Ancient Greek · ~20 min
ΑΛΕΞΙΑΣ Γ.
Anna Comnena, Ἀλεξιάδα 10.1-3
Not analysed yet
Ταῦτα μὲν οὔτω παρὰ τοῦ βασιλέως περὶ τὸ Ἰλλυρικὸν ᾠκονόμητο, καὶ καλῶς τὰ τέως κατὰ πρόσωπον καὶ ἐν ποσὶ κείμενα τῷ Ῥομπέρτῳ κατοχυρώσας ὦπτο · ἀλλ’ τῶν κατὰ νώτων ἐκείνῳ προσισταμένων κατερρᾳθυμηκὼς ἥν. γράμματα τοίνυν πρῶτον μὲν πρὸς τὸν ἀρχηγὸν Λογγιβαρδίας Ἐρμᾶνον ἐκθέμενος ,εἶτα καὶ πρὸς τὸν πάπαν Ῥώμης, πρὸς δὲ καὶ πρὸς τὸν ἀρχιεπίσκοπον Καπύης Ἕρβιον, πρὸς τοὺς πρίγκιπας, ἔτι γε μὴν κω πρὸς ἅπαντας τοὺς ἀρχηγοὺς τῶν Κελτικῶν χωρῶν ,δώροις τε μετρίοις τούτους δεξιωσάμενος καὶ ὑποσχέσεσι πολλῶν δωρεῶν καὶ ἀξιωμάτων, πρὸς τὴν κατὰ τοῦ Ῥομπέρτου ἔχθραν ἠρέθιζεν· ὧν οἱ μὲν τῆς πρός τὸν Ῥομπέρτον φιλίας ἤδη ἀπέστησαν ,οἱ δὲ ὑπισχνοῦντο εἰ πλείονα λάβοιεν. ὑπὲρ πάντας δὲ τούτους τὸν ῥῆγα Ἀλαμανίας γινώσκων δυνάμενον πᾶν ὁ τι καὶ βούλοιτο κατὰ τοῦ Ῥομπέρτου καταπράξασθαι ,ἅπαξ καὶ δὶς γράμματα πρὸς αὐτὸν ἐκπέμψας καὶ διὰ μειλιχίων λόγων καὶ παντοίων ὑπο- σχέσεων ὑποποιησάμενος, ἔπει καταπειθῆ τοῦτον ἐγνώκει κα τῷ αὐτοῦ ὑπεῖξαι θελήματι ὑπισχνούμενον ,μεθ’ ἑτέρων αὖθις γραμμάτων τὸν Χοιροσφάκτην ἐξέπεμψε τᾶδ’ ὑπαγορευόντων. “τὰ κατὰ τὴν σὴν μεγαλοδύναμον ἐξουσίαν καλῶς ἔχειν καὶ προκόπτειν ἔπι τὸ βέλτιον, εὐχῆς ἔργον ἐστὶ τῇ βασιλείᾳ μου ,πανευγενέστατε καἰ τῷ ὄντι Χριστιανικώτατε ἀδελφέ. καὶ πῶς γὰρ οὐκ ἐξέσται τῇ τοῦ κράτους ἡμῶν θεοσεβείᾳ ἐπεύχεσθαι σοι τὰ κρείττω τε καὶ λυσιτελέστερα ,τὴν έν σοὶ καταμαθούσῃ θεοσέβειαν; ἡ γὰρ πρὸς τὴν ἡμετέραν βασιλείαν ἀδελφική σου αὕτη ῥοπὴ καὶ διάθεσις καὶ ὁ μετὰ τοῦ κακομηχάνου ἀνδρὸς συμφωνηθεὶς ἀναδεχθῆναί σοι κάματος ,ἴνα τὸν παλαμναῖον καὶ ἀλιτήριον καἰ τοῦ θεοῦ πολέμιον ναὶ τῶν Χριστιανῶν ἀξίως μετέλθῃς τῆς κακοφροσύνης αὐτοῦ πολλήν σου τὴν ἀγαθοθέλειαν τῆς ψυχῆς διαδείκνυσι, χαἰ τὸ ἔργον τοῦτο φανερὰν τὴν πληροφορίαν παρίστησι τοῦ κατὰ θεόν σου φρονήματος. τὰ δὲ κατὰ τὴν ἡμετέραν βασιλειᾶν τὰ μὲν ἄλλα ἔχει καλῶς, ἐν ἐλαχίστοις δὲ ἀστατεῖ νὼ ταράττεται τοῖς κατὰ τὸν Ῥομπέρτον κυμαινόμενα. ἀλλ’ εἴ τι δεῖ πιστεύειν τῷ θεῷ καὶ τοῖς ἐκείνου δικαίοις κρίμασι ,ταχεῖα ἥ καταστροφὴ · τοῦ ἀδικωτάτου τούτου ἀνθρώπου παρέσεται. οὐδὲ γὰρ ἀνέξεται πάντως θεὸς ῥάβδον ἁμαρτωλῶν κτὰ τῆς κληρονομίας αὐτοῦ ἔπι τοσοῦτον ἐπαφίεσθαι. τὰ ἐντοι παρὰ παρὰ τοῦ ἡμῶν ἡμῶν συμφωνηθέντα ἀποσταλῆναι τῇ μεγαλοδυνάμῳ σου ἔξουσίᾳ, αἰ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες τῶν νομισμάτων καὶ τὰ ἐκατὸν βλαττία, ἀπετάλησαν νῦν διὰ τοῦ πρωτοπροέδρου Κωνσταντίνου καὶ καεπάνω τῶν ἀξιωμάτων κατὰ τὴν ἀρεσκείαν τοῦ πιστοτάτου ρυ καὶ εὐγενεστάτου κόμητος τοῦ Βουλχάρδου. καὶ τὸ ῥηποσὸν ποσὸν τῶν ἀποσταλέντων ἀπεπληρώθη διά τε εἰργαιένου ἀργυρίου καὶ Ῥωμανάτου παλαιᾶς ποιότητος. καὶ λειουμένου τοῦ ὄρκου παρὰ τῆς εὐγενείας σου ,σταλήσονιί α' σοι καὶ αἰ ὑπόλοιποι διακόσιοι δεκαὲξ χιλιάδες τῶν καὶ ἡ ῥόγα τῶν δοθέντων εἴκοσι ἄξιωμάτων διά ῦ πιστοτάτου τῇ σῇ ἐξουσίᾳ Βαγελάρδου, ὁπηνίκα εἰς Λογβαρδίαν κατέλθῃς. ὅπως μέντοι ὀφείλει τελεσθῆναι ὁ ὅρς, προεδηλώθη πάντως τῇ εὐγενείᾳ σου ,ἀπαγγελεῖ δ’ ἔτι φέστερον καὶ ὁ πρωτοπρόδερος Κωνσταντῖνος καἰ κατεπάνω, καὶ παρὰ τοῦ κράτους ἡμῶν ἐνταλθεὶς ἔκαστον τῶν κεφαίων, ἅπερ μέλλουσι ζητηθῆναι καὶ παρὰ τοῦ γενησομένου παρὰ σοῦ ὅρκου βεβαιωθῆναι. ὁπηνίκα γὰρ ἡ συμφωνία ἀναμεταξὺ τῆς βασιλείας μου καὶ τῶν παρὰ τῆς εὐγενείας ἀποσταλέντων πρέσβεων ἐγίνετο, διεμνημονεί θησάν τινα τῶν ἀναγκαιτέρων κεφάλαια· ὄτι δὲ πέρι τούτων μὴ ἔχειν πρόσταξιν ειπον οἱ τῆς εὐγενείας σου ἄνθρωποι ,κατὰ τοῦτο καὶ ἥ βασίλεια μου τὸν ὅρκον αἰτοῖς ἀνήρτησε. τοίνυν καὶ τε- λεσθήτω ὁ ἄρκος παρὰ τῆς εὐγενείας σου ,ὡς ὁ πιστός σου Ἀλβέρτης ἐνωμότως