὐδὲν ἄλλο τῷ Δούκᾳ ἢ μάχαι τε καἰ πόλεμοι, καὶ περὶ τοῦ καιροῦ ἤρετο, καθ’ ὁποίαν ὥραν αἱ μετὰ τοῦ Τζαχᾶ μάχαι συνίστανται. τοῦ δὲ περὶ αὐτὰς τὰς τοῦ ἡλίου αὐγὰς εἰρηκότος, ὁ βασιλεὺς αὖθις “καὶ τινες τῶν μαχομένων πρὸς ἀνατολὰς ἀποβλέπουσι;" καὶ ὁ στρατιώτης “τὸ ἡμέτερον" ἔφη “στράτευμα." ξυνεὶς οὖν τηνικαῦτα τὴν αἰτίαν, ὁποῖος ἐκεὶνος ἐν ἀσκέπτῳ χρόνῳ τὸ δέον εὑρίσκων, γράμμα πρὸς τὸν Δούκαν σχεδιάζει, ξυμβουλεύων ἀποστῆναι τῆς κατὰ τὰς αὐγὰς τοῦ ἡλίου μετὰ τοῦ Τζαχᾶ μάχης, καὶ μὴ ἕνα πρὸς δύο μάχεσθαι, τὰς ἡλιακὰς ἀκιῖνας δηλαδὴ καὶ αὐτὸν τὸν Τζαχᾶ· ἐπὰν δὲ ὁ ἥλιος τὸν μεσημβρινὸν κύκλον διελθὼν πρὸς δυσμὰς ἀποκλίνῃ, τηνικαῦτα προσβάλλειν τοῖς ἐναντίοις. ἐγχειρίσας οὖν τὸ γράμμα τῷ στρατιώτῃ καὶ περὶ τούτου παραγγείλας, τέλος ἀποφαντικῶς ἔφη “ἐὰν κλίἀνατολῶν νοντος τοῦ ἡλίου προσβαλεῖτε τοῖς ἐναντίοις, νικῆται παραχρῆμα ἔσεσθε.” ταῦτα τοῦ Δούκα διὰ τοῦ στρατιώτου μεμαθηκότος καὶ μηδέποτε τοῦ αὐτοκράτορος μηδὲ τὴν ἐπὶ τῷ τυχόντι παραβλεψαμένου συμβουλήν, τῇ μετ᾿ αὐτὴν κατὰ τὸ σύνηθες οἱ βάρβαροι ὁπλισάμενοι, ἐπεὶ τῶν ἀντιμάχων οὐδεὶς ἐφαίνετο, (ἠρέμουν γὰρ αἱ 'Ρωμαϊκαὶ φάλαγγες κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας,) τὴν μάχην ἀπηλπικότες κατὰ τὴν ἡμέραν ἐκείνην, αὐτοῦ που μεμενήκασιν, τὰ ὅπλα ἀποθέμενοι. ἀλλ’ ὁ Δούκας οὐκ ἠρέμει. εἰς μεσουράνημα γὰρ τοῦ ἡλίου ἤδη ἐφθακότος, αὐτός τε καὶ τὸ στρατιωτικὸν ἅπαν ἐπὶ τοῖς ὅπλοις ἦν. καὶ κλίνοντος ἤδη τοῦ ἡλίου, πολέμου τάξιν διατυπώσας, σὺν ἀλαλαγμῷ καὶ βοῇ πολλῇ αἰφνηδὸν κατὰ τῶν βαρβάρων ἴεται. οὐ μέντοι οὐδ᾿ ὁ Τζαχᾶς ἀνέτοιμος ἐφάνη. ἀλλ’ εὐθὺς καρτερῶς ὁπλισάμενος συμμαίγνυσι ταῖς 'Ρωμαϊκαῖς φάλαγξιν. πνεύσαντος δὲ τηνικαῦτα καὶ ἀνέμου σφοδροῦ καὶ ἀγχεμάχου τῆς μάχης γεγονυίας ὁ κονίσσαλος ἐς οὐρανὸν αὐτὸν ἦρτο. καὶ τὸ μέν τοι κατὰ πρόσωπον τὸν ἥλιον λάμποντα ἔχοντες, τὸ δέ τι καὶ τοῦ ἀνέμου τὰς ὄψεις διὰ τῆς κόνεως τρόπον τινὰ κατασβολοῦντος, τῶν τε 'Ρωμαίων καρτε- ρώτερον εἴπερ ποτὲ προσβαλόντων, ἡττήθησαν τὰ νῶτα δεδωκότες. καὶ οὕτω μὴ φέρων ὁ Τζαχᾶς τὴν ἔπι πλέον πολιορκίαν κὼ πρὸς τὴν ἀδιάστατον μάχην μὴ ἐξαρκῶν, τὴν περὶ εἰρήνης ἐπερωτᾷ, τοῦτο καὶ μόνον ἐξαιτούμενος, ἐκχωρηθῆναι οἱ ἀβλαβῆ τὸν πρὸς τὴν Σμύρνην ἀπόπλουν. πείθεται τούτῳ ὁ Δούκας, καὶ λαβὼν ὁμήρους δύο τῶν ἐκκρίτων σατραπῶν, ἐπεὶ κἀκεῖνος αὖθις ἄλλους ᾐτεῖτο τὸν Δούκαν, ἐφ’ ᾧ τὸν μὲν μηδένα τῶν Μιτυληναίων ἀδικῆσαι ἐξερχόμενον ἣ συνεπαγαγέσθαι ἀποπλέοντα πρὸς Σμύρνην, τὸν δὲ διατηρῆσαι αὐτὸν ἀβλαβῆ τὸν ὡς πρὸς Σμύρνην ἀπόπλουν ποιούμενον, δέδωκε τούτῳ τόν τε Εὐφορβηνὸν Ἀλέξανδρον καὶ Μανουὴλ τὸν Βουτουμίτην· ἄνδρες οὗτοι φιλοπόλεμοι τε καὶ γενναῖοι. εἶτα πίστεις ἐξ ἀλλήλων λαβόντες, ὁ μὲν ἀμεριμνίαν ἤδη εἶχε τοῦ μὴ ἐν τῷ ἐξέρχεσθαι τὸν Τζαχᾶν βλάβην τινὰ τοῖς Μιτυληναίοις ἐπαγαγεῖν, ὁ δὲ ἐν τῷ διαπερᾷν μὴ παρὰ τοῦ Ῥωμαϊκοῦ στόλου κάκωσιν ἐσχηκέναι. ἀλλ᾿ ὁ καρκίνος ὀρθῶς βαδίζειν οὐκ ἐμάνθανεν, οὐδ’ ὁ Τζαχᾶς τῆς πρότερον ἀφίστατο πονηρίας. πάντας γὰρ τοὺς Μιτυληναίους ἐπεπειρᾶτο σὺν γυναιξὶ καὶ τέκνοις ἑαυτῷ συνεπαγαγέσθαι. ἐν ὅσῳ δὲ ταῦτα ἐγένετο, ὁ Δαλασσηνὸς Κωνσταντῖνος θαλασσοκράτωρ τηνικαῦτα ὢν καὶ μήπω ἐφθακώς, κατὰ τὰ ἐντεταλμένα παρὰ τοῦ αὐτοκράτορος Δούκα εἰς ἀκρωτήριόν τι τὰς ναῦς προσορμίσας, ἐπεὶ ταῦτα μεμαθήκοι, ἐλθὼν ἠξίου τὸν Δούκαν παραχωρηθῆναί οἱ μετὰ τοῦ Τζαχᾶ συνάψαι πόλεμον. ὁ δὲ τὸν προγεγονότα εὐλαβούμενος ὅρκον, ἀνεβάλλετο τέως. ὁ δὲ Δαλασσηνὸς ἐνέκειτο λέγων, ὡς “σὺ μὲν ὀμώμοκας, ἐγὼ δ’ οὐ παρῆν· καὶ σὺ μὲν τήρει ἃς δέδωκας πίστεις ἀραγεῖς, ἐγὼ δ᾿ ὁ μήτε παρών, μήτ᾿ ὀμωμοκώς, μήτε τι τῶν συνδοξάντων ἀμφοῖν γινώσκων, ἐπαποδύσομαι πρὸς τὸν κατὰ τοῦ Τζαχᾶ πόλεμον." ἐπεὶ δ’ ὁ Τζαχὰς τὰ πρυμνήσια λύσας, ὡς εἶχε κατευθὺ Σμύρνης τὸν ἀπόπλουν ἐποιεῖτο, καταλαμβάνει τοῦτον ὁ Δαλασσηνὸς θᾶττον ἢ λόγος, κὼ παραχρῆμα προσβαλὼν ἐδίωκεν. ἀλλὰ καὶ ὁ Δούκας τὸ ἐπίλοιπον τοῦ ναυτικοῦ τοῦ Τζαχᾶ λύον τὰ πρυμνήσια ἐφθακώς, κατέσχε μὲν τὰς ναῦς καὶ τῆς βαρβαρικῆς χειρὸς τοὺς δορυαλώτους ἅπαντας καὶ τοὺς ἐν αὐτοῖς δεσμώτας αἰχμαλώτους ἐρρύσατο. ὁ δὲ Δακασσγβίςμ πολλὰ τῶν τοῦ Τζαχᾶ λῃστρικῶν πλοίων κατασχών, τοὺς ἐνόντας σὺν αὐτοῖς ἐρέταις ἀναιρεῖσθαι παρεκελεύετο. τάχα δ’ ἂν καὶ ὁ Παγὰς αὐτὸς ἑαλώκει, εἰ μὴ πανοῦργος ὢν καὶ τὸ μέλλον ὑφορώμενος, εἰς ἓν τῶν κουφοτέρων ἀκατίων μεταβὰς, διὰ τὸ ἀνύποπτον διεσώθη λαθών. στοχαζόμενος γὰρ τοῦ συμπεσόντος αὐτῷ, ἐκ τῆς ἠπείρου Τούρκους παρεσκευάκει εἰς τι ἀκρωτήριον ἑστάναι καὶ ὁρᾶν, μέχρις ἂν ἢ τὴν Σμύρνην ἀκινδύνως αὐτὸς καταλάβοι ἢ πολεμίοις περιτυχὼν πρὸς αὐτοὺς τὴν ναῦν ἐξορμίση καθάπερ εἰς τι κρησφύγετον. καἰ δὴ τοῦ σκοποῦ οὐκ ἠστόχει. ἀλλ’ ἐκεὶ τὴν ναῦν προσορμίσας, μετὰ τῶν ἀπεκδεχομένων αὐτὸν Τούρκων ἑνωθεὶς, ὡς πρὸς Σμύρνην ᾤχετο. καὶ δὴ καὶ ταύτην κατέλαβεν. ὁ δὲ Δαλασσηνὸς νικητὴς ὑποστρέψας ἑνοῦὡς τᾶι τῷ μεγάλῳ δουκί. ταὶ ὁ Δούκας τὰ κατὰ τὴν Μιτυλήνην ἀσφαλισάμενος, ἔπει καὶ ὁ Δαλασσηνὸς ἐκεῖθεν ὑπέστρεψεν, τοῦ Ῥωμαϊκοῦ στόλου πολὺ μέρος ἀφελόμενος, κατὰ τῶν παρὰ τοῦ Τζαγᾶ κατεχομένων (καὶ γὰρ ἱκανὰς ἔφθασε νήσους χειρώσασθαι) ἐξαπέστειλε. καἰ ἐξ ἐπιδρομῆς τήν τε Σάμον καί τινας ἄλλας νήσους κατασχών, ἐπανέρχεται πρὸς τὴν βασιλεύουσαν.