Ancient Greek · ~16 min
ΑΛΕΞΙΑΣ Γ.
Anna Comnena, Ἀλεξιάδα 11.1-3
Not analysed yet
Οὔτω μὲν οὖν τὰ κατὰ τὴν ἑσπέραν οἰκονομήσας ιύτὸς πρὸς τὸ κατεπεῖγον καὶ ὑπόγυιον τὸν κίνδυνον ἀπει- λοῦν ἡτοιμάζετο, ἐγκαρτερῶν ἔτι τῇ βασιλίδι τῶν πόλεων, κοπῶν ὅπως διὰ παντοίας μεθόδου τοῖς εἰς προὖπτον ἐπιἀπεστάη κειμένοις ἐχθροῖς ἀντικατασταίη. καὶ· ἔπει, ὡς ὁ λόγος q θασας ἐδήλωσε, τοὺς μὶν ἀθεωτάτους Τούρκους πέρι τὴν Προποντίδα ἑώρα ἐνδιατρίβοντας, τοῦ Σολυμᾶ τῆς ἑῴας ἁπάσης ἐξουσιάζοντος καὶ πέρι· τὴν Νίκαιαν αὐλιζομένου οὖ καὶ σουλτανίκιον ἦν, ὅπερ ἂν ἡμεῖς βασίλειον ὀνομάσαιμεν,) καὶ προνομὰς συνεχῶς ἀποστέλλοντος καὶ ληιζομένου ἅπαντα τὰ τε πέρι τὴν Βιθυνίαν διακείμενα καἰ Θυνίαν, καὶ μέχρις αὐτῆς Βοσπόρου τῆς νῦν καλουμένης Δαμάλεως ἱππηλασίας καὶ ἐπιδρομὰς ποιουμένους καὶ λείαν πολλὴν ἀφαιρουμένους καὶ μονονοὺ ὑπεράλλεσθαι καὶ ἀυτῆς ἐπιχειροῦντας τῆς θαλάττης· οὔς οἱ Βυζάντιοι ὁρῶντες ἀφόβως πάντη ἐνδιατρίβοντας έν τοῖς περὶ τὰς ἀκτὰς διακειμένοις πολιχνίοις και ἱεροῖς τεμένεσι ,μή τινος ἐκεῖθεν αὐτοὺς ἀπελαύνοντος ,ἔντρομοι διὰ παντὸς ὄντες, διηποροῦντο ὅ τι δεῖ διαπράξασθαι· ταῦτα ὁρῶν ὁ βασιλεύς ,πολλοῖς κυμαινόμενος λογισμοῖς καἰ πολλὰς λαμβάνων μεταβολὰς καὶ τροπάς ,τοῦ κρατήσαντος γίνεται λογισμοῦ καὶ, ὦς ἐνόν ,ἔργου εἴχετο. ἀφ' ὧν οὖν ἐξ ὑπογυίου συνειλοχὼς ἦν Ῥωμαίων ἀνδρῶν καί τινων ἀπὸ τοῦ Χώματος ὡρμημένων δεκάρχας προχειρισάμενος κὼ ἐν ἀκατίοις ἐνθέμενος, τοὺς μὲν ψιλοὺς τόξα καὶ ἀσπίδα φέροντας μόνον, τοὺς δὲ καἰ ἄλλως θωρήξασθαι εἰδότας κόρυσι τε καὶ ἀσπίσι καὶ δόρυσι, νύξι πέρι τὰς ἀκτὰς κω τοὺς αἰγιαλοὺς ἐρχομένους λάθρα ἐξάλλεσθαί τε καὶ τοῖς ἀθέοις εἰσπίπτειν ἐκέλευσεν ,εἴγε κατανοοῖεν μὴ πολλαπλοῦς τῆς αὐτῶν ποσότητος ἐκείνους εἶναι, κω εὐθὺς παλινοστεῖν ἕκαστος ὅθεν ἔξῄει. ἀπειροπολέμους δὲ πάντῃ γινώσκων αὐτούς ,ἐπέσκηπτεν ἀψοφητὶ τὴν τὴν εἰρεσίαν τοῖς ἐρέταις παραγγέλλειν ποιεῖσθαι, φυλαττομένους ἅω καὶ ἀπὸ τῶν ἐν ταῖς ῥωγμαῖς τῶν πετρῶν λοχώντων βαρβάρων. τούτων γοῦν ἐπί τισιν ἡμέραις οὕτω τελουμένων. κατ’ ὀλίγων τῶν πέρι τὴν θάλατταν χωρίων ἀνωτέρω ἐχώρουν οἱ βάρβαροι. ὅπερ ὁ αὐτοκράτωρ μεμαθηκώς, τοῖς ἀποσταλεῖσι παρεκελεύετο καταλαβεῖν ,ἅπερ ἐκεῖνοι πρώην κατεῖχον πολίχνια καὶ οἰκοδομήματα ,καὶ εἴσω τούτων διανυκτερεύειν· πέρι δὲ τὰς ἡλιακὰς αὐγὰς ὁπηνίκα χορταγωγίας χάριν ἢν τινος καὶ ἑτέρας χρείας τοῖς ὑπεναντίοις ξυμνσςινρι ἔξιέναι, ἀθρόον αὐτοῖς ἐπιτίθεσθαι ,καὶ εἴ τι κὰτ αὐτῶν δυνηθεῖεν ,ἀρκεῖσθαι τούτῳ, κἂν μικρὸν ᾐ, καὶ μὴ πλεῖον ζητοῦντας παρακινδυνεύειν καἰ θάρσος τοῖς ἐχθροῖς ἐν- τεῦθεν διδόναι, ἀλλ’ εὐθὺς ὑποστρέφειν καὶ εἴσω τῶν φρουρίων γίνεσθαι. οὐ πολὺ τὸ έν μέσῳ, καὶ πορρωτέρω αὖθις οἱ βάρβαροι ἐγίνοντο, ὥστε ἀποθαρρῆσαι τὸν αὐτοκράτορα τοῖς τέως πεζοῖς καὶ ἱππάσασθαι κελεῦσαι καὶ δόρυ κινεῖν καὶ πολλοὺς διαύλους ἱππασίας κατὰ τῶν ἐναντίων ποιεῖν, οὐκέτι ἐν νυκτὶ οὐδὲ λάθρα ἐμπίπτουσιν, ἀλλὰ καὶ ἡμέρας ἄρτι αὐγαζούσης. καὶ οἱ τέως δεκάρχαι πεντηκοντάρχαι γεγόνασι, καὶ οἱ πεζοὶ οἱ καὶ νυκτὸς μετὰ δέους πολλοῦ τοῖς ἐναντίοις μαχόμενοι, ἑωθινοί αὐτοῖς ἐπετίθεντο, καὶ ἡλίου ἐς μεσουράνημα φθάνοντος μετὰ θάρσους λαμπροὺς ξυνίστων πολέμους. οὔτως οὖν τοῖς μὲν εἰς τοὐπίσω προὐχώρει τὰ πράγματα, τῇ δὲ Ῥωμαίων ἀρχῇ ἀναλάμπειν κατὰ μικρὸν τὸν ὑποτυφόμενον τῆς ἐξουσίας σπινθῆρα συνέβαινεν. οὐ γὰρ ἀπὸ τῆς Βοσπόρου μόνον καὶ τῶν τῇ θαλάττῃ παρακειμένων χωρίων ὁ Κομνηὸς αὐτοὺς πόρρω που μάλα ἀπήλασεν, ἀλλὰ καἰ τῶν περὶ Βιθυνίαν καὶ Θυνίαν ἄπασαν καὶ· τῶν τῆς Νικομήδους ὁρίων ἐκδιώξας τὰ περὶ εἰρήνην ἀνέπεισε τὸν σουλτάνον μάλα θερμῶς ἐξαιτεῖσθαι. ὡς δὲ τὴν ἀκατάσχετον τοῦ Ῥομπέρτον ὁρμὴν ἐκ πολλῶν ἐβεβαιοῦτο, καὶ ὡς ἀπειροπληθεῖς συναγηοχὼς δυνάμεις ἴδη πρὸς τὴν ἠιόνα τῆς Λογγιβαρδίας ἐγγίζειν ἐπείγεται, ἄσμενος τὸν περὶ εἰρήνης δέψεται λόγον. εἰ γὰρ μηδὲ τὸν Ἡρακλέα πρὸς δύο μάχεσθαι ἐνῆν, ὡς ὁ παροιμιώδης αἰνίττεται λόγος, πολλῷ μᾶλλον νέον ἀρχηγὸν νεωστὶ διεφθορυίας ἐπιδραξάμενον ἤδη ἀρχῆς ,κάτα μικρὸν μὲν πρὸ πολλοῦ φθινούσης, εἰς τοὔσχατον δὲ ἤδη ἐληλακυίας, μὴ δυνάμεις, μὴ χρήματα κεκτημένον · προπέ- ποτο γὰρ ἅπαντα ἐν μηδενὶ χρησίμῳ καταναλωθέντα. ἔνθεν τοι καὶ τοὺς Τούρκους διὰ παντοίας μεθοδου τῆς τε Δαμάλεως λεως καὶ τῶν περὶ αὐτὴν παραλίων τόπων ἐκδιώξας, ἄμα δὲ καὶ δώροις δεξιωσάμενος, ἐξεβιάζετο εἰς εἰρῃνικὰς ἀπονεῦσαι σπονδάς, καὶ ὄρον αὐτοῖς τὸν καλούμενον Δράκοντα ποταμὸν δεδωκώς, μὴ ὑπερβαίνειν ὅλως αὐτοῦ, μήτε ποτὲ πρὸς τὰ ὄρια Βιθυνὼν ἐξορμᾷν ἔπεισεν.