Ancient Greek · ~33 min
ΑΛΕΞΙΑΣ ς.
Anna Comnena, Ἀλεξιάδα 10.1-4
Not analysed yet
Τῆς σφαγῆ, δὲ του Ἀμὴρ Σολυμᾶ κατὰ τὴν Ἀσίαν ἅπασαν διαδραμούσης, ὁπόσοι τῶν σατραπῶν πόλεις καὶ πολίχνια ἔτυχον φυλάσσοντες, ἕκαστος ὅπερ ἔτυχε φυλάσσων κάστρον κατέσχε καὶ ἰδιοποιήσατο. καὶ γὰρ ὁπηνίκα πρὸς τὸν Ἀπελχασὴμ τὴν Νικαίαν παρεδίδου φρουρεῖν έν τῷ πρὸς τὴν Ἀντιόχειαν αὐτὸν ἀπιέναι, διαφόροις σατράπαις τό τε κατὰ τὴν παραλίαν καὶ τὴν Καππαδοκίαν καὶ τὴν ἅπασαν Ἀσίαν, ὡς εἴρηται, ἀνέθετο, ὥστε ἕκαστον τὸ ἴδιον λάχος φριτρεῖν, φρουρεῖν, τὴν αὐτοῦ ἐκεῖθεν ἐπανέλευσιν ἀπεκδεχόμενον. δὲ Ἀπελχασὴμ ἀρχισατράπης τῷ τότε τῆς Νικαίας ὢν, ταύτην κατασχών, ἐν ᾗ καὶ τὸ σουλτανίκιον ἥν, καὶ τῷ ἰδίῳ ἀδελφῷ Πουλχάσῃ τῶν κατὰ τὴν Καππαδοκίαν παραχωρήσας, ἐν ἀμεριμνίᾳ τε ἦν, τὴν τοῦ σουλτανικίου ἀξίαν περιζώσασθαι οἰόμενος καὶ ἤδη ἐν χερσὶ νομίζων κατέχειν, δεινὸς γὰρ ἦν ὁ ἀνὴρ καὶ φιλοκίνδυνος,) καὶ ἀρκεῖσθαι τοῖς ἐνοῦσιν οὐκ ἤθελεν, ἀλλὰ προνομεῖς ἀποστέλλων, τὴν Βιθυνῶν ἐληΐζετο ἅπασαν καὶ μέχρις αὐτῆς Προποντίδος. τῇ γοῦν προτέρᾳ μεθόδῳ χρησάμενος ὁ αὐτοκράτωρ, τοὺς μὲν προνομεῖς ἀνέστελλε, τὸν δὲ Ἀπελχασὴμ πρὸς εἰρηνικὰς σπονδὰς συνήλαυνε. βυσσοδομεύοντα δὲ τοῦτον διαγινώσκων ἀεὶ κατ’ αὐτοῦ καἰ τὰς σπονδὰς ἀναβαλλόμενον; δεῖν ἐλογίσατο κατ’ αὐτοῦ ἀξιόμαχον ἐκπέμψαι παράταξιν τὸν Τατίκιον δέ, περί οὗ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, μετὰ δυνάμεως ἀποχρώσης πέπομφε κατὰ τῆς Νικαίας, ἐντειλάμενος αὐτῷ μετὰ νουνεχείας τοῖς ἐχθροῖς ἀντικαταστῆναι, εἰ γε τέως ἐντυχεῖν ἔξωθέν τισι γένοιτο. ἀπελθόντος δὲ τοῦ Τατικίου καὶ ἀγχοῦ τῶν τειχῶν σχῆμα παρατάξεως διατυπώσαντος διὰ τὸ μηδένα τῶν Τούρκων τηνικαῦτα παρεῖναι, ἀναπετάσαντες οἱ Τοῦρκοι εἰς διακοσίους ποσούμενοι ἀθρόως κατ’ αὐτοῦ ἐξιππάσαντο. οἱ δὲ Κέλτοι ἠσαν γὰρ ἱκανοὶ) τούτους θεασάμενοι, κατὰ πρόσ- ωπον σφοδρᾷ τῇ ῥύμῃ δόρατα μακρὰ ἐναγκαλισάμενοι κὰτ αὐτῶν ἵενται, καὶ ἱκανοὺς τρώσαντες εἴσω τοῦ κάστρου τοὺς λοιποὺς συνήλασαν. ὁ δέ γε Τατίκιος ἵστατο αὖθις ἔπι ταὐτοῦ σχήματος τῆς παρατάξεως μέχρις ἡλίου δυσμῶν. ἐπεὶ δὲ μηδεὶς ἔξω πυλῶν τῶν Τούρκων ἑωρᾶτο, ἀναποδίσας κατὰ τῴ Βασίλειαν τὸν χάρακα ἐπήξατο, δύο πρὸς τοῖς δέκα σταδίους τῆς Νικαίας ἀπέχουσαν. νυκτὸς δέ τις προσεληλυθὼς ὠῷ ἀγρότης τὸν Προσοὺχ διενίστατο μετὰ πεντήκοντα χιλιάδων ἐπικαταλαμβάνειν πάρα τοῦ νεωστὶ γεγονότος σουλτᾶν τοῦ Παργιαροὺχ ἀποσταλέντα. ταῦτα ὁ Τατίκιος καὶ δι᾿ ἑτέρων βεβαιωθείς, ἐπεὶ πρὸς τοσαῦτα πλήθη δυνάμεις τὰς ἀντικαθισταμένας οὐκ εἰχεν, ἀναλύων τὰ δόξαντα πρότερον, ἀγαπητὸν ἐλογίζετο, εἰ τὸ ὁπλιτικὸν ἅπαν σῶον διατηρήσειεν, καὶ ’μὴ πολλοστὸς πρὸς ὑπερπληθεῖς καὶ ἰσχυρωτέρους ρους μαχόμενος τὸ πᾶν ἀπολέσειεν. ἔνθεν τοι καὶ τὴν βασιλεύουσαν κατὰ νοῦν εἶχε καἰ πρὸς ταύτην ἑώρα, διὰ τῆς Νικομήδους βουλόμενος ἐπαναστρέψαι. ὁ δὲ Ἀπελχασὴμ ἄνωθεν τοῦ τείχους θεασάμενος αὐτὸν πρὸς τὴν Κωνσταντινούπολιν ἀπονενευκότα καὶ ἤδη καὶ πορευόμενον, ἐξεληλυθὼς παρείπετο, ἵνα ἐπὰν έν ἐπικαίρῳ τόπῳ τοῦτον στρατοπεδεύσαντα θεάσηται, προσβαλῇ. καταλαμβάνοντα δὲ τοῦτον τὴν Πρένετον ἐφθακώς, ξυμμίγνυσί τε αὐτῷ καὶ ἐκθύμως τὴν νυ μάχην ἀναρρήγνυσιν. ὁ δὲ Τατίκιος θᾶττον τὰς δυνάμεις εἰς πολέμου τύπον καταστησάμενος, τοῖς Κελτοῖς τὴν πρώτην κατὰ τῶν βαρβάρων ἱππασίαν καὶ τὴν τοῦ πολέμου συμβολὴν ἐπέτρεψεν. οἱ δὲ δόρατα μακρὰ ἐναγκαλισάμενοι, χαλάσαντες ὅλας ἡνίας, ὡς πῦρ κατὰ βαρβάρων ἵενται, καὶ διακόψαντες τὰς φάλαγγας τρέπουσι κατὰ κράτος. κᾀθ᾿ οὕτω πρὸς τὴν βασιλεύουσαν διὰ τῆς Βιθυνῶν ὁ Τατίκιος ἐπανέρχεται. ὁ μέντοι Ἀπελχασὴμ οὐδαμῶς ἠρεμεῖν ἤθελεν. ἐπιθυμητικῶς γὰρ εἶχε τὰ σκῆπτρα τῆς Ῥωμαίων ἀναδήσασθαι ἀρχῆς· εἰ δὲ μὴ τοῦτο, ἀλλά γε τῶν περὶ τὴν θάλατταν πάντων καὶ αὐτῶν δὴ τῶν νήσων τὴν ἐξουσίαν ἐσχηκέναι. τοιαῦτα οὖν λογιζόμενος, πρότερον μὲν λῃστρικὰς νῆας κατασκευάζειν διενοεῖτο, τὴν Κίον καταλαβών· πόλις δὲ αὕτη Βιθυνῶν παρὰ θάλατταν διακειμένη· καὶ προέβαινεν, ὡς ᾤετο, κατὰ σκοπὸν αὐτῷ, ἀπαρτιζομένων τῶν νηῶν. οὐδὲ τοῦτο τὸν αὐτοκράτορα διέλαθεν. καὶ παραχρῆμα τὰς παρατυχούσας διήρεις τε καί καὶ τριήρεις καὶ τὰ λοιπὰ τῶν ναυτικῶν ἐξοπλίσας, τὸν Βουτουμίτην δοῦκα προβαλλόμενος, κατὰ τοῦ Ἀπελχασὴμ ἀπέστειλεν, ἐπισκήψας σπεῦσαι τὰς ἡμιτελεῖς τοῦ Ἀπελχασὴμ νῆας ἐμπρῆσαι, έν ὁποίᾳ καταστάσει ταύτας εὑρήσει. ἀλλὰ καὶ, τὸν Τατίκιον μετὰ ἀποχρώσης δυνάμεως ἠπειρόθεν κατ’ αὐτοῦ ἐκπέμπει. ἀμφοτέρων οἶν τῆς πόλεως ἐξεληλυθότων, τὸν Βουτουμίτην ὁ Ἀπελχασὴμ διαπόντιον μετὰ σφοδρᾶς τῆς ῥύμης ἤδη καταλαμβάνοντα ἐθεάσατο, ἐμεμαθήκει δὲ καὶ τῶν ἐξ ἠπείρου ἐπικαταλαμβανόντων, καὶ τὸν τόπον, ἐν ᾧ ἔτυχε, μὴ συμβαλλόμενον αὐτῷ λογίζεται διὰ τὸ τραχὺ καὶ στενὸν καὶ τοῖς τοξόταις πάντη ἀκατάλληλον, ὡς μὴ ἀποχρῶντα τούτοις ἆρός τὰς κατὰ τῶν Ῥωμαίων ἱππασίας, ἀπάρας ἐκεῖθεν εἰς ἐπίκαιρον τόπον ἐβουλεύσατο τὰς δυνάμεις καταθεῖναι. καταλαμβάνει τοίνυν τόπον, παρὰ μὲν τῶν Ἁλυκὰς ὀνομαζόμενον, πάρα δὲ τῶν Κυπαρίσσιον. ἐφθακὼς δὲ ὁ Βουτουμίτης διαπόντιος, θᾶττον ἥ λόγος τᾶς τοῦ Ἀπελχασὴμ νῆας ἐνέπρησεν. τῇ δὲ μετ᾿ αὐτὴν ἐξ ἠπείρου ἐληλυθὼς καὶ ὁ Τατίκιος, έν ἐπικαίροις τὸ στράτευμα κατέθετο τόποις καὶ ἀπὸ πρωΐας μέχρι ἑσπέρας οὐκ ἐνεδίδου πὴ μὲν ἀκροβολιζόμενος, πὴ δὲ μάχας συνάπτων μετὰ τοῦ Ἀπελχασὴμ ἔπι ὅλαις πεντεκαίδεκα ἡμέραις. τοῦ δὲ Ἀπελχασὴμ μηδ’ ὅλως ἐνδιδόντος, ἀλλ’ ἰσχυρῶς ἀντικαθισταμένου, ἐκκακήσαντες οἱ Λατῖνοι, κἂν μὴ τὴν ἐκ τοῦ τόπου εἶχον βοήθειαν, ὤχλουν ὅμως τὸν Τατίκιον, ἵν’ οὔτοι καὶ μόνοι τὴν μετὰ τῶν Τούρκων ἀναδέ· ξωνται μάχην. ὁ δέ, κἀν μὴ κατὰ γνώμην τὸ πρᾶγμα ἐδόκει αὐτῷ, ἀλλὰ καθ’ ἑκάστην ὁρῶν δυνάμεις Τουρκικὰς προσχωρούσας τῷ Ἀπελχασήμ, ὑπεῖξε τῇ βουλῇ τῶν Λατίνων. καὶ περὶ ἀνατολὰς ἡλίου τὰς φάλαγγας καταστήσας, τὸν μετὰ τοῦ Ἀπελχασὴμ συνῆψε πόλεμον. πολλοὶ μὲν τῶν Τούρκων τηνικαῦτα κτείνονται, πλεῖστοι δὲ καί ἁλίσκονται, οἱ δὲ πλείους τὰ νῶτα διδόασι, μηδὲ τῶν οἰκειῶν σκευῶν φροντίδα ποιησάμενοι. καὶ αὐτὸς ὁ Ἀπελχασὴμ κατευθὺ Νικαίας ἐλάσας μόλις διασώζεται. λείαν οὖν πολλὴν ἐντεῦθεν ἀναλαβόμενοι οἱ ὑπὸ τὸν Τατίκιον, πρὸς τὴν οἰκείαν παλινοστοῦσι παρεμβολήν. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ, ὁΠοῖος ἐκεῖνος δεινὸς θηρᾶσαι ψυχὴν ἀνθρώπου καί λιθίνην μαλάξαι φύσιν, γραφὴν τηνικαῦτα ἐκτίθεται πρὸς τὸν Ἀπελχασήμ, συμβουλεύων ἀποσχέσθαι μὲν τῶν τοιούτων κενῶν ἐπιχειρημάτων καὶ μὴ εἰς ἀέρα παίειν, ἀλλὰ προσεληλυθέναι τε αὐτῷ καὶ πολλῶν καμάτων ἑαυτὸν ἀπαλλάξαι, δωρημάτων τε δαψιλῶν ἐπαπολαῦσαι καὶ τιμῆς. ὁ δὲ Ἀπελχασήμ, ἔπει καὶ τὸν Προσοὺχ ἐμάνθανε πολιορκοῦντα τὰ κατεχόμενα ὑπό τινων σατραπῶν κάστρα, ἤδη δὲ καὶ τῇ Νικαίᾳ προσπελάζειν ἐφ’ ᾦ πολιορκῆσαι ταύτην, τὴν ἀνάγκην φιλοτιμίαν, ὅ φασι, ποιησάμενος, ἅμα δὲ καὶ τῆς τοῦ βασιλέως γνώμης καταστοχασάμενος καὶ τεθαρρηκώς, τὴν μετ’ αὐτοῦ εἰρήνην ασπάζεται. τῶν δὲ ἀναμεταξὺ εἰρηνικῶν σπονδῶν τελεσθει- σῶν, μελετήσας καὶ ἕτερόν τι συνοῖσον ὁ αὐτοκράτωρ, ἐπεί οὐκ ἐνῆν ἄλλως ἀνυσθῆναι τὸ σκοπούμενον, μετακαλεῖται τοῦτον εἰς τὴν βασιλεύουσαν, ἐφ’ ᾧ καὶ χρήματα λαβεῖν καὶ τρυφῆς ἅλις ἐπαπολαῦσαι καὶ οὕτως οἴκαδε ἐπαναστρέψαι. πείθεται ὁ Ἀπελχασήμ. καἰ εἰσελθὼν εἰς τὴν βασιλεύουσαν, παντοίας ἀξιοῦται φιλοφροσύνης. ὡς δὲ τὴν Νικομήδους πόλις δὲ αὕτη μητρόπολις Βιθυνίας) κατεῖχον οἱ τῆς Νικαίας ἐξάρχοντες Τοῦρκοι, ἐκεῖθεν ὁ βασιλεὺς ἵλασαι τούτους βουλόμενος, λόμενος, παρὰ θάλατταν οἰκοδομῆσαι πολίχνιον δεῖν ἔκρινεν, ἐν ὅσῳ τὰ τῆς ἀγάπης ἤδραστο. τοιγαροῦν ἐν φορταγωγοῖς ναυσὶν ἅπαντα τὰ πρὸς χρῆσιν χρειώδη σύν αὐτοῖς οἰκοδόμοις ἐμβαλὼν ἐξαπέστειλε, τὴν τούτου οἰκοδομὴν Εὐσταθίῳ τῷ τοῦ στόλου δρουγγαρίῳ ἀναθέμενος καἰ τὸ ἀπόρρητον ἐκκαλύψας, ἐπισκήψας, εἰ τινες τῶν Τούρκων διέρχοιντο, παντοίως φιλοφρονεῖσθαι νὼ εἰς κόρον διδόντα ἐπιλαύνειν τῶν δωρεῶν, προστιθέναι δὲ τὸ μετ’ εἰδήσεως τοῦ Ἀπελχασὴμ τοῦτο οἰκοδομεῖν, εἶτα ἅπαν πλοῖον ἀπεῖρξαι τῶν τῆς Βιθυνίας παραλίων μερῶν, ὡς μὴ δῆλον αὐτῷ γενέσθαι τὸ γινόμενον. τῷ δὲ Ἀπελχασὴμ καθ’ ἑκάστην χρήματα διδούς, οὐκ ἐνεδίδου εἰς βαλανεῖά τε προτρεπόμενος καὶ ἱππηλασίας καὶ κυνηγέσια, πρὸς δὲ καὶ τὰς κατὰ τὰς λεωφόρους ἱσταμένας στήλας ἀναθεωρεῖν· ἀλλὰ κω ἱππικὁν ἀγῶνα δι’ αὐτὸν ἐνστήσασθαι τοῖς διφρηλάταις ἐκέλευσε κατὰ τὸ πάλαι τῷ μεγάλῳ Κωνσταντίνῳ οἰκοδομηθὲν θέατρον, καὶ καθ’ ἑκάστην ἐν τούτῳ παραγίνεσθαι καὶ τὰς τῶν ἵππων δο- κιμασίας ὁρᾷν ἠρέθιζεν, ἕν ἐντεῦθεν τριβομένου τοῦ καιροῦ, ἐκεχειρία τοῖς οἰκοδόμοις δίδοται. ὡς δὲ τὸ πολίχνιον ἤδη τετέλεσται καὶ πέρας τὸ σκοπούμενον ἔσχηκε, πλείοσι δωρεαῖς τοῦτον ἀμειψάμενος, τῷ σεβαστοῦ τε ἀξιώματι τιμήσας καὶ ἐπὶ πλέον τὰς συνθήκας ἐμπεδώσας, διὰ τιμῆς ἐξέπεμψεν αὐτὸν διαπόντιον. ἀγγελθείσης δὲ αὐτῷ τῆς τοῦ κά- στρου οἰκοδομῆς, κἀν ἐπὶ τῇ τούτου ἀνεγέρσει κατετέτρωτο τὴν ψυχήν, ἀλλ’ οὖν τὸν ἀγνοοῦντα ὑποκριθεὶς τὸ παράπαν ἐσίγησεν. τοιοῦτόν τι καὶ περὶ Ἀλκιβιάδους ἱστόρηται. οὕτω γὰρ κἀκεῖνος Λακεδαιμονίους ἐξηπατήκει, μὴ συγχωροῦντας ἀνοικοδομῆσαι Ἀθήνας καθαιρεθείσας ὑπὸ περσῶν. παραγγείλας γὰρ ἀνοικοδομεῖν Ἀθηναίους, ἐκεῖνος ἀπῴχετο πρεσβεύσων εἰς Λακεδαίμονα. εἶτα τῆς πρεσβείας τὸν χρόνον τρίβοντος καὶ διδόντος τὸ ἐνδόσιμον τοῖς οἰκοδομοῦσιν, μετὰ τὴν ἐξαπάτην ὅλην ἤκουσαν Λακεδαιμόνιοι τὴν οἰκοδομὴν Ἀθηνῶν. καἰ μέμνηται τῆς καλῆς ἀπάτης ταυτησὶ· καὶ ὁ Παιανιεὺς ἐνιαχοῦ τῶν λόγων αὐτοῦ. τοιοῦτον ἄρα καὶ τοὐμοῦ πατρὸς τὸ ἐπινόημα ἦν, μᾶλλον δὲ καὶ Ἀλκιβιάδους στρατηγικώτερον. ἱπποδρομίαις γὰρ καὶ τρυφαῖς τρυφαῖς τὸν βάρβαρον τοῦτον ὑποσαίνων καὶ εἰς ἡμέραν ἐξ ἡμέρας παρα- πεμπόμενος, ἔφθασεν ἀΝαρτίσας τὸ φρούριον. καὶ τηνικαῦτα τοῦ σύμπαντος τελεσθέντος ἔργου, τὸν ἄνδρα τῆς βασιλίδος ἀπέλυσε πόλεως.