Ancient Greek · ~24 min
ΑΛΞΙΑΣΗ.
Anna Comnena, Ἀλεξιάδα 9.1-7
Not analysed yet
οὐ μέχρι δὲ τούτου τὰ κατὰ τὸν αὐτοκράτορα ἔστη. ἀλλ’ ἐπεὶ Θεόδωρος ὁ Γαβρᾶς ἐνδημήσας ἦν ἐν τῇ βασιλευούσῃ, γινώσκων τὸ τούτου ὀβριμοεργὸν καὶ περὶ τὰς πράξεις ὀξύ, βουλόμενος τοῦτον ἀπελάσαι τῆς πόλεως, δοῦκα Τραπεζοῦντος προὐβάλλετο, πάλαι ταύτην ἀπὸ τῶν Τούρκων ἀφελόμενον. ὥρμητο μὲν γὰρ οὗτος ἐκ Χαλδαίας καὶ τῶν ἀνωτέρω μερῶν, στρατιώτης δὲ περιφανὴς γενόμενος, ἐπί τε φρονήσει καὶ ἀνδρείᾳ ὑπερέχων ἁπάντων, μικροῦ καί μηδέποτε ἔργου ἁψάμενος καὶ ἀτυχήσας, ἀλλὰ πάντων ἀεὶ τῶν πολεμίων κρατῶν, καὶ αὐτὴν δὴ τὴν Τραπεζοῦντα ἑλὼν καὶ ὡς ἴδιον λάχος ἑαυτῷ ἀποκληρωσάμενος, ἄμαχος ἦν. τούτου τὸν υἱὸν Γρηγόριον ὁ σεβαστοκράτωρ Ἰσαάκιος ὁ Κομνηνὸς εἰς μίαν τῶν θυγατέρων αὐτοῦ εἰσῳκίσατο. ἀνήβων δὲ ἄμφω τῶν παίδων ὄντων, γαμήλια μόνα σύμφωνα ἀναμεταξὺ προέβησαν. εἶτα τὸν υἱὸν αὐτοῦ Γρηγόριον εἰς χεῖρας τοῦ σεβαστοκράτορος παραθέμενος, ἵν᾿ ὁπηνίκα νομίμου ἅψωνται οἱ παῖδες ἡλικίας, καὶ ἡ μνηστεία τελεσθῇ, αὐτὸς συνταξάμενος τῷ βασιλεῖ εἰς τὴν ἰδίαν ἐπανῄει χώραν. τῆς δὲ ὁμευνέτιδος αὐτοῦ μετ’ οὐ πολὺ τὸ κοινὸν ἀποδεδωκυίας χρέος, ἄλλην αὖθις ἐξ Ἀλανῶν ἠγάγετο εὐγενεστάτην. ἔτυχε δὲ τήν τε τοῦ σεβαστοκράτορος ὁμευνέτιν καὶ ἣν ὁ Γαβρᾶς ἔλαβε, δυοῖν ἀδελφοῖν θυγατέρας εἶναι. τούτου δήλου γεγονότος ἐπεὶ ἀπό τε τῶν νόμων ἀπό τε τῶν κανόνων ἡ τῶν παίδων ἐκωλύετο συνάφεια, διεσπάσθη τὸ τοιοῦτον συνάλλαγμα. γινώσκων δὲ ὁ βασιλεύς, ὁποῖος ὁ Γαβρᾶς στρατιώτης ἐστι καὶ ὁπόσα πράγματα συνταράττειν δύναται οὐκ ἤθελε τὸν υἱὸν αὐτοῦ Γρηγόριον, διασπασθέντος τοῦ τοιούτου συναλλάγματος, παλινδρομῆσαι πρὸς αὐτόν, ἀλλὰ κατέχειν τοῦτον εἰς τὴν βασιλεύουσαν δυεῖν ἕνεκα, ἵν᾿ ἅμα μὲν ὡς ὅμηρον αὐτὸν παρακατέχοι, ἅμα δὲ καὶ τὴν τοῦ Γαβρᾶ εὔνοιαν ἐπισπάσαιτο· κἀντεῦθεν, ἐὸν πονηρόν τι βούληται, ἀπόσχηται τοῦ τοιούτον μιᾷ γοῦν τῶν ἐμῶν ἀδελφῶν Γρηγόριον συνάψαι ἐβούλετο. διά τοι ταῦτα ὑπερετίθετο τὴν τοῦ παιδὸς ἀποστολήν. καταλαβὼν δὲ αὖθις ὁ Γαβρᾶς τὴν βασιλίδα τῶν πόλεων καὶ μηδὲν τῶν παρὰ τοῦ αὐτοκράτορος μελετωμένων συνείς ἐσκόπει τὸν ἴδιον υἱὸν λεληθότως ἀναλαβέσθαι. εἶχε δὲ τέως τὸ βεβουλευμένον ἀνέκφορον, κἂν ὁ αὐτοκράτωρ παρῃνίσσετό τι καὶ παρενέφαινε αὐτῷ περὶ τοῦ σκοπουμένου. ὁ δὲ εἴτε μὴ γνούς, εἴτε καὶ ἀκηδιάσας διὰ τὴν πρὸ μικροῦ γεγονυῖαν τοῦ τοιούτου κήδους διάζευξιν, οὐκ οἶδ᾿ ὅπως, ᾐτεῖτο τὸν υἱὸν δοθῆναί οἱ ἐπαναστρέφοντι. ὁ δὲ αὐτοκράτωρ ἀνένευε πρὸς τοῦτο. σχηματιζόμενος δὲ ὁ Γαβρᾶς ἑκοντὶ τοῦτον καταλιμπάνειν καὶ τῇ τοῦ αὐτοκράτορας τὰ κατὰ τὸ παίδιον ἀναθέσθαι γνώμῃ, ἔπει συνταξόμενος αὐτῷ ἀπαρτὶ τοῦ Βυζαντίου ἐξιέναι ἔμελλεν, ὑπεδέχθη παρὰ τοῦ σεβαστοκράτορος διὰ τὸ παρακολουθῆσαν κῆδος καὶ ἢν πρὸς αὐτὸν ἐκ ταυτησὶ τῆς αἰτίας ἔσχε συνήθειαν, ἔνθα τὸ τοῦ μεγαλομάρτυρος Φωκᾶ τέμενος ἵδρυται· προάστειόν τι τοῦτο περὶ τὴν Προποντίδα διακείμενον περικαλλές. δαψιλῶς οὖν αὐτοῦ που εὐωχηθέντες, ὁ μὲν σεβαστοκράτωρ πρὸς τὸ Βυζάντιον ἐπανῄει, ὁ δὲ τὸν υἱὸν αὐτοῦ ᾐτεῖτο παραχωρηθῆναί οἱ καὶ τῇ μετ’ αὐτὴν συνεῖναι αὐτῷ. ὁ δ’ εὐθὺς κατένευεν. ὁ δὲ πολλάκις ῥηθεὶς Γαβρᾶς, ἔπεὶ τῇ μετ᾿ αὐτὴν χωρίζεσθαι ἤδη τοῦ παιδὸς ἔμελλε, τοὺς παιδαγωγοὺς ἠξίου συνέψεσθαί οἱ μέχρι τοῦ Σωσθενίου· κεῖθι γὰρ ἔμελλε κατασκηνοῦν. οἱ δὲ κατανεύσαντες συναπῄεσαν μετ’ αὐτοῦ, κᾆθ᾿ οὕτως καὶ ἐν τῷ μέλλειν αὖθις ἐκεῖθεν ἀπαίρειν τὸ αὐτὸ τοὺς παιδαγωγοὺς ᾐτεῖτο, συνέψεσθαι τούτῳ τὸν υἱὸν καὶ μέχρι τοῦ Φάρου. οἱ δὲ ἀνένευον. ὁ δὲ σπλάγχνα τε πατρικὰ προεβάλλετο καὶ ἀποδημίαν μακρὰν καὶ ἀλλάττα συνείρων τούτοις, κατέκλασε τὰς τῶν παιδαγωγῶν καρδίας, καὶ πεισθέντες τοῖς αὐτοῦ λόγοις συνείποντο αὐτῷ. τὸν Φάρον τοίνυν καταλαβών, εἰς φῶς τὴν σκῆψιν προήγαγε. ίαι ἀναλαβόμενος τὸ παιδίον καὶ ἐμβαλὼν εἰς ὁλκάδα, τῷ τοῦ Πόντου ῥοθίῳ ἑαυτόν τε καἰ τὸν υἱὸν ἐπαφῆκε. μεμαθηκὼς δὲ τοῦτο ὁ αὐτοκράτωρ, θᾶττον ἡ λόγος δρομάδας νῆας κατ’ αὐτοῦ ἐξέπεμψεν, ἐντειλάμενος τοῖς ἀπερχομένοις τῷ μὶν Γαβρᾷ τὰς πρὸς αὐτὸν ἐγχειρίσαι γραφάς, τὸ δὲ παίδιον σπεῦσαι μετὰ τῆς· ἐκείνου γνώμης ἀναλαβέσθαι, εἰ μὴ ἄρα ἐχθρὸν τὸν αὐτοκράτορα βούλοιτο ἐσχηκέναι. καταλαμβάνουσι τοίνυν αὐτοὺς οἱ ἀπελθόντες ἔνθεν τῆς Αἰγίνου πόλεως κατὰ τὴν πόλιν τὴν οὑτωσὶ Κάραμβιν καλουμένην. καὶ δὴ τὰς βασιλικὰς ἐγχειρίσαντες γραφὰς, δι’ ὧν ὁ αὐτοκράτωρ ἐνέφαινε, μιᾷ τῶν ἐμῶν ἀδελ- φῶν τὸ παιδίον βούλεσθαι συναρμόσαι, καὶ πολλὰ ἄττα πρὸς αὐτὸν ὡμιληκότες πείθουσιν ἐκπέμψαι τὸν υἱόν. ὅνπερ θεασάμενος ὁ αὐτοκράτωρ καὶ διὰ τῶν συνήθων ἐγγράφων μόνων τάχα τὸ συνάλλαγμα ἐμπεδώσας, παιδαγωγῷ παραδέδωκεν ἑνὶ τῶν τῆς βασιλίΔος θεραπόντων, Μιχαὴλ τῷ ἐκτομίᾳ, κᾆθ᾿ οὕτω περὶ τὰ ἀνάκτορα ἐνδιατρίβοντα πολλῆς ἐπιμελείας ἠξίου, τά τε ἤθη διορθούμενος καἰ πᾶσαν παιδείαν στρατιωτικὴν ἐκδιδάσκων. ὁποῖα δὲ τὰ τῶν νέων, μὴ βουλόμε- νος ὅλως ὑποτάσσεσθαι τινι, ἠνιᾶτο, ὡς μὴ προσηκούσης δῆἐξέπεμψεν θεν ἀξιούμενος τιμῆς. δυσαρεστῶν δὲ ἅμα καὶ πρὸς τὸν παιδαγωγόν, ἐσκέπτετο πρὸς τὸν ἴδιον φοιτῆσαι πατέρα, δέον μᾶλλον εὐχαριστεῖν ἐπιμελείας τοσαύτης ἀξιούμενον. οὐ μέχρι δὲ τούτου περιίστατο τούτῳ τὸ βούλευμα, ἀλλὰ καὶ ἔργου ἥπτετο. προσελθὼν οὑν ἀνακοινοῦταί τωι τὸ ἀπόρρητον. ἦσαν δὲ ὅ τε Γεώργιος τοῦ Δεκανοῦ, Εὐστάθιος ὁ Καμύτζης καὶ Μιχαὴλ ὁ οἰνοχόος, ὃν καὶ πιγκέρνην συνήθως οἱ τῆς βασιλικῆς αὐλῆς οὀνμάζουσιν. ἄνδρες δὲ οὑτοι μαχιμώτατοί τε καὶ τῶν λίαν προσωκειωμένων τῷ βασιλεῖ. τούτων ὁ Μιχαὴλ προσελθὼν ἀπαγγέλλει πάντα πρὸς τὸν αὐτοκράτορα. ὁ δὲ οὐ πάνυ πιστεύειν ἔχων, ἀνένευε πρὸς τὰ ῥήματα. ἐπικειμένου δὲ τοῦ Γαβρὰ καὶ τὸν δρασμὸν ἐπείγοντος, οἱ εὐνούστερον πρὸς τὸν αὐτοκράτορα διακείμενοι ἔφασαν, “εἰ μὴ δι’ ὅρκου ἡμῖν τὸ βεβουλευμένον πιστώσειας, οὐ συνεψόμεθά σοι." τοῦ δὲ κατανεύσαντος, τὸν ἅγιον ἧλον, δι᾿ οὖ τὴν τοῦ ἐμοῦ σωτῆρος πλευρὰν οἱ ἄνομοι ἔνυξαν, ὑπεδείκνυον οὖ ἔκειτο, βουλευσάμενοι ἀναλαβέσθαι καἰ ἐξαγαγεῖν, ὥστε εἰς τὸν δι’ αὐτοῦ τρωθέντα ἐπωμόσασθαι. πείθεται τούτοις ὁ Γαβρᾶς, καί εἰσελθὼν ἀναλαμβάνεται λαθραίως τὸν ἅγιον ἧλον. εἶς δέ τις τῶν προκαταγγειλάντων τῷ αὐτοκράτορι τὴν βουλὴν δρομαῖος εἰσελθὼν ἔφη, ὥς “ἴδε καὶ ὁ Γαβρᾶς, καὶ ὁ ἧλος ἐγκόλπιος αὐτῷ." καὶ παραχρῆμα, ἐπισκήψαντος τοῦ αὐτοκράτορος, καὶ ὁ Γαβρᾶς εἰσήγετο, καὶ ὁ ἧλος τοῦ κόλπου εὐθὺς ἐξήγετο. ἐρωτηθεὶς δέ, ἀπήγγειλε πάντα ἐκ ψιλῆς ἐπερωτήσεως, τούς τε συνίστορας ὁμολογήσας καὶ τὰ βεβουλευμένα ἅπαντα. αὐτοῦ μὲν οὖν καταψηφισάμενος, παραδίδωσι πρὸς τὸν δοῦκα Φιλιππουπόλεως Γεώργιον τὸν Μεσοποταμίτην, ὥστε ἔμφρουρον τοῦτον τηρεῖν δεσμώτην ἐν τῇ ἀκροπόλει. Γεώργιον δὲ τὸν τοῦ Δεκανοῦ μετὰ γραμμάτων πρὸς Λέοντα τὸν Νικερίτην δοῦκα τῷ τότε τοῦ περὶ Δουνάβου τυγχάνοντα πέπομφεν, ὡς δῆθεν καὶ αὐτὸν σὺν ἐκείνῳ τὰ περὶ τὸν Δάνουβιν φυλάττειν· τὸ δὲ πᾶν, ἵνα μᾶλλον ἐκεῖνος παρὰ τοῦ Νικερίτου ἐπιτηροῖτο. ἐμφρούρους δὲ καὶ αὐτὸν Εὐστάθιον τὸν τοῦ Καμύτζη καὶ τοὺς λοιποὺς περιορισας εἶχεν.