Ancient Greek · ~15 min
ΑΛΕΞΙΑΣΖ.
Anna Comnena, Ἀλεξιάδα 10.1-5
Not analysed yet
Ὁ δὲ αὐτοκράτωρ ὑπὸ τοῦ συνέχοντος αὐτόν, ὡς ἔφην, ῥίγους βιαζόμενος, κατεκλίθη μικρὸν ἑαυτὸν ἀνακτη- ὅμως. ἀλλ’ ὅμως οὐδ᾿ οὕτως ἠρέμει, σκεπτόμενος, τι ἂν χρὴ τὴν αὔριον ποιῆσαι. προσελθὼν δ᾿ ὁ Τατράνης, (Σκύ- θὴς δὲ οὗτος ὁ ἀνὴρ πολλάκις αὐτομολήσας πρὸς τὸν αὐτοκράτορα καὶ παλινδρομήσας αὖθις οἴκαδε ναί τοσαυτάκις παρ’ αὐτοῦ συμπαθείας ἀξιωθεὶς καὶ πολὺν τὸν πόθον εἰς αὐτὸν διὰ τὴν τοσαύτην ἀνεξικακίαν ἐσχηκὼς,) τὰ ὑπὲρ αὐτοῦ ὅλῃ ψυχῇ καὶ φρονῶν καὶ πραγματευόμενος ἔφη· “ἐλπίς ἐστί μοι, βασιλεῦ, κατὰ τὴν αὔριον τοὺς Σκύθας κυκλῶσαι ἡμᾶς καὶ οὕτω τὸν μεθ’ ἡμῶν ἀναζητῆσαι πόλεμον. χρὴ τοίνυν προλαβόντας ἔξω τῶν τειχῶν αὐγαζούσης ἡμέρας παρατάξασθαι." ἐπαινέσας δὲ τοῦτον ὁ βασιλεὺς καὶ ἀποδεξάμενος τῆς βουλῆς, συνέθετο ἡλίου ἀνίσχοντος πέρας ταύτην λαβεῖν. ὁ δὲ ταῶ εἰπών ἀπελθὼν τοιαῦτα πρὸς τοὺς ἡγεμόνας ἀπεστομάτισε τῶν Σκυθῶν· “μὴ ἐπαίρεσθε διὰ τὰς προγεγενημένας ἥττας τοῦ αὐτοκράτορος, μηδὲ ὀλιγοστοὺς ὁρῶντες ἡμᾶς, τὴν μεθ’ ἡμῶν ἀγαθαῖς ἐλπίσι θαρρεῖτε μάχην. ἄμαχος τὴν ἰσχύν έστιν ὁ κρατῶν καὶ πολὺ μισθοφορικὸν ὅσον ἤδη ἐλπίζεται καταλαβεῖν καὶ εἰ μὴ τὴν μετ’ αὐτοῦ εἰρήνην σπάσησθε, τὰ σώματα ὑμῶν οἰωνοὶ ἔδονται." τοιαῦτα μὲν τὰ τοῦ Τατράνη πρὸς τοὺς Σκύθας. ὁ δέ γε αὐτοκράτωρ μελετήσας τοὺς κατὰ πεδιάδα νεμομένους ἵππους αὐτῶν ἀναλαβέσθαι ἦσαν δὲ παμπληθεῖς) ληϊζομένων ὁσημέραι τἀς νύκτας τὴν ἡμεδαπὴν χώραν, μεταπεμψάμενος τὸν τε Ούζᾶν καὶ τὸν Μοναστρᾶν, ἐπέσκηψε μεθ’ ἱππέων ἐκκρίτων ἐξ ὀπισθίων τῶν Σκυθῶν διελθόντας κατὰ τὸ περίορθρον τὰς πεδιάδας καταλαβεῖν, καὶ τοὺς ἵππους ἅπαντας καἰ τὰ ἄλλα κτήνη σὺν αὐτοῖς νομεῦσιν ἀναλαβέσθαι, καὶ μὴ δεδιέναι παρεκελεύετο. “ἡμῶν γάρ, φησι, κατὰ πρόσωπον αὐτοῖς μαχομένων, ὑμεῖς ῥᾳδίως τὸ κελευσθὲν ἐκπληρώσετε." οὐδαμῶς δὲ τοῦ σκοποῦ διημάρτηκεν. ὁ γὰρ λόγος ἔργον εὐθὺς ἐγε- γόνει. αὐτὸς δὲ τὴν κατ’ αὐτοῦ τῶν Σκυθῶν ἐπέλευσιν προσδόκιμον ἔχων, οὐκ ἐδίδου ὕπνον τοῖς ὀφθαλμοῖς, οὐδ᾿ ἐπινυστάζων ὅλως ἦν. ἀλλὰ μεταπεμπόμενος δι᾿ ὅλης νυκτὸς τοὺς στρατιώτας, καὶ μᾶλλον τοὺς τῆς τοξείας εἰδήμονας πολλὰ περὶ τῶν Σκυθῶν ὡμίλει, ἐπαλείφων οἷον αὐτοὺς καὶ τὰ συνοίσαντα πρὸς τὴν ἐλπιζομένην ἐς νέωτα μάχην ξυμβουλεύων, ὅπως δεῖ τόξον τείνειν καὶ βέλη πέμπειν, ἔστιν οὑ καὶ τοὺς ἵππους ἀνασειράζειν καὶ αὖθις ἐνδιδόναι τὸν χαλινόν, καί ἀποβαίνειν τῶν ἵππων, εἰ καὶ τοῦτο χρή. ἀλλὰ μὲν τὰ τῆς νυκτὸς ἔργα. μικρὸν δὲ ὑπνώσας, ἔπει τῆς ἡμέρας ἤδη ἐπιφωσκούσης οἱ λογάδες ἅπαντες τῶν Σκυθῶν διαπεραιωθέντες τὸν ποταμὸν . . . τὸν πόλεμον ἀναζητεῖν ἐῴκεσαν, καὶ ἤδη πέρας ὁ τοῦ αὐτοκράτορος ἐλάμβανε στοχασμός, (δεινὸς γὰρ ἥν προϊδέσθαι τὸ μέλλον, ἐμπειρίαν πολλὴν τῇ πυκνότητι τῶν ὁσημέραι κατ’ αὐτοῦ ἐπανισταμένων πολέμων λαβών,) ἐπιβὰς παραχρῆμα τοῦ ἵππου, τὴν ἐνυάλιον ἠχῆσαι καὶ τὰς φάλαγγας καταστησάμενος, αὐτὸς ἐπὶ τοῦ μετώπου εἱστήκει. ὁρῶν δὲ τοὺς Σκύθας ἰταμώτερον ἢ πρότερον ἐπικαταλμβάνοντας, παραχρῆμα τοὺς τῆς τοξείας εἰδήμονας ἀποβῆναι τῶν ἵππων καὶ· βάδην κατ’ αὐτῶν ἰέναι ἐπέσκηψεν καὶ συνεχῆ τὰ τόξα τείνειν· τὸ δέ γε λοιπὸν τῆς παρατάξεως κατόπιν τούτων ἴετο καὶ αὐτὸς ὁ αὐτοκράτωρ, τὸ μέσον διέπων τοῦ στρατεύματος. οἱ δὲ τοῖς Σκύθαις μέτα τόλμης προσέβαλον. καρτερᾶς δὲ τῆς μάχης γεγονυίας, τὸ μὶν τῇ πυκνότητι τῶν βελῶν, τὸ δὲ καὶ τὸν τοῦ ῾Ρωμαϊκοῦ συντάγματος συνασπισμὸν ὁρῶντες κω αὐτὸν δὴ τὸν αὐτοκράτορα ἐκθύμως μαχόμενον, ἐκδειματωθέντες παλιμπόρευτοι γεγό- νασι, τὸν ποταμὸν εἰς τοὐπίσω σπεύδοντες διαπερᾷν, πρὸς τὰς σφῶν ἁρμαμάξας τὴν φυγὴν ποιούμενοι. ἐδίωκον γὰρ ὅλους ῥυτῆρας ἀφέντες οἱ τῆς ῾Ρωμαϊκῆς φάλαγγος οἱ μὲν τοῖς δόρασι κατὰ τῶν μεταφρένων παίοντες, οἱ δὲ τοῖς βέλεσι τούτους βάλλοντες. πολλοὶ· μὲν οὖν πρὸ τοῦ παρὰ τὸ χεῖλος ἐφθακέναι τοῦ ποταμοῦ ἀναιρεθέντες πίπτουσι, πολλοὶ δὲ καὶ ἀνὰ κράτος φεύγοντες ταῖς δίναις ἐμπίπτοντες τοῦ ποταμοῦ παρασυρόμενοι ἐναπεπνίγοντο. ἐκθυμότερον δὲ ἁπάντων κατὰ τὴν ἡμέραν ἐκείνην οἱ πέρι τὸν αὐτοκράτορα διαπονούμενοι θεράποντες ἠγωνίσαντο. ἦσαν γὰρ ἀκμῆτες ἅπαντες. ὁ γε αὐτοκράτωρ ἔκδηλος ἀριστεὺς κατὰ ταυτηνὶ τὴν ἡμέραν ἀναδειχθείς, νικητὴς πρὸς τὴν ἰδίαν παρεμβολὴν ὑπέστρεψεν.