Ancient Greek · ~11 min
ΑΛΕΞΙΑΕΘ.
Anna Comnena, Ἀλεξιάδα 10
Not analysed yet
Τοιαῦτα μὲν οὖν τὰ ἐκ τοῦ Διογενοῦς συμπεσόντα τῷ αὐτοκράτορι, παραδόξως τῆς ἀμάχου του ὑψίστου χειρὸς ῥυσαμένης τοῦτον ἐξ ὑπογυΐου κινδύνου. αὐτὸς δὲ πρὸς οὐδὲν τῶν συμπιπτόντων ἔμαλακίζετο, ἀλλὰ καὶ ὣς κατευθὺ Δαλματίας ἤλαυνε. μεμαθηκὼς δὲ ὁ Βολκάνος τὴν εἰς τὸ Λιπένιον τοῦ αὐτοκράτορος ἔλευσιν καὶ ἔπικαταλαβόντα τοῦτον θεασάμενος, καὶ πρὸς ῾Ρωμαϊκὰς παρατάξεις καὶ τὸν συνασπισμὸν ἐκεῖνον καὶ τὴν στρατηγικὴν πανοπλίαν μηδ ᾿ἀντωπῆσαι δυνάμενος, ἀποστείλας παραχρῆμα τὸ πέρι εἰρήνης ἠρώτα, ὑπισχνούμενος ἅμα καὶ αὐτοὺς τοὺς προὐπεσσχεθέντας ὁμήρους ἀποστεῖλαι καὶ μηδέν τι δεινὸν τοῦ λοιποῦ διαπράξασθαι. δέχεται τοίνυν τὸν βάρβαρον ἀσμένως ὁ αὐτοκράτωρ, ἀκηδιῶν οἷον καὶ ἀποστρεφόμενος τὴν ἐμφύλιον μάχην· κἀν γὰρ Δαλμάται ἦσαν ἀλλ’ ὅμως Χριστιανοί. ἐκεῖνος δ’ εὐθὺς τεθαρρηκὼς προσεληλύθει συνεπαγόμενος τούς τε συγγενεῖς καἰ ἐκκρίτους τῶν ζουπάνων, καὶ προθύμως ὁμήρους τοὺς αὐτοῦ ἀνεψιαδεῖς τῷ αὐτοκράτορι παραδέδωκε, τόν τε Οὔρεσιν καλούμενον καὶ Στέφανον τὸν Βολκάνον, καὶ ἐτέρους τὸν εἴκοσι ἀριθμὸν ἀποπληροῦντας. οὐ γὰρ ἐνὸν ἥν αὐτῷ ἄλλως πως τοῦ λοιποῦ διατεθήσεσθαι. ὁ δὲ αὐτοκράτωρ ὁπόσα διὰ μάχης καὶ σιδήρου ἀνύεσθαι πέφυκεν, εἰρηνικῶς διαλύσας, πρὸς τὴν βασιλεύουσαν ἐπανέστρεψεν. τοῦ μέντοι Διογενοῦς ἐκήδετο πάνυ, καὶ δακρύων ὡρᾶτο καὶ βύθιον στένων δι᾿ αὐτὸν ἐξηκούετο. πολλήν τε τὴν πέρι αὐτὸν φιλοφροσύνην ἐπεδείκνυτο, καὶ ἀνακτᾶσθαι τοῦτον ἔσπευδεν, καὶ τοῖς πλείοσι τῶν ἐς αὐτοῦ ἀφαιρεθέντων αὖθις τοῦτον ἀποκατέστησεν. αὐτὸς δὲ κατακώχιμος ὑπὸ τῆς λύπης ἂν ὦι τὴν έν μεγαλοπόλει διατριβὴν ἀποστρεφόμενος, τοῖς ἱδίοις ἀγροῖς ἐμφιλοχωρῶν ἦν, ταῖς τῶν παλαιῶν προσανέχων διόλου βίβλοις, ἄλλων ὑπαναγινωσκόντων ἀντῶ. στερούμενος γὰρ φωτός, ἑτέρων ἐχρᾶτο πρὸς τὴν ἀνάγνωσιν ὄμμασιν. ἀνὴρ δὲ οὗτος τοσοῦτος τὴν φύσιν, ὡς καὶ μὴ ὁρῶν τὰ τρὶς ὁρῶσι δυστέκμαρτα ῥᾳδίως καταλαμβάνων. πᾶσαν μὲν δὴ ἔκτοτε παιδείαν διελθὼν καὶ αὐτὴν δὴ τὴν περίκλυτον γεωμετρίαν, τὸ καινότατον, φιλοσόφων τινὶ ἐντυχὼν διὰ στερεῶν τούτῳ τὰ σχήματα παρέχειν ἐπέταττεν · ὁ δὲ τῇ τῶν χειρῶν ψηλαφήσει ἁπάντων τῶν τῆς γεωμετρίας θεωρημά- τῶν τε καἰ σχημάτων ἔσχε κατάληψιν, καθάπερ ἐκεῖνος ὁ Δίδυμος, ὃς δι’ ὀξύτητα νοῦ καὶ ἄνευ ὀμμάτων μουσικῆς καὶ γεωμετρίας εἰς ἄκρον ἐλήλυθεν, εἰ καὶ μετὰ τὴν γνῶσιν τούτων εἰς αἵρεσιν ἄτοπον συνηλάθη, τὸν νοῦν ἐκτυφλωθεὶς ὑπὸ κενοδοξίας, καθάπερ ὑπὸ πάθους τὰ ὄμματα. θαυμάζει μὲν οὖν ἅπας ταῦτα ἀκούων. ἐγὼ δὲ καὶ τεθέαμαι τὸν ἄνδρα καὶ τεθαύμακα καὶ πέρι τοιούτων λαλοῦντος ἀκήκοα · μηδ’ αὐτὴ δὲ τῶν τοιούτων παντάπασιν ἀμελέτητος οὖσα ,ἐπεγίνωσκον τοῦτον ἀκριβῆ τῶν θεωρημάτων νῶσιν ἔχοντα. εἰ δὲ καὶ πέρι λόγους ἠσχόλητο, τῆς παλαιᾶς ὅμως κατὰ τοῦ αὐτοκράτορος οὐκ ἀφίστατο μηνίδος, ἄλλα τὸν τῆς τυραννίδος λογισμὸν ὑποτυφόμενον εἶχε διόλου. καἰ μέντοι καί τισιν αὖθις τοῦ ἀπορρήτου τούτου κεκοινώνηκε λογισμοῦ, ἀφ᾿ ὡν εἷς τις τὰ βεβουλευμένα προσελθὼν προσαγγέλλει τῷ αὐτοκρότορι. μεταπεμψάμενος δὲ τὸν Διογένην, ἐπυνθάνετο πέρι ὧν τε βεβο΄λευται καὶ περὶ τῶν τίς βουλῆς αὐτῷ κεκοινωνηκότων. καὶ ἐς πάντα θᾶττον ἀνομολογήσας, παραχρῆμα συμπαθείας ἠξίωτο.