Ancient Greek · ~23 min
ΑΛΕΞΙΑΣΖ.
Anna Comnena, Ἀλεξιάδα 9.1-6
Not analysed yet
Οὕτω δὲ ὁ αὐτοκράτωρ τὰ κατὰ τὸν Τζαχᾶν διαθέμενος, ἐπεὶ τοὺς Σκύθας αὖθις τὸ Ῥούσιον καταλαμβάνειν ἐμεμαθήκει καἰ κατὰ τὸ Πολυβοτὸν τὸν χάρακα πήξασθαι ἐξεληλυθὼς ὡς εἶχε τῆς Κωνσταντίνου, τὸ Ῥούσιον κατέλαβε. συνείπετο δὲ τούτῳ καὶ ὁ αὐτόμολος Νεάντζης, δεινήν τινα καὶ βύθιον μελέτην κατ’ αὐτοῦ τεκταινόμενος· συμπαρῆν δὲ καὶ ὁ Καντζοὺς καὶ ὁ Κατράνης ἄνδρες πολέμων μεμνημένοι καὶ V. 167 ζέοντα πρὸς τὸν αὐτοκράτορα πόθον ἔχοντες. ἀπόμοιραν δὲ ἱκανὴν τῶν Σκυθῶν πόρρω θεασάμενος τὴν μετ’ αὐτῶν ἐναποδύεται μάχην. πολλοὶ μὶν οὖν τῶν Ῥωμαίων ἐν τῷ μάχεσθαι πίπτουσι, τινὲς δὲ καὶ ζωγρηθέντες παρὰ τῶν Σκυθῶν κτείνονται, ἱκάνοι δὲ καὶ μέχρις αὐτοῦ Ῥουσίου κομίζονται. ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τοὺς προνομεῖς τῶν Σκυθῶν. ὁ δὲ βασιλεύς, τῶν καλουμένων Μανιακατῶν Λατίνων καταλαβόντων, θαρσήσας ἐβουλεύετο τῇ μετ᾿ αὐτὴν τὸν μετὰ Σκυθῶν κατὰ συστάδην ἀναδέξασθαι πόλεμον. ἐπεὶ δ’ οὐ Με τὸ μεταίχμιον ἀμφοῖν τοῖν στρατευμάτοιν ἔτυχεν ὄν, τὴν ἐνυάλιον οὐκ ἀπεθάρρησεν ἠχῆσαι σάλπιγγα, θέλων προαρπάσαι τὴν μάχην. μεταπεμψάμενος οὖν τὸν περὶ τὴν τῶν βασιλικῶν ἱεράκων διαπονούμενον θεραπείαν Κωνσταντῖνον, προστάττει τύμπανον ἑσπέρας ἀναλαβόμενον τύπτειν δι’ ὅλης νυκτὸς περινοστοῦντα τὸ στράτευμα καὶ διακηρυκεύειν ἑτοιμάζεσθαι, ὅτι περιαυγαζούσης τῆς αὔριον ἀπερισαλπίγκτως τὸν μετὰ τῶν Σκυθῶν ὁ αὐτοκράτωρ βούλεται συνάψαι πόλεμον. οἱ δὲ Σκύθαι τοῦ Πολυβότου ἀπάραντες, προκαταλαμβάνουσι τόπον τὸν καλούμενον Ἅδην, κἀκεῖθι τὸν χάρακα πήγνυνται. οὕτω μὲν οὖν ὁ αὐτοκράτωρ ἐξ ἑσπέρας αὖτίς παρεσκευάζετο. αὐγαζούσης δὲ ἡμέρας διελὼν τὸ στράτευμα καὶ εἰς φάλαγγας καταστήσας, ἴεται κατ᾿ αὐτῶ,. οὔπω δὲ τῆς συμβολῆς τοῦ πολέμου γενομένης, ἀλλ᾿ ἑκάστου τῶν ταγμάτων ἤδη καθισταμένου, ὁ Νεάντζης κατά τινα παρακειμένην ἀκρολοφίαν ἀνελθὼν ἐφ᾿ ὢν κατασκοπῆσαι μὲν τὰς Σκυθικὰς παρατάξεις ὡς ἐλεγεν, ἀγγελίαν δὲ τῷ αὐτοκράτορι τῆς αὐτῶν καταστάσεως συγκομίσαι, ἅπαν τοὐναντίον ἐποίει. καὶ τῇ ἰδίᾳ διαλέκτῳ τοῖς Σκύθαις τηνικαῦτα συνεβούλευε, τὰς ἁμάξας μὲν στοιχηδὸν καταστῆσαι, αὐτοὺς δὲ μὴ δεδιέναι τὸν αὐτοκράτορα, τετραμμένον τε ὄντα ἤδη ἐν τῆς πρώτης ἥττης καὶ πρὸς φυγὴν ἕτοιμον, σπάνιν τῶν στρατευμάτων καὶ τῶν συμμάχων χοντα. ταῦτα εἰπὼν κάτεισι πρὸς τὸν αὐτοκράτορα. μιξοβάρ(??)