Ancient Greek · ~29 min
ΑΛΕΞΙΑΣ Ι.
Anna Comnena, Ἀλεξιάδα 2.1-9
Not analysed yet
Οὕτω μὲν οὖν ὥσπερ τις ἀγαθὸς κυβερνήτης ὁ αὐτοκράτωρ τὰς ἀλλεπαλλήλους τῶν κυμάτων ἐπιδρομὰς ὥσπερ διανηξάμενος καὶ πολλὴν ἀποκλυσάμενος ἅλμην τῆς οἰκουμένης καὶ τὰ κατὰ τὴν ἐκκλησίαν εὖ διαθέμενος ἐπ’ ἄλλ᾿ ἄττα πάλιν πελάγη πολέμων καὶ θορύβων ἐπάγεται ἀεὶ γὰρ ἕτερον ἐφ’ ἑτέρῳ προσίστατο καὶ θάλασσά φασιν ἐπὶ θαλάσσῃ καὶ ποταμὸς κακῶν ἐπὶ ποταμῷ, ὡς μηδ’ ἀναπνεῖν ἐᾶν τὸ τοῦ λόγου τὸν βασιλέα μηδ’ ἐπιμύσαι τὰ βλέφαρα. κἂν ἡμεῖς σταγόνα μικράν, εἶπεν ἄν τις εἰκότως, ἐκ του Ἀδριαντικοῦ πελάγους ἀνιμησάμεθα ὀλίγα τῶν κατ’ ἐκεῖνο καιροῖ πεπραγμένων τῷ βασιλεῖ περιγράψαντες μᾶλλον ἢ γράψαντες, ἀλλ’ ἐκεῖνος ἀντέσχε πρὸς ἅπαντα κύματά τε καὶ κλύδωνας, ἴως τὴν τῆς βασιλείας οὐριοδρομοῦσαν ναῦν εἰς λιμένας ἀκλύστοις ὁρμίσειε. καὶ τίς ἂν ἢ Δημοσθένους ἠχὼ ἢ ῥοῖζος Πολέμωνος ἢ Ὁμηρικαὶ πᾶσαι Μοῦσαι τὰ ἐκείνῳ κατωρθωμένα πρὸςἀξίαν ὑμνήσειαν; ἐγὼ δ᾿ ἂν φαίην, Οὐδ̓ ἂν αὐτὸς πάτων οὐδ’ ἂν ξύμπασα στοὰ καὶ ἀκαδημία εἰς ταὐτὸ ξυνεληλυθυῖαι προσῆκον τῆς ἐκείνου ψυχῆς ἐφιλοσόφησαν. μήπω γὰρ παυσαμένων τῶν χειμώνων ἐκείνων καὶ τῶν πολυπλόκων πολέμων μηδὲ τοῦ κλύδωνος ἀφυβρίσαντος ἕτερος χειμὼν οὐδενὸς τῶν εἰρημένων ἐλάττων αὐτῷ ἐπεγείρεται. καὶ γὰρ ἄνθρωπός τις οὐ τῶν ἐπιφανῶν, ἀλλὰ τῆς κάτω τύχης ἐκ τοῦ χάρακος ὁρμώμενος τὸν τοῦ Διογένους υἱὸν ἑαυτὸν εἶναι ἔλεγε, κἀν ἐκεῖνος φθάσας ἀνῃρέθη, ὁπηνίκα τὸν μετὰ τῶν Τούρκων κατὰ τὴν Ἀντιόχειαν πόλεμον ὁ Κομνηνὸς Ἰσαάκιος καὶ αὐτάδελφος τοῦ αὐτοκράτορος συνεκρότησεν· ὅπως δὲ τῷ λεπτομερέστερον ἐθέλοντι μανθάνειν ἐξέσται ἀπὸ τῶν τοῦ κλεινοῦ Καίσαρος συγγραμ- μάτων διεντυχεῖν. παρὰ πολλῶν μὲν οὖν ἐπιστομιζόμενος ὁ τοιοῦτος ἐπαύετο οὐδαμῶς. καὶ γὰρ ἦλθε μὲν οὗτος ἐξ ἀνατολῆς πένης τε καὶ σισυροφορῶν, πανουργότατος δέ ὢν καὶ τὸ ἦθος πολύτροπος περιενόστει τὴν πόλιν κατ’ οἴκους τε καὶ ῥυμοτομίας περὶ ἑαυτοῦ ὑψηλά τινα διαγγέλλων καὶ ὡς εἴη τοῦ προβεβασιλευκότος Διογενοῦς υἱὸς Λέων ἐκεῖνος, ὃς κατὰ τὴν Ἀντιόχειαν ὑπὸ βέλους, ὡς εἴρηται, πληγεὶς ἐτετελευτήκει. ἀναβιώσκων τοίνυν