Ancient Greek
ΑΛΕΞΙΑΣ ς.
Anna Comnena, Ἀλεξιάδα 9.1-5
Not analysed yet
Ὁ μέντοι αὐτοκράτωρ Ἀλέξιος τῶν παραλίων τῆς Βιθυνίας καὶ αὐτῆς Βοσπόρου καὶ τῶν ἀνωτέρω χωρῶν τοὺς Τούρκους ἀπελάσας, μετὰ τοῦ Σολυμᾶ εἰς εἰρηνικὰς ἔξεληλύθει σπονδάς, καθὼς ὁ λόγος ἀνωτέρω φθάσας ἐδήλωσε, καὶ οὕτω πρὸς τὸ Ἰλλυρικὸν τὰς ἡνίας στρέψας, τόν τε Ῥομπέρτον καὶ τὸν υἱὸν αὐτοῦ Βαΐμοῦντον πολλὰ μογήσας κατὰ κράτος ἥττησε, καὶ μεγίστης συμφορᾶς τὰ κατὰ τὴν ἑσπέραν ἐρρύσατο. κἀκεῖθεν ἐπανελθών, αὖθις τοὺς ὑπὸ τὸν Ἀπελχασὴμ Τούρκους οὐ τὴν ἕω ἁπλῶς κατατρέχοντας εὑρεν, ἀλλὰ μέχρις αὐτῆς Προποντίδος καὶ τῶν παραλίων ταύτῇ χωρίων κατεληλυθότας. ὅπως μὲν οὖν ὁ Ἀμὴρ Σολυμᾶς τῆς Νικαίας ἐξελθών, τουτονὶ τὸν Ἀπελχασὴμ φρουρὸν αὐτῇ καταλέλοιπεν, ὁ δὲ Πουζάνος παρὰ τοῦ Περσῶν σουλτᾶν τᾶν πρὸς τὴν Ἀσίαν ἐξεπέμφθη καὶ παρὰ τοῦ ἀδελφοῦ τοῦ σουλτᾶν Τουτούση ἡττηθεὶς ἀνῃρέθη, καὶ τὸν Τουτούσην μετὰ τὸ τὸν Πουζάνον ἡττῆσαι οἱ ἀνεψιαδεῖς αὐτοῦ ἀπέπνιξαν, ἀρκτέον ἤδη διηγεῖσθαι. ἀνήρ τις ἐξ Ἀρμενίας ὁρμώμενος Φιλάρετος τὴν ἐπωνυμίαν, περίβλεπτος ἐπ’ ἀνδρείᾳ καὶ φρονήσει, εἰς τὴν τοῦ δομεστικάτου ἀξίαν παρὰ τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ Διογενοῦς ἀνενεχθεὶς, καὶ τὰ συμβάντα τῷ Διογενεῖ θεασάμενος καί τὴν τῶν ὀμμάτων αῦτοῦ στέρησιν βεβαιωθεὶς, διαφερόντως τοῦτον ποθῶν, οὐκ ἔφερεν. ἀλλ’ ἀποστασίαν μελετήσας, τὴν τῆς Ἀντιοχου ἔξου- σίαν ἑαυτῷ περιεποιήσατο. καθ᾿ ἑκάστην δὲ τῶν Τούρκων ληι· ζομένων τὰ πέριξ, ἐπεὶ μὴ ἄνεσις τούτῳ ἐδίδοτο, ἐσκέψατο προσελθεῖν τοῖς Τούρκοις καὶ περιτμηθῆναι, ὡς ἔθος αὐτοῖς. ὁ δὲ υἱὸς αὐτοῦ ἐνέκειτο σφόδρα τοῦτον τῆς παραλόγου ἀνακόπτων ὁρμῆς, ἀλλ’ οὐκ εἰσηκούσθη τὰ λῴονα συμβουλεύων. περίλυπος τοίνυν γενόμενος, δι’ ἡμερῶν ὀκτὼ καταλαμβάνει τὴν Νικαίαν, καὶ προσελθὼν τῳ Ἀμὴρ Σολυμᾶ διε- γείρει τοῦτον εἰς πολιορκίαν τῆς Ἀντιοχείας, τὴν τοῦ σουλτανικίου τηνικαῦτα περιβεβλημένον ἀξίαν, καὶ πρὸς τὸν πόλεμον. τὸν κατὰ τοῦ πατρὸς παροξύνει. πείθεται τούτοις ὁ Σολυμᾶς, ἐν δὲ τῷ πρὸς Ἀντιόχειαν μέλλειν ἀπέρχεσθαι τὸν Ἀπελχασὴμ κατέλιπε φύλακα τῆς Νικαίας ὑπερέχοντα πάντων τῶν ἡγεμόνων, ἡγεμόνα τοῦτον κατονομάσας. ἐκεῖνος δὲ συνεφεπόμενον ἔχων καὶ τὸν τοῦ Φιλαρέτου υἱόν, διὰ δωδεκα νυκτῶν (διὰ τὸ ἀνύποπτον τὰς γὰρ ἡμέρας ἠρέμει) τὴν Ἀντιόχειαν, καὶ ἐξ ἐφόδου ταύτην κατέσχεν. ὲν τούτοις δὲ καὶ ὁ Χαρατικῆς λαθραίως συλᾷ τὴν Σινώπην χρυσίον ἱκανὸν καὶ χρήματα τῶν βασιλικῶν ταμιείων κεῖθι ἐναποκείμενα μεμαθηκώς. ὁ δὲ Τουτούσης τοῦ μεγάλον σουλτᾶν ἀδελφός, τῶν Ἱεροσολύμων καὶ τῆς Μεσοποταμίας ἁπάσης καὶ τοῦ Χάλεπ καὶ μέχρις αὐτοῦ τοῦ Βαγδᾶ ἐξουσιάζων καὶ τῇς Ἀντιοχείας ἀντιποιούμενος, ἐπεὶ τὸν Ἀμὴρ Σολυμᾶν ἀφηνιάζοντα ἔβλεπε καὶ τὴν τῆς Ἀντιοχείας ἀρχὴν ἑαυτῷ ῆδη περιποιούμενον, σὺν ὅλαις δυνάμεσιν ἐν μεταιχμίῳ τοῦ χαλῶ καὶ τῆς Ἀντιοχείας καταλαμβάνει. συνηντηκότος δὲ αὐτῷ τοῦ Ἀμὴρ Σολυμᾶ, πόλεμος εὐθὺς ἀναρρήγνυται μέγας, καὶ ἀγχεμάχου τῆς μάχης γεγονυίας νῶτα οἱ τοῦ Σολυμᾶ ὑποσχόντες προτροπάδην ἔφευγον. πολλὰ δὲ τούτους θαρσύνων ὁ Σολυμᾶς, ἐπεὶ τῆς φυγῆς ἀποσχέσθαι οὐκ ἔπειθεν, ὑπὲρ κεφαλῆς τὸν κίνδυνον ἐφιστάμενον ὁρῶν, παρεκκλίνας έν ἀκινδύνῳ τάχα ἐδόκει καθεστάναι καὶ κατὰ γῆς τὴν ἀσπίδα τεθεικώς, ἐπ’ αὐτῇ προσουδίσας ἐκάθητο. ἀλλ᾿ οὐ διέλαθε τοὺς ὁμοφύλους. προσεληλυθότες γὰρ αὐτῷ τινὲς τῶν σατραπῶν ἔλεγον τὸν θεῖον αὐτοῦ Τουτούσην μεταπέμπεσθαι αὐτόν. ὁ δὲ ἀνένευεν ὑφορώμενος τὸν ἐξ αὐτοῦ κίνδυνον. ἐγκειμένων δὲ τῶν σατραπῶν, ἐπεὶ οὐ πρὸς ἰσχύος αὐτῷ ἀντικαθίστασθαι ἦν οἶα μόνῳ ὄντι, τοῦ κουλεοῦ τὸ ξίφος σπασάμενος, κατὰ τῶν ἰδίων ὦσε σπλάγχνων διαμπερὲς τὸ ξίφος ἐλάσας, καὶ κακὸς κακῶς ἀπώλετο. παραχρῆμα γοῦν οἱ σωθέντες τῶν τοῦ Ἀμὴρ Σολυμᾶ δυνάμεων προσχωροῦσι τῷ Τουτούσῃ. ὁ δὲ μέγας σουλτᾶν ταῦτα μεμαθηκὼς καὶ δεδιὼς τὸν Τουτούσην ἰσχυροποιούμενον ἤδη, ἀπέστειλε πρὸς τὸν αὐτοκράτορα τὸν Σιαούς, μηνύσας αὐτῷ περὶ κήδους καὶ ὑποσχόμενος, ἐὰν τοῦτο γένηται, ἀναστεῖλαι μὲν τοὺς Τούρκους τῶν τῆς παραλίας μερῶν καὶ παραδοῦναι οἱ τὰ κάστρα κὼ ὁλοψύχως βοηθεῖν. τοῦτον θεασάμενος ὁ βασιλεὺς κω τὰς τοῦ σουλτᾶν γραφὰς ὑπαναγνούς, περὶ μὲν τοῦ κήδους οὐδένα λόγον ἐπεποίητο, τὸν δὲ Σιαοὺς νουνεχῆ ἄνδρα θεασάμενος, ἐπυνθάνετο πόθεν τε ὥρμηται καὶ τινες οἱ τούτου γονεῖς. τοῦ δὲ μητρόθεν μὲν ἐξ Ἰβήρων εἷναι λέγοντος τὸν δὲ τούτου πατέρα Τοῦρκον ἀνομολογοῦντος, πολλὴν ὁ αὐτοκράτωρ πραγματείαν ἐπεποίητο, ὥστε τοῦ θείου βαπτίσματος τοῦτον τυχεῖν. συνέθετο πρὸς τοῦτο ὁ Σιαοὺς καὶ πίστεις ἐδεδώκει τῷ αὐτοκράτορι, ὥστε μὴ παλινοστῆσαι τοῦ θείου φωτίσματος τυχῶν. καὶ ἐπεὶ ἐντεταλμένον ἦν αὐτῷ δι’ ἐγγράφου προστάξεως σουλτανικῆς, ἴν’ εἴπερ ὁ βασιλεὺς πρὸς τὸ τελέ- σαι τὸ μετ’ αὐτοῦ κῆδος προθυμηθείη, ἅπαντας τοὺς τῆς παραλίας πόλεις κατασχόντας σατράπας ἀπελάσαι ἐκεῖθεν, τὸ περὶ τούτων διαλαμβάνον σουλτανικὸν γράμμα ὑποδεικνὺς αὐτοῖς, ταύτῃ τῇ γραφῇ συγχρήσασθαι ὁ βασιλεὺς τῷ Σιαοὺς ὑπέθετο, καὶ ἐπὰν τούτους ἐκεῖθεν ἀπελάσειε, τὰς σουλτανικὰς ὑποδεικνύων γραφάς, αὖθις πρὸς τὴν βασιλεύουσαν ἐπαναστρέψαι. ὁ δὲ μάλα προθύμως τὴν Σινώπην πρότερον καταλαβὼν καὶ τὰς σουλτανικὰς ἐπιστολὰς ὑποδείξας τῷ Χα- τικῇ, ἐκεῖθεν αὐτὸν ἀπήλασεν, μηδ’ ἄχρις ἑνὸς ὀβολοῦ τῶν σιλικῶν ὑποκρατήσαντα χρημάτων. γίνεται δέ τι τοιοῦτον. ἐν τῷ τῖς Σινώπης ἐξερχέσθω αὐτὸν κατεάξας τὸ ἐπ’ ὀνόματι τῆς ὑπεραμώμου δεσποίνης ἡμῶν θεοτόκου τέμενος, δαίμονί τινι καθάπερ ἀλάστορι ἐκ θείας προνοίας παραδοθείς, ἔκειτο ἀφρίζων· καὶ οὕτως ἐκεῖθεν δαιμονιῶν ἐξεληλύθει. καἰ τὴν μέντοι κυρίαν τῆς Σινώπης ὁ Σιαοὺς Κωνσταντίνῳ τῷ Δαλασσηνῷ ἀνέθετο, ἐπ’ αὐτῷ παρὰ τοῦ βασιλέως ἀποσταλέντι, κἀν οὕτω τὰς ἄλλας πόλεις περιιὼν καί τὰς σουλτανικὰς τοῖς σατράπαις ὑποδεικνύων γραφὰς, ἐκεῖθεν ἐξήλαυνε, παραδιδοὺς πρὸς τοὺς τοῦ αὐτοκράτορος σατράπας. ταῦτα οὖν ὁ Σιαοὺς διαπραξάμενος, ὑποστρέφει πρὸς αὐτόν κἀντεῦθεν τοῦ θείου βαπτίσματος τετυχηκὼς καὶ πολλῶν δωρεῶν ἐπαπολαύσας δοὺξ Ἀγχιάλου προχειρίζεται.