Ancient Greek · ~16 min
ΑΛΕΞΙΑΣ Γ.
Anna Comnena, Ἀλεξιάδα 9.1-3
Not analysed yet
Ἀσπαίρουσαν δὲ οἶον κατανοῶν τὴν βασιλείαν ὁ βασιλεὺς Ἀλέξιος, (καὶ γὰρ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον Τοῦρκοι δεινῶς ἐληίζοντο, τὰ δὲ κατὰ τὴν ἑσπέραν λίαν εἰχε κακῶς ,τοῦ Ῥομπέρτου πάντα κάλων κινοῦντος ἐφ’ ᾧ τὸν προσεληλυθότα αὐτῷ ψευδώνυμον Μιχαὴλ εἰς τὰ βασίλεια εἰσάξαι· ὅπερ ἐμοὶ σκῆψις μᾶλλον δοκεῖ καὶ φιλαρχίας ἔρως, o ἀναφλέγων αὐτὸν καὶ ἠρεμεῖν τὸ παράπαν μὴ συγχωρῶν · ἔνθεν τοι καὶ Πάτροκλον πρόφασιν τὸν μοναχὸν Μιχαὴλ εὑρηκώς, τὸν τέως ὑποτυφόμενον τῆς φιλαρχίας σπινθῆρα εἰς πυρσὸν ἀνῆψε μέγαν, κα δεινῶς κατὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς ὡπλίζετο, δρόμωνάσ τε καὶ διήρεις ἑτοιμάζων καὶ τριήρεις, καί σέρμωνας καὶ φορταγωγοὺς ἑτέρας παμπληθεῖς ναῦς ἐκ τῶν παραλίων εὐτρεπίζων χωρῶν κἀκ τῆς ἠπείρου δὲ δυνάμεις πολλὰς συλλέγων εἰς τὸ προκείμενον αὐτῷ συνεπαρηγούσας ,)ἐν ἀμηχανίᾳ γοῦν ὁ γενναῖος ἐκεῖνος μεῖραξ γενόμενος καὶ μὴ ἔχων ὁποτέρωσε νεύσειεν ,ἑκάστου τῶν πολεμίων πρὸς ἑαυτὸν τὴν μάχην οἶον προαρπάζοντος, ἠνιᾶτο καὶ ἤσχαλλε. μήτε στρατιὰν ἀξιόμαχον τῆς τῶν Ῥωμαίων βασιλείας ἐχούσης, (οὐ πλείους γὰρ τῶν τριακοσίων στρατιωτῶν ἦσαν, κα τούτων ἐκ τοῦ Κώματος, ἀναλκίδων πάντῃ καὶ ἀπειροπολέ μῶν, καὶ ξενικῶν τινῶν εὐαριθμήτων βαρβάρων τῶν ἔπι τοῦ δεξιοῦ εἰωθότων κραδαίνειν ὤμου τὸ ξίφος,) μήτε σωρῶν χρημάτων τοῖς περὶ τὰ βασίλεια ταμείοις ἐναποκειμένων, δι ὤν ξυμμαχίας τινὰς ἐξ ἀλλοδαπῶν μετακαλέσοιτο. λίαν γα ἀτέχνως περί τε τὰ πολεμικὰ καὶ στρατιωτικὰ διατεθέντες οἱ |πρὸ αὐτοῦ βεβασιλευκότες, ἐν στενῷ κομιδῇ τὰ τῶν Ῥωμαίων συνήλασαν πάντα τὰ πράγματα. ἐγὼ γοῦν κὼ στρα- τιωτῶν αὐτῶν καὶ πρεσβυτέρων ἀνδρῶν ἐνίων ἀκήκοα, ὡς |οὐδεμία τῶν πόλεων ἀπ’ αἰῶνος ἐς τοσοῦτον ἀθλιότητος κα. τηχθη. εἶχεν οὖν τῷ αὐτοκράτορι δυσκόλως τὰ πράγματα, μεριζομένῳ μεριζομένῳ φροντίσι παντοδαπαῖς. ὁ δὲ γενναῖος ὢν καὶ· ἄτρεστος καὶ τὰ πολεμικὰ ἔργα ἐμπειρίαν πολλὴν κεκτημένος, ἐβούλετο ἐκ πολλοῦ κλύδωνος εἰς ἀλύπους ἀκτὰς τὴν βασιλείαν αὖθις ἐγκαθορμίσαι ,τῶν ἐπανισταμένων ἐχθρῶν εἰς ἀφρόν, θεοῦ ἀρωγῇ, διαλυομένων κυμάτων δίκην, ὁπηνίκα νίκα ταῖς πέτραις προσαράξουσι. δέον οὖν ἔγνω πάντας τοὺς κατὰ τὴν ἀνατολὴν τοπάρχας ταχὺ μετακαλέσασθαι, ὁπόσοι φρούριά τε καὶ πόλεις κατέχοντες γενναίως τοῖς Τούρκοις ἀντικαθίσταντο. εὐθὺς οὖν πρὸς ἅπαντας διαφόρους σχεδιά- ζει γραφάς ,πρός τε τὸν Δαβατηνὸν τοποτηρητὴν τηνικαῦτα τῆς κατὰ πόντον Ἡρακλείας καὶ Παφλαγονίας χρηματίζοντα, καὶ τὸν Βούρτζην τοπάρχην ὄντα Καππαδοκίας καὶ Χώματος, κὼ τοὺς λοιποὺς λογάδας, δηλώσας μὲν καὶ ὁπόσα αὐτῷ ξυμπεσόντα θεοῦ προνοίᾳ εἰς τὴν αὐτοκράτορος περιωπὴν ἀνεβίβασεν ἐξ ὑπογυίου κινδύνου παραδόξως σωθέντα, παρακελευόμενος δὲ τῶν σφετέρων χωρῶν πρόνοιαν ἱκανὴν ποιη- σαμένους ,κατασφαλίσασθαι αὐτὰς καί ἀποχρῶντας πρὸς τοῦτο στρατιώτας καταλιπεῖν, μετὰ δὲ τῶν ἐπιλοίπων εἰς τὴν Κωνσταντίνου παραγίνεσθαι, συνεπαγομένους καὶ νεολέκτους ἀκμῆτας, ὁπόσους δύναιντο. εἶτα δεῖν ἔγνω καὶ τὰ κατὰ τὸν Ῥομπέρτον, ὡς ἐνόν, προκατασφαλίσασθαι καὶ τοὺς προσρυοἄτρεστος μένους ἐκείνῳ ἀρχηγούς τε καὶ κόμητας ἀπεῖρξαι τοῦ ἐγχειρήματος. ἐπειδὴ ὁ πρὸ τοῦ τὴν πόλιν αὐτὸν κατασχεῖν πρὸς τὸν Μονομαχάτον ἀποσταλεὶς, δι' οὖ εἰς βοήθειαν αὐτὸν μετεκαλεῖτο, χρήματά τε ἐπεζήτει ἀποσταλῆναί οἱ ,γράμμα μόνον κομίζων ἧκεν αὐτῷ προφάσεις δηλοῦντα ,καθάπερ φθάσαντες ἱστορήσαμεν, δι’ ἃς δῆθεν ἔτι τοῦ Βοτανειάτου τῆς βασιλείας ἐγκρατοῦς ὄντος βοηθεῖν οὐκ ἠδύνατο · ταῦτα ἀναγνοὺς καὶ πτοηθεὶς ,μὴ μαθὼν τὴν ἀπὸ τῆς βασιλεία τοῦ Βοτανειάτου ἔκπτωσιν, προσρυῇ τῷ Ῥομπέρτῳ, ἀθύμως εἶχε παντάπασι. τοιγαροῦν μετακαλεσάμενος τὸν σύγγαμβρ αὐτοῦ Γεώργιον τὸν Παλαιολόγον πρὸς τὸ Δυρράχιον ἔξαπέ στεῖλε, πόλις δὲ τοῦτο Ἰλλυρική ,)παρακαλεσάμενος πάσῃ μηχανῇ χρήσασθαι ,ὥστε ἀμαχητὶ ἐκεῖθεν ἐξεῶσαι τὸν Μονομαχάτον, ἐπεὶ μὴ ἀποχρῶσαν εἶχε δύναμιν ,δι’ ἧς τοῦτο ἄκοντα ἐκεῖθεν ἀπελάσει· πρὸς δὲ τὰς τοῦ Ῥομπέρτου μὴ χᾶνάς ἀντιπαλαμᾶσθαι ,ὡς δύναμις. παρεκελεύσατο δὲ κα τὰς ἐπάλξεις καινοπρεπέστερον κατασκευάσαι ,ἀνήλωτα τὰ πλείω τῶν ξύλων ἐάσαντα, ἱν· εἴ που διὰ κλιμάκων συμβαίη τοὺς Λατίνους ἀνελθεῖν, ἅμα τῷ τῶν ξύλων ἐπιβῆναι περ τρέπωνται ταῦτα καὶ σὺν τούτοις καταπίπτωσιν εἰς τοὔδαφος. ναί μὴν ἀλλὰ καὶ τοῖς ἡγεμόσι τῶν παραλίων πόλεω καὶ αὐτοῖς δὴ τοῖς νησιώταις πολλὰ διὰ γραφῶν παρηγγυᾶτο μὴ ἀναπεπτωκέναι ,μηδὲ καταρρᾳθυμεῖν ὄλως, ἀλλ’ ἐγρηγορἐναι καὶ νήφειν διὰ παντὸς περιφραττομένους καὶ τὸν Ῥομπερτον καρυοοκουντας, μὴ ἐξ εφοδου τῶν παραλίων πόλεων ἐγκρατυὴς γενόμενος καὶ αὐτῶν δὴ τῶν νήσων, πράγματα ἐσύστερον τῇ βασιλείᾳ Ῥωμαίων παρέξῃ.