τὸν τεθνηκότα οὑτος ὁ ἀλαζὼν τοὔνομά τε τὸ ἐκείνου ἑαυτῷ περιετίθει καὶ φανερῶς ἐβασιλεία καὶ τοὺς κουφοτέρους ὑπήγετο. καὶ ἦν ἄρα καὶ τοῦτο τὸ δεινὸν ἐπιθήκη τῶν τοῦ βασιλέως συμφορῶν, ὡσπερ τι δρᾶμα ἐπιτραγῳδούσης αὐτῷ τῆς Τύχης τοῦτον τὸν κακοδαίμονα· καὶ ὥσπερ, οἶμαι οἱ τρυφῶντες μετὰ τὸν κόρον ἐπιτραγηματίζονται τῶν μελιπήκτων τινὰ προσ- φερόμενοι, οὕτω δῆτα καὶ ἡ τῶν Ῥωμαίων Τύχη πολλοῖς ἐπορχησαμένη κακοῖς καὶ διακορὴς γεγονυῖα τοῖς τοιούτοις ψευδοβασιλεῦσι τὸν βασιλέα προσέπαιζεν. ὁ μέντοι αὐτοκράτωρ κατεφρόνει τῶν λεγομένων παντάπασιν. ἐπεὶ δ’ ὁ χαρακηνὸς κἀν ταῖς ἀγυιαῖς κἀν ταῖς ἀμφόδοις ἐν παντὶ καιρῷ τοιαῦτα ληρῶν οὐκ ἐπαύετο, ἦλθε ταῦτα εἰς ἀκοὰς τῆς Ἀλεξίου τοῦ κρατοῦντος ἀδελφῆς Θεοδώρας καὶ ὁμεύνου τοῖ ἀναιρεθέντος ἐκείνου υἱοῦ τοῦ Διογενοῦς. ἡ δὲ τοὺς λήρους ἐκείνους μὴ φέροισα ἤχθετο. ἐπὶ τῇ σφαγῆ γὰρ τἀνδρὸς τὸν μονήρη βίον ἠλλάξατο τὸν ἀσκητικὸν ἀκριβέστατα μετεληλυθυῖα βίον καὶ Θεῷ μόνῳ προσανέχουσα. ὁ δέ αὐτοκράτωρ, ἐπεὶ μετὰ δευτέραν καὶ τρίτην παραίνεσιν ὁ λῆρος ἐκεῖνος οὐχ ἡσύχαζεν, ἐς Χερσῶνα τοῦτον ἀποστείλας ἔμφρουρον εἶναι παρεκελεύσατο. ἐκεῖσε δέ παραγενόμενος, νυκτὸς ἀνερχόμενος διὰ τοῦ τείχους καὶ προκύπτων, τοῖς συνήθως φοιτῶσι Κομάνοις ἐμπορίας χάριν καὶ τοῦ τὰ πρὸς χρείαν πεῖθεν κομίζεσθαι ἅπαξ καὶ δὶς ὁμιλήσας καὶ πίστεις δοὺς καὶ λαβὼν διὰ καλῳδίων νυκτὸς ἑαυτὸν δεσμήσας ἐχαλάσθη τοῦ τείχους. συμπαραλαβόντες δὲ τοῦτον οἱ Κομανοὶ πρὸς τὴν ἰδίαν ἀπῄεσαν χώραν. συναυλιζόμενος δὲ τούτοις ἐφ’ ἱκανὸν ἐς τοσοῦτον συνήλασεν, ὡς καὶ βασιλέα αὐτὸν κατονομάζειν ἤδη. οἱ δέ αἵμασιν ἀνθρώπων λαφύξαι ἱμειρόμενοι καὶ κρεῶν ἀνθρωπείων ἐμφορηθῆναι καὶ λείαν πολλὴν ἐκ τῆς ἡμεδαπῆς ἐπισυνάξαι, Πάτροκλον εὑρηκότες τοῦτον πρόφασιν κατὰ τῶν Ῥωμαίων πανστρατιᾷ χωρῆσαι ἐβουλεύοντο, ὡς δῆθεν τῷ πατρῴῳ τοῦτον ἐγκαθιδρῦσαι θρόνῳ. καὶ ἀπαιωρουμένην εἶχον τέως ταυτηνὶ τὴν βουλήν. οὐκ ἔλαθε ταῦτα τὸν αὐτοκράτορα. ἔνθεν τοι καὶ τὰς δυνάμεις ὡς δυνατὸν ἐξώπλιζέ τε καὶ πρὸς τὴν τῶν βαρβάρων μάχην ἡτοιμάζετο. τὰ γὰρ τέμπη, ἅπερ κλεισούρας ἡ ἰδιῶτις οἶδε γλῶττα καλεῖν, ὡς ἔφαμεν, φθάσας ἤδη κατωχυρώσατο. καιροῦ δέ παρεληλυθότος ἐπεὶ τὸ Παρίστριον τοὺς Κομάνους μετὰ τοῦ ψευδωνύμου καταλαβεῖν μεμαθήκοι, τοὺς τὰ πρῶτα τοῦ στρατιωτικοῦ συντάγματος φέροντας καὶ αὐτοὺς δὴ τοὺς καθ’ αἷμα καὶ ἐξ ἀγχιστείας αὐτῷ προσήκοντας συναγαγών, εἰ χρὴ κατ’ αὐτῶν ἐξιέναι ἐβουλεύετο. πάντες δέ πρὸς τοῦτο αὐτὸν ἀπεῖργον. τοίνυν αὐτὸς ἑαυτῷ πιστεύειν οὐκ εἶχεν οὔτε μὴν τοῖς οἰκείοις ἤθελε λογισμοῖς χρήσασθαι, ἀλλὰ τὸ πᾶν τῷ Θεῷ ἀναθέμενος ἐξ ἐκείνου τὴν κρίσιν ᾐτεῖτο. τοιγαροῦν ἅπαντας μετακαλεσάμενος τοῦ ἱερατικοῦ καὶ στρατιωτικοῦ καταλόγου εἰς τὴν τοῦ Θεοῦ μεγάλην ἐκκλησίαν ἑσπέρας φοιτᾷ καὶ αὐτοῦ δὴ τοῦ πατριάρχον Νικολάου παρόντος. ἔφθασε γὰρ εἰς τὸν πατριαρχικὸν ἀναβεβηκέναι θρόνον ἐπινεμήσεως παριππευούσης ἑβδό- μης ἔτους ςφABBREVβ΄ μετὰ τὴν Εὐστρατίου τοῦ Γαριδᾶ ἐν δυσὶ δὲ πυκτίοις τὴν ἐπερώτησιν περὶ τοῦ, εἰ δεῖ ἐξεληλυθότα τοῖς Κομάνοις ἐπιθέσθαι ἢ μή, ἐνσημηνάμενος τῷ κορυφαίῳ πάντων παρεκελεύσατο καταθέσθαι εἰς τὴν ἱερὰν τράπεζαν. παννύχου δέ τῆς ὑμνῳδίας τελουμένης κατὰ τὸ περίορθρον εἰσεῖσιν ὁ τεθεικὼς καὶ ἀναλαμβάνεται τὸν χάρτην καὶ ἐξαγαγὼν καὶ λύσας ἐνώπιον πάντων ὑπανεγίνωσκε. τὸ ἐνδόσιμον οὖν ἐκεῖθεν ὥσπερ ἐκ θείας ὀμφῆς ὁ αὐτοκράτωρ λαβὼν ὅλος ἐγεγόνει τῆς ἀστρατείας καὶ διὰ γραφῶν ἁπανταχόθεν ἀνεκαλεῖτο τὸ στράτευμα. καλῶς τοίνυν παρασκευασάμενος τῆς κατὰ τῶν Κομάνων ὁδοῦ εἴχετο. ἅπαν οὖν τὸ στράτευμα μετακαλεσάμενος καὶ καταλαβὼν τὴν Ἀγχίαλον τὸν μὲν ἴδιον γαμβρὸν Καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν καὶ τὸν Παλαιολόγον Γεώργιον καὶ τὸν ἀδελφιδοῦν αὐτοῦ Ἰωάννην τὸν Ταρωνίτην μεταπεμψάμενος εἰς Βερόην ἐκπέμπει, ἐφ’ ᾧ ἐπαγρυπνεῖν καὶ ἀσφάλειαν αὐτῆς τε καὶ τῶν παρακειμένων αὐτῇ ποιεῖσθαι. τοὺς δέ γε λοιποὺς τῶν ἀκρίτων διελὼν τὰ στρατεύματα καὶ ἡγεμόνας τούτων αὐτοὺς καταστήσας τὸν Δαβατηνόν, τὸν Εὐφορβηνὸν Γεώργιον καὶ Κωνσταντῖνον τὸν Οὐμπερτόπουλον εἰς φυλακὴν τῶν περὶ τὸν Ζυγὸν διακειμένων κλεισουρῶν ἐκπέπομφεν. ἐκεῖθεν δέ τὴν Χορταρέαν καταλαβών (κλεισούρα δὲ τοῦ Ζυγοῦ οὑτωσί πως ὀνομαζομένη) τὸν ὅλον περιῄει Ζυγὸν κατασκεπτόμενος, εἰ πάντα τὰ πρώην παρ’ αὐτοῦ ἐντεταλμένα οἱ τὴν τούτων οἰκονομίαν ἀναδεξάμενοι τετελέκασι καὶ εἴ τι ἡμιτελές ἢ ἐνδέον ἐστί, καὶ τοῦτο ἐπανορθώσασθαι, ὡς μὴ ῥᾳδίως διὰ τούτων ἐξεῖναι ἐξεῖναι τοῖς Κομάνοις διελθεῖν. πάντα γοῦν οἰκονομήσας κᾆθ’ οὕτως ἐκεῖθεν ὑποστρέψας περὶ τὴν Ἱερὰν καλουμένην Λίμνην τὸν χάρακα ἐπήξατο τῆς Ἀγχιάλου ἀγχοῦ διακειμένην. νυκτὸς δὲ καταλα- βόντος Πουδίλου τινὸς ἐκκρίτου τῶν βλαχῶν καὶ τὴν τῶν Κομάνων διὰ τοῦ Δανούβεως διαπεραίωσιν ἀπαγγείλαντος, δέον ἔκρινεν αὐγαζούσης τῆς ἡμέρας μετακαλεσάμενος τοὺς ἐκκρίτους τῶν συγγενῶν τε καὶ ἡγεμόνων βουλεύσασθαι ὅ τι δεῖ ποιεῖν. ἐπεὶ δέ εἰς τὴν Ἀγχίαλον πάντες παραγενέσθαι δεῖν ἔλεγον, παραχρῆμα τὸν μὲν Καντακουζηνὸν καὶ τὸν Τατίκιον εἰς τὰ καλούμενα Θέρμα ἐξαπέστειλε μετὰ καί τινων ἐθνικῶν, τοῦ τε Σκαλιαρίου τοῦ Ἐλχὰν καὶ ἑτέρων τῶν ἐκ- Κρίτων, ἐφ’ ᾦ τὴν φυλακὴν τῶν ἐκεῖσε ποιεῖσθαι μερῶν. αὐτὸς δὲ ἀπέρχεται εἰς Ἀγχίαλον. ἐπεὶ δέ πρὸς Ἀδριανούπολιν τὸ ὅρμημα τῶν Κομάνων μεμαθήκει, μεταπεμψάμενος τοὺς ἐκκρίτους τῶν Ἀδριανουπολιτῶν ἅπαντας, ὧν ὑπερέχοντες ὅ τε κατακαλῶν ὁ Ταρχανειώτης λεγόμενος καὶ Νικηφόρος ὁ υἱὸς τοῦ πάλαι τυρανήνησαντος Βρυεννίου ,καὶ αὐτὸς τυραννήσας καὶ τῶν ὀφθαλμῶν . στερηθείς, τούτοις πολλὴν τὴν τοῦ κάστρου φυλακὴν ἐνετείλατο ποιεῖσθαι καὶ τῶν Κομάνων καταλαβόντων μὴ μετὰ μικροψυχίας τὸν μετ᾿ αὐτῶν συναίρειν πόλεμον, ἀλλὰ μετὰ σκοποῦ καὶ ἐκ διαστήματος τὰς κατ᾿ ἐκείνων βολὰς ποιεῖσθαι, τὰ δὲ πλεῖστα κεκλεισμένας τὰς πύλας ἔχειν, πολλὰς ὑποσχόμενος εὐεργεσίας, εἰ τὰ προστεταγμένα τηρήσαιεν. ταῦτα μὲν οὖν πρὸς τὸν Βρυέννιον καὶ τοὺς ἄλλους ὁ αὐτοκράτωρ παρεγγυησάμενος οἷον μετὰ χρηστῶν τῶν ἐλπίδων πρὸς Ἀδριανούπολιν ἐκπέπομφε. τῷ δέ γε Κατακαλῷ τῷ Εὐφορβηνῷ Κωνσταντίνῳ διὰ γραμμάτων προσέταξεν ἀναλαβέσθαι τὸν καλούμενον Μοναστρᾶν (μιξοβάρβαρος δὲ οὗτος ἀνὴρ πολλὴν τὴν περὶ τὰ στρατιωτικὰ ἐμπειρίαν κεκτημένος) καὶ Μιχαὴλ τὸν Ἀνεμᾶν μετὰ τῶν ὑπ᾿ αὐτοὺς τεταγμένων στρατιωτῶν καὶ ἐπὰν τοὺς Κομάνους τὰς κλεισούρας διελθόντας μάθοιεν, παρέσπεσθαι ὄπισθεν αὐτῶν καὶ ἀξυμφανῶς αὐτῶν ἀποπειρᾶσθαι.