Ancient Greek · ~13 min
ΑΛΕΞΙΑΣ ς.
Anna Comnena, Ἀλεξιάδα 11.1-4
Not analysed yet
Ὁ δὲ Προσοὺχ δεινὸς μετὰ δυνάμεως, ὡς ἠλπίζετομ, καταλαβών, ἐπολιόρκει τὴν Νικαίαν, καθὼς ὁ τῷ Τατικίῳ νυκτὸς προσεληλυθὼς τότε ἔλεγε. καὶ ἐπὶ μησὶ τρισὶ πολιορκῶν ταύτην οὐκ ἐνεδίδου. ὲν στενῷ δὲ κομιδῆ τὰ κατ’ αὐτοὺς οἱ ἐντὸς καὶ αὐτὸς δὲ ὁ Ἀπελχασὴμ ἑωρακότες καὶ μὴ ἐπιπλέον ἀντέχειν πρὸς τὸν Προσοὺχ δυνάμενοι, διαπεμψάμεμοι πρὸς τὸν βασιλέα νῶντο τῆς ἐξ αὐτοῦ βοηθείας τυχεῖν, κρεῖττον λέγοντες ἡγεῖσθαι δούλους αὐτοῦ ὀνομάζεσθαι ἢ τῷ Προσοὺχ δοῦναι χεῖρας. ὁ δὲ παραχρῆμα τοὺς τῶν παρατυχότων ἐκκρίτους διελών, σημαίας τε καὶ σκῆπτρα ἀργυρόηλα ἐπιδιδούς, εἰς ἀρωγὴν τούτους ἐκπέμπει. οὐ γὰρ ἄντικρυς βοηθῶν τῷ Ἀπελχασὴμ στρατιὰν ἔπεμπεν ἀλλὰ τὰ τῆς βοηθείας ἐντεῦθεν κατὰ τὸν νοῦν τοῦ αὐτοκράτορος εἰς κατάλυσιν τοῦ Ἀπελχασὴμ περιΐστατο. δύο γὰρ πρὸς ἀλλήλους μαχομένων ἐχθρῶν τῆς τῶν Ῥωμαίων ἡγεμονίας, ἴδει τῷ ἀσθενεστέρῳ συνθέσθαι, οὐχ ἕνα ἐπικρατέστερος γένηται, ἀλλ' ἵνα τὸν μὲν ἀποκρούσηται, ἀφ’ οὑ δὲ τὴν πόλιν ἐξέληται καὶ τὴν τέως μὴ οὖσαν ὑπὸ τὸν κύκλον αὐτοῦ ἰδίαν ποιήσηται, καὶ κατὰ μικρὸν ἐκ ταύτης ἑτέραν καὶ μάλα ἄλἔργον λῆν ἑλόμενος τὴν τῶν ‘Ρωμαίων ἀργὴν πλατυτέραν ποιήσηται εἰς στενὸν κομιδῆ καταστᾶσαν, καὶ μᾶλλον ἐξóτου τὸ τῶν Τούρκων δόρυ ἐπικρατέστερον γέγονεν. ἢν μὲν γὰρ ἴτε οἱ ὅροι τῆς τῶν ‘Ρωμαίων ἡγεμονίας αἰ ἀμφότεραι στῆλαι ἦσαν ἀνατολὴν καὶ δύσιν περιορίζουσαι, ἐξ ἑσπέρας μὲν αἱ τοῦ ‘Ηρακλέως ὀνομαζόμεναι, ἔξ ἕω δὲ αἱ ἀγχοῦ που ἱστάμεναι τοῦ Ἰνδικοῦ πέρατος αἰ τοῦ Διονύσου. κατὰ γὰρ πλάτος οὐκ ἐστιν εἰπεῖν ὅσον ἦν τῆς τῶν ‘Ρωμαίων βασιλείας τὰ κράτος, Αἴγυπτος καὶ Μερόη καἰ Τρωγλοδυτικὴ πᾶσα καὶ τὰ ἐγγύθεν τῆς διακεκαυμένης καὶ τὰ ἐξ ἑτέρου μέρους ἡ πολυθράλλητος Θούλη καὶ ὅσα ἔθνη βόσκει τὸ κλίμα τὸ Βόρειον, οἷς κατὰ κορυφὴν ὁ Βόρειος ἵσταται πόλος. ἀλλ’ ἐπ’ ἐκεῖνό γε τοῦ καιροῦ ἐκ μὲν ἀνατολῆς ὁ γείτων Βόσπορος ὅριον τῶν Ρωμαϊκῶν σκήπτρων ,ἐκ δὲ τῆς ἑσπέρας ἡ Ἀδριανοῦ κα- θίστατο πόλις. ἀλλ’ ὁ γε βασιλεὺς Ἀλέξιος ὡσπερ παίων χερσὶ τοὺς ἑκατέρωθεν ἐπιτιθεμένους βαρβάρους ναὶ καθάπερ ἀπὸ κέντρου τῆς Βυζαντίαις περιορχούμενος, ηὐρύνετο τὸν κύκλον τῆς βασιλείας, καὶ ἐκ μὲν ἐσπέρας τὸν Ἀδρίαντος πόντον ἔθετο ὅριον, ἐκ δὲ τῆς ἀνατολῆς Εὐφράτην καὶ Τίγρητα. καὶ εἰς τὴν προτέραν εὐδαιμονίαν τὴν βασιλείαν ἀνενεώσατο ἄν, εἰ μή γε οἱ ἐπάλληλοι ἀγῶνες καὶ οἱ πυκνοὶ πόνοι καὶ κίνδυνοι ἦν γὰρ καὶ ἀμφοτέραις ὁ αὐτοκράτωρ με- γαλοκίνδυνός τε καὶ πυκνοκίνδυνος) τοῦτον ἀπέστησαν τοῦ ὁρμήματος. ἀλλ' οὑπερ ἐξ ἀρχῆς ἔλεγον, ὅτι στρατιὰν ἀποστέλλων τῷ τῆς Νικαίας τυράννῳ Ἀπελχασήμ ,γνώμης εἶχεν οὐχ ἵν’ ἐκεῖνον ἐξέληται τοῦ κινδύνου, ἀλλ' ὅπως ἂν ἑαυτῷ τὴν νίκην περιποιήσηται · οὐ μὴν ἡ τύχη πρὸς τούτῳ συνέπνευσεν. ἔσχε γὰρ οὕτω τὰ κω αὐτούς. οἱ γὰρ ἀποστα- λέντες τὸ τοῦ κυρίου Γεωργίου ὀνομαζόμενον κατέλαβον πολίχνιον. οἱ δὲ Τοῦρκοι παραχρῆμα τὰς πύλας αὐτοῖς ἀνεπέτασαν. οἱ δὲ ἄνωθεν τῆς ἀνατολικῆς πόρτης περὶ τὰ κρήδεμνα τοῦ τείχους ἀνελθόντες ,τὰς σημαίας καὶ τὰ σκῆπτρα ἰλαδὸν κατέστησαν ἀλλαάζοντες ἅμα καὶ τὸ ἐνυάλιον συνεχῶς ἐνηχοῦντες. ὑφ’ ὦν οἱ μὶν ἔξωθεν ἐκδειματωθέντες διὰ νυκτὸς ἐκεῖθεν ῷχοντο, αὐτὸν ἐληλυθέναι τὸν αὐτοκράτορα νομίσαντες· αἰ δὲ ‘Ρωμαϊκαὶ δυνάμεις αὖθις πρὸς τὴν βασιλεύουσαν ὑπέστρεψαν. οὐ γὰρ ἦσαν ἀξιόμαχον πλῆθος πρὸς ἔφοδον περσικὴν ἐλπιζομένην ἐκ τοῦ βάθους τῆς Τουρκικῆς ἐξουσίας αὖθις ἐλεύσεσθαι.