Ancient Greek
ΑΛΕΞΙΑΣ Ι.
Anna Comnena, Ἀλεξιάδα 1.1-9
Not analysed yet
Ἐπεὶ δὲ τὴν ἐκκλησίαν ἅσπερ τι δεῦμα κακίας ὁ Νεῖλος ἐκεῖνος ἐπικλύζων πολὺν τὸν σάλον ταῖς τῶν ἁπάντων ἐνεποίει ψυχαῖς μετ’ οὐ πολὺ τῆς τῶν τοῦ Ἰταλοῦ δογμά- τῶν καθαιρέσεως ἀναφανεὶς καὶ πολλοὺς ταῖς δίναις τῆς αὐτοῦ κακοδοξίας ἐβύθισεν (ἀνὴρ δὲ οὗτος δεξιὸς μὲν τὴν ἀρετὴν ὑποκρίνασθαι οὐκ οἶδα μέν ὅθεν, τέως δ᾿ οὖν τῇ μεγαλοπόλει ἐφοίτησε καὶ ἐγγωνιάζων Θεῷ μόνῳ δῆθεν καὶ ἑαυτῷ προσανεῖχε διὰ παντὸς ταῖς ἱεραῖς βίβλοις ἐνασχολούμε- νος, ἀμύητος δέ πάσης Ἑλληνικῆς παιδείας ὢν καὶ μηδὲ καθηγητήν τινα ἐσχηκὼς ἀρχῆθεν τὸν ὑφαπλοῦντα τούτῳ τὸ τῆς θείας γραφὶς βάθος ἐνεκεκύφει μέν τοῖς τῶν ἁγίων συγγράμμασιν, ἄγευστος δὲ πάσης παιδείας λογικῆς ὢν ἐπεπλάνητο περὶ τὸν νοῦν τῶν γραφῶν, οὐκ ἀγενῆ δέ τινα χορὸν ὑποσυρόμενος ἐν μεγάλαις οἰκίαις. εἰσέδυ διδάσκαλος αὐτοχειροτόνητος, τὸ μέν τι διὰ τὴν ἐπιφαινομένην αὐτῷ ἀρετὴν καὶ τὸ κατεσκληκὸς ἐ· κεῖνο ἦθος, τὸ δέ καὶ διὰ τὴν ὑποκεκρυμμένως ἐμφαινομένην αὐτῷ τάχα γνῶσιν· ἔνθεν τοι καὶ τὴν καθ’ ὑπόστασιν ἕνωσιν τοῦ καθ’ ἡμᾶς ἀγνοήσας μυστηρίου καὶ μήθ’ ὅ τι ἐστὶν ἕνωσις ἁπλῶς συνιέναι δυνάμενος μήθ’ ὅ τι ἐστὶν ὅλως ὑπόστασις εἰδώς οὔτε διακεκριμένως ὑπόστασιν ἢ ἕνωσιν νοεῖν δυνάμενος μήτ’ αὖθις ἡνωμένως καθ’ ὑπόστασιν ἕνωσιν μήθ’ ὅπως ἐθεώθη τὸ πρόσλημμα παρὰ τῶν ἁγίων διδασκομενος, πόρρω του οντος ἐξενεχθεὶς φύσει τοῦτο θεωθῆναι ἐδόξαζεν ἀπατώμενος), οὐδὲ τοῦτο διέλαθε τὸν αὐτοκράτορα · ἀλλ᾿ ὡς ᾔσθετο τὰ περὶ τούτου ὀξύρροπον ἐπινοεῖ τὴν βοήθειαν καὶ τὸν ἄνδρα μετακαhσαμενος πολλὰ τοῦ θράσους καὶ τῆς ἀμαθίας ἐμέμφετο καὶ πολλὰ τοῦτον ἐλέγξας τὴν τε καθ᾿ ὑπόστασιν ἕνωσιν τοῦ θεανθρώπου λόγου τρανῶς ἐδίδασκε καὶ τὸν τῆς ἀντιδόσεως τρόπον παρίστα καὶ ὅπως ἐθεώθη τὸ πρόλημμα μετὰ τῆς ἄνωθεν ἐδίδασκε χάριτος. ὁ δὲ τῆς ἰδίας ψειδοδοξίας ἀπρὶξ εἴχετο καὶ πρὸς πᾶσαν κάκωσιν, στρεβλάς τε καὶ δεσμὰ καὶ ξεσμοὺς σαρκὸς ἑτοιμότατος ἦν ἢ ἀποστῆναι τοῦ μὴ θεωθῆναι φύσει διδάσκειν τὸ πρόσλημμα. εἶχε δὲ τότε καὶ πολλοὺς τῶν Ἀρμενίων ἡ μεγαλόπολις, οἶς τῆς ἀσεβείας ὑπέκκαυμα ὁ Νεῖλος ἐκεῖνος ἐγίνετο· ἐντεῦθεν διλέξεις τε συχναὶ πρὸς τὸν Τιγράνην ἐκεῖνον καὶ τὸν ᾿Αρσάκην, οὓς ἐπὶ πλέον τὰ τοῦ Νείλου δόγματα πρὸς ἀσέβειαν ἠρέθιζε. τί τὸ ἐντεῦθεν; τὴν ἀσέβειαν πολλῶν ἐπινεμομένην ψυχὰς ὁρῶν ὁ αὐτοκράτωρ καὶ ἀλλήλοις τὰ B τοῦ Νείλου καὶ τῶν ᾿Αρμενίων ἐπιπλεκόμενα καὶ ἁπανταχῆ τὸ φύσει θεωθῆναι τὸ πρόσλημμα λαμπρᾷ φωνιῇ κηρυττόμενον ἀθπουμένας τε τὰς τῶν ἁγίων πατέρων περὶ τούτου γραφὰς καὶ τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν ἀγνοουμένην σχεδὸν, στῆσαι τὴν σφοδρὰν τοῦ κακοῦ ῥύμην βουληθείς, τοὺς τῆς ἐκκλησίας λογάδας συναγαγὼν σύνοδον περὶ τούτους γενέσθαι κοινὴ συνεσκέψατο. καὶ παρῆν τηνικαῦτα ἅπαν τὸ τῶν ἀρχιερέων πλήρωμα καὶ αὐτὸς ὁ πατριάρχης Νικόλαος. καὶ ὁ Νεῖλος εἰς τὸ μέσον μετὰ τῶν Ἀρμενίων ἵστατο, καὶ τὰ τούτου ἀνεκαλύπτοντο δόγματα, καὶ ὃς λαμπρᾷ τῇ φωνῇ ταῦτα ἐδίδασκε καὶ ἰσχυρῶς αὐτῶν διὰ πλειόνων ἀντείχετο. τί τὸ ἐντεῦθεν; ἡ σύνοδος, ἵνα πολλῶν ἀπαλλάξῃ ψυχὰς τῆς διεφθαρμένης αὐτοῦ διδαχῆς, αἰωνίῳ τοῦτον καθυπέβαλεν ἀναθέματι καὶ τὴν καθ’ ὑπόστασιν ἕνωσιν κατὰ τὰς τῶν ἁγίων παραδόσεις ἐμφανέστερον ἀνεκήρυξε. μετὰ τοῦτον ἢ μᾶλλον εἰπεῖν σὺν τούτῳ καὶ ὁ Βλαχερνίτης δεδημοσίευτο ἀσεβῆ καὶ ἔκφυλα τῆς ἐκκλησίας φρονῶν, κἂν ἱερωμένος ἦν. Ἐνθουσιασταῖς γὰρ ὁμιλήσας καὶ τῆς τούτων λύμης μετασχὼν πολλούς τε ἐξαπατῶν καὶ μεγάλας τῶν ἐν τῇ μεγαλο- πόλει οἰκίας ὑπορύττων καὶ παραδιδοὺς τὰ τῆς ἀσεβείας δόγματα, ἐπεὶ πολλὰ πολλάκις μεταπεμπόμενος καὶ διδασκόμενος παρὰ τοῦ αὐτοκράτορος οἱδ’ ὅλως τῆς οἰκείας κακοδοξίας ἀφίστατο, τῇ ἐκκλησίᾳ καὶ τοῦτον ὁ αὐτοκράτωρ παρέπεμψεν. οἱ δέ ἐπὶ πλέον τοῦτον ἐξετάσαντες, ὡς ἀμετάθετον καὶ αὐτοὶ ἐγνώκεσαν, αὐτόν τε αἰωνίῳ ἀναθέματι καὶ τὰ τούτου δόγματα καθυπέβαλον.