τῇ βασιλείᾳ μου ἐβεβαίωσε, καὶ τὸ ἡμέτερον κράτος κατὰ προσθήκην ἀναγκαιοτέραν αὐτοῦ ζητεῖ. ἡ δὲ βραδυτὴς τοῦ πιστοτάτου καὶ εὐγενεστάτου σὸν κόμητος τοῦ Βουλχάρδου γέγονε διὰ τὸ τὴν βασιλείαν μου βούλεσθαι τὸν φίλτατόν μου ἀνεψιόν, τὸν υἱὸν τοῦ πανευτυχεστάτου σεβαστοκράτορος καὶ περιποθήτου αὐταδέλφου τῆι βασιλείας μου, θεαθῆναι παρ’ αὐτοῦ, ὡς ἂν ἐλθὼν ἀπαγγείλῃ σοι τὴν ἐν ἡλικίας ἁπαλῷ καταστήματι βεβηκυῖαν σύνεσιν τοῦ παιδός· τὰ γὰρ ἔξω καὶ σωματικὰ δεύτερα τίθεται λόυγου ἡ βασιλεία μου ,εἰ καὶ ἐν τούτοις πολὺ ἔχει τὸ περιούσιον. ὣ γὰρ τῇ μεγαλοπόλει ἐνδημήσας ἐθεάσατο τὸ παιδίον καὶ ὄσα εἰκὸς ὡμίλησεν, ἀπαγγελεῖ σοι ὁ πρέσβυς σου. καὶ ἐπεὶ παιδίον μὲν οὔπω ὁ θεὸς τῇ βασιλείᾳ μου ἐχαρίσατο, τόπον δέ μοι γνησίου παιδὸς ὁ φίλτατος οὐτος ἐπέχει ἀδελφιδοῦς, θεοῦ εὐδοκοῦντος, οὐδέν ἐστι τὸ κωλῦον, ἑνω- θῆναι ἡμᾶς δι’ αἵματος συγγενικοῦ, καὶ φίλα μὲν ἀλλήλοις φρονεῖν ὡς Χριστιανοῖς, οἰκειοῦσθαι δὲ καὶ τὰ ἀλλήλων ὡς συγγενεῖς ,ἴν' ἐντεῦθεν ἕκαστος δι’ ἀλλήλων δυναμούμενοι, φοβεροί τοῖς ἐναντίοις ὦμεν μετά θεοῦ. τῇ μέντοι εὐγενείᾳ σου νῦν ἀπεστάλησαν δεξιωμάτων ἕνεκεν ἐγκόλπιον χρυσοῦν μετὰ μαργαριταρίων, θήκη διάχρυσος ἔχουσα τμήματα ἔνδον διαφόρων ἁγίων, ὦν ἕκαστος διὰ τοῦ ἐφ’ ἑκάστου αὐτῶν ἐντεθέντος χαρτίου γνωρίζεται, καυκίον σαρδωνύ χιον καὶ ἐμπότης κρύος ἀστροπελέκυν δεδεμένον μετὰ χρυσαφίου καὶ ὀποβάλσαμον. μακρύναι ὁ θεὸς τὴν ζωήν σου ,πλατύναι νὼ τὰ τῆς ἐξουσίας σου ὅρια ,καὶ θείη σοι πάντας τοὺς ἐντιπίπτοντας εἰς ὀνειδισμὸν κὼ εἰς καταπάτημα. εἰρήνη εἴη τῇ ἐξουσίᾳ σου, κὼ γαλήνης ἥλιος ἐπιλάμψοι πάσῃ τῇ ὑπηκόῳ σου, κα γένοιντό σοι ἅπαντες εἰς ἀφανισμὸν οἱ ἐχθροί, ἦς ἄνωθεν κραταιᾶς ἰσχύος κατὰ πάντων σοι χαριζομένης τὸ ἄμαχον, τοσοῦτον τὸ ἀληθινὸν αὐτοῦ ὄνομα ἀγαπῶντι καὶ κατὰ τῶν ἐχθρῶν ἐκείνου τὴν χεῖρα ὁπλίζοντι."