Ancient Greek · ~14 min
ΑΛΕΞΙΑΕΘ.
Anna Comnena, Ἀλεξιάδα 2.1-8
Not analysed yet
Οὐ πολλαὶ παρῆλθον ἡμέραι, καἰ μεμαθηκὼς ἑ αὐτοκράτωρ τὴν τοῦ Καρύκη ἀποστασίαν καὶ ὅτι τὴν Κρήτην κατέσχεν, ἐκεῖθεν δὲ ὁ Ῥαψομάτης τὴν Κύπρον, μετὰ στόλου μεγάλου κατ’ αὐτῶν τὸν Δούκαν Ἰωάννην ἐξέπεμψε. καὶ καταλαβόντα δὲ τὸν Δούκαν τὴν Κάρπαθον οἱ Κρῆτες νμεμαθηκότες, ἐπεὶ οὐ πόρρω ταύτην εἶναι ἐγίνωσκον ἐπιθέμενοι τῷ Καρύκῃ, δεινὸν τὸν φόνον κατ’ αὐτοῦ ἀπειργάσαντο. καἰ οὕτω τὴν Κρήτην τῷ μεγάλῳ δουκὶ παραδεδώκασιν. κατα- σφαλισάμενος δὲ τὰ περὶ αὐτὴν ὁ Δούκας καὶ ἀποχρῶσαν δύναμιν εἰς τὴν αὐτῆς φρουρὰν καταλιπών, ἔπι· τὴν Κύπρον τὸν κατάπλουν ποιεῖται. καὶ ἅμα τῷ ταύτῃ προσκεῖλαι, ἐξ ἐφόδου τὴν Κυρήνην κατέσχεν. ὁ δὲ Ῥαψομάτης τοῦτο μεμαθηκώς, καρτερῶς ὁπλίζεται κατ’ αὐτοῦ. ἀπὸ Λευκουσίας τοιγαροῦν ἀπάρας καὶ τὰς ἀκρολοφίας τῆς Κυρήνης καταλαρών, ἐκεῖ που τὸν χάρακα ἐπήξατο, ἀναβαλλόμενος τέως τὸν πόλεμον, ὡς ἀπειροπόλεμος καὶ στρατηγικῶν τεχνασμάτων ἀδαής. χρεὼν γὰρ τούτοις ἀνετοίμοις ἐπεισπεσεῖν ὁ δὲ ἀνεβάλῥαψομμάτης λετο τέως τὴν μάχην, οὐχ ὅπως εἰς συμβολὴν πόλεμον παρασκευασθησόμενος, ὡς δῆθεν ἀνετοίμως ἔχων, (παρεσκεύαστοΒ γὰρ εὖ μάλα, καὶ εἴπερ ἐβούλετο, συνεκρότησεν ἂν αὐτίκα τὸν πόλεμον,) ἀλλ’ ὡς ἂν μηδὲ συμπλακῆναι βουλόμενος, ὥσπερ ἐν παιδιαῖς μειρακίων τὰ τοὺ πολέμου ἐπικεχειρήκει, μαλακῶς τε πρὸς αὐτοὺς διαπρεσβευόμενος κω μειλιχίοις λόγοις ἐφέλκεσθαι τούτους ὥσπερ οἰκονομούμενος. καὶ οἶμαι ἢ δι’ ἀπειρίαν πολέμων ταῦτ’ ἐποίει, (ἧν γάρ, ὡς ἔγωγε περὶ τούτου χθὲς καἰ πρώην ἡμμένος ξίφους καὶ δόρατος καὶ μηδ’ ἐπιβῆναι νᾶι ἐφ’ ἵππον εἰδώς, ἀλλ’ εἰ καὶ τύχοι ἐπιβεβηκώς, κἆν οὕτως ἐξιππάσασθαι βούλοιτο, ταραχὴν εἶχε καὶ σάλον οὕτως εἶχε περί τὴν στρατιωτικὴν ἐμπειρίαν ἀπείρως ὁ Ῥαψομάτης,) ἥ τοίνυν διὰ ταῦτα ἢ καταπλαγεὶς τὴν ψυχὴν τῷ αἰφνιδίῳ τῆς ἐφόδου τῶν βασιλικῶν στρατευμάτων, τὰς φρένας περιπεπλάνητο. ἔνθεν τοι καὶ τὸν πόλεμον μέτα τινος δυσελπιστίας ἐπιχειρήσαντι οὐκ εἰς καλὸν αὐτῷ ἀπηντήκει τὰ πράγματα. ὁ γὰρ Βουρουμίτης ὑποποιησάμενός τινας τῶν ἐκείνῳ συναραμένων, αὐτομολήσαντας τῷ ἰδίῳ συγκατέλεξε στρατεύματι. τῇ δὲ μετ’ αὐτὴν τὰς φάλαγγας στήσας ὁ Ῥαψομάτης, τὸν 20μετὰ τοῦ Δούκα ἐζήτει πόλεμον, διὰ τοῦ πρανοῦς τῆς βααδεῖ ποδὶ στείχων. ὡς δὲ τὸ μεσαίχμιον ἀμφοῖν τοῖν στρατοπέδοιν ἀπεστενοῦτο ἤδη, ἀπόμοιρά τις τῶν τοῦ Ῥαψομάτου εἰς ἑκατὸν ποσουμένη τὸν ἀριθμόν, διακριθεῖσα ὡς τάχα κατὰ τοῦ Δούκα τὰς ἡνίας ὅλας ἐνδόντες, τὰς ἀκωκὰς τῶν δοράτων ὄπισθεν στρέψαντες, προσχωροῦσιν αὐτῷ. τοῦτο θεασάμενος ὁ Ῥαψομάτης, τὰ νῶτα παραχρῆμα δίδωσιν, ὅλας ἡνίας εἰς φυγὴν χαλάσας, ὡς πρὸς τὴν Νέωσόν ἀπονενευκώς, εἰ που γένοιτό οἱ ταύτην καταλαβόντι πλοίω ἐντυχεῖν, δι’ οὖ τῇ Συρίᾳ προσορμίσας τὴν σωτηρίαν ἑαυτῷ περιποιήσαιτο. Μανουὴλ δὲ ὁ Βουτουμίτης ἐξ ὀπισθίων αὐτοῦ διώκων ἤλαυνε. ὁ δὲ ὑπ’ αὐτοῦ κατεπειγόμενος καὶ τῆς ἐλπίδος διημαρτηκώς, τῷ ἐπὶ θάτερα προσεχώρησεν ὄρει, εἰς τὸν ἐπ’ ὀνόματι τοῦ τιμίου σταυροῦ ἀνεγερθέντα πάλαι νεὼν προσπεφευγώς. ὁ δὲ Βουτουμίτης, οὗτος γὰρ τὴν αὐτοῦ διωκὴν παρὰ τοῦ Δούκα ἐπετέτραπτο,) τοῦτον αὐτοῦ που καταλαβών, λόγον ἀπαθείας αὐτῷ δίδωσι καὶ συμπαραλαβὼν ἄγει πρὸς τὸν μέγαν δοῦκα. κἀντεῦθεν πάντες τὴν Λευκουσίαν καταλαμβάνουσι. κἀκεῖθεν τὴν ὅλην νῆσον ὑπὸ τὴν ἰδίαν ὢ χεῖρα ποιησάμενοι, ἠσφαλίσαντο κατὰ τὸ ἐγχωροῦν, τῷ αὐτοκράτορι τὰ συμπεσόντα ἅπαντα διὰ γραμμάτων δηλώσαντες. ὁ δὲ βασιλεὺς ἀποδεξάμενος αὐτῶν τὸν ἀγῶνα, δεῖν ἔγνω τὰ κατὰ τὴν Κύπρον ἀσφαλίσασθαι. κριτὴν μὲν οὖν τηνικαῦτα καὶ ἐξισωτὴν τὸν Καλλιππάριον προυβάλλετο· · ἀνὴρ δὲ οὗτος τῶν ἐπισήμων, μαρτυρίαν δὲ πολλὴν δικαιοπραγίας τε καὶ ἀφιλοχρηματίας καὶ ταπεινοφροσύνης συνεπαγόμενος. ἐπεὶ δὲ καί τινος ἡ νῆσος ἐδεῖτο τοῦ ταύτην φρουρήσοντος τὸν Φιλοκάλην Εὐμάθιον, τὴν ταύτης ἀναθέμενος φρουράν στρατοπεδάρχην προεχειρίσατο ναῦς πολεμικὰς δεδωκὼς αὐτῷ κὼ ἱππότας, ἐφ’ ᾧ τὰ κατὰ τὴν· Κύπρον διά τε θαλάσσης καὶ ἠπείρου ἀσφαλίζεσθαι. ὁ μέντοι Βουτουμίτης ἀναλαβόμενος τὸν Ραψομάτην καὶ τοὺς συναποστατήσαντας αὐτῷ ἀθανάτους, ἐπάνεισι πρὸς τὸν Δούκαν. καὶ οὕτως εἴσεισι πρὸς τὴν βασιλεύουσαν.