αρος δέ τις εἰδήμων τῆς Σκυθικῆς διαλέκτου συνεὶς τὰ πρὸς τοὺς Σκύθας παρὰ τοῦ Νεάντζη λεχθέντα, ἀπαγγέλλει πάντα τῷ βασιλεῖ. ἐν αἰσθήσει δὲ τούτου γενόμενος ὁ Νεάντζης, ἀνεζήτει τὸν ἔλεγχον· ἀναισχύντως δ’ ὁ μιξοβάρβαρος εἰς μέσον ἐλθὼν ἤλεγχεν. ἐκεῖνος δὲ τὸ ξίφος ἀθρόον σπασάμενος, ἀπέκοψε τἀνθρώπου τὴν κεφαλήν, αὐτοῦ τε τοῦ βασιλέως ὁρῶντος καὶ ἑκατέρωθεν τῶν φαλάγγων ἱσταμένων. καί, οἶμαι, τὴν ὑποψίαν τῆς συκοφαντίας ὁ Νεάντζης ἐκκλίνων ἐκ τῆς σφαγῆς τοῦ συκοφαντοῦντος, ὕποπτον μᾶλλον ἑαυτὸν καθιστᾷ. τί γὰρ μὴ τὸν ἔλειχον περιέμενεν; ἀλλ᾿, ὡς ἔοικε γλῶτταν ἐθέλων προαναιρεῖν ἐξορχουμένην τὰς κὰτ αὐτὸν δολιότητας, τολμᾶ τι καὶ παραβολώτερον, πρᾶγμα ποιήσας βαρβαρικῆς μὶν ψυχῆς ἄξιον, ὕποπτον δὲ τοσοῦτον, ὅσον καὶ τόλμης ἐφίκετο. οὐ μὴν ὁ βασιλεὺς εὐθὺς ἐτιμωρήσατο τὸν βάρβαρον οὐδὲ ἐπεξῆλθε, δέον ὄν. ἀλλὰ τὴν μὲν καρδίαν παλλομένην εἰς θυμὸν καὶ ὀργὴν ἐπέσχεν αὐτιίκα, ἵνα μὴ προσοβήσῃ τὴν θήραν καὶ ταράξῃ τὰς φάλαγγας. ἐταμιεύετο καὶ ὑπώρυττε τὴν ὀργὴν τῷ Νεάντζῃ, τούτου προδοσίαν τοῦ ἀνδρὸς καὶ τὴν ἀποστασίαν καὶ ἀπὸ τῶν προειργασμένων καὶ ἐξ ἄλλων προμαντευόμενος· ἔπι ξυροῦ γὰρ ἀκμῆς εἱστήκει τὰ τοῦ πολέμου· καὶ διὰ τοῦτο περιυλακτοῦντα θυμὸν ὁ βασιλεὺς τέως ἐπεῖχεν, ἀπορῶν τὸ τηνικαῦτα, ὅ τι καὶ δράσειεν. ὁ μέντοι Νεάντζης μετὰ μικρὸν προσελθὼν καὶ τοῦ σφετέρου ἀποβὰς ἵππου, ἄλλον ᾐτεῖτο τὸν βασιλέα. καὶ δίδωσιν αὐτῷ παραχρῆμα ἵππον τῶν ἐκκρίτων μετὰ βασιλικῆς ἐφεστρίδος. εἰς ὃν ἀναβάς, ἔπει τὰ τάγματα κατ’ ἀλλή- λων διὰ τοῦ μεσαιχμίου ἤδη ἤεσαν, σχῆμα κατὰ Σκυθῶν ἱππασίας ποιησάμενος, τὴν ἀκωκὴν τοῦ δόρατος ὄπισθεν στρέψας, πρὸς τοὺς ὁμογενεῖς φοιτᾶ, πολλὰ κατὰ τῆς βασιλικῆς παρατάξεως αὐτοῖς παραινῶν. οἱ δὲ ταῖς ὑποθημοσύναις αὐτοῦ χρώμενοι, καρτερὸν τὸν μετὰ τοῦ αὐτοκράτορος συνάψαντες πόλεμον, τρέπουσι κατακράτος. ὁ δὲ βασιλεὺς διασπασθείσας τὰς φάλαγγας ὁρῶν καὶ φεύγοντας ἅπαντας, ἐν ἀμηχανίᾳ γενόμενος, παρακινδυνεύειν ἀλόγως οὐκ ῆθελεν. ἔνθεν τοι καὶ τὰς ἡνίας στρέψας. μέχρι τοῦ ῥέοντος ποταμοῦ ἐγγὺς τοῦ Ῥουσίου καταλαμβάνει. κἀκεῖθεν τὸν χαλινὸν ἀνασειράσας, μετά τινων λογάδων ὡς ἐνὸν πρὸς τοὺς διώκοντας ἀπεμάχοντο, ἱππασίας κατ’ αὐτῶν ποιούμενος, πολλοὺς μὶν κτείνων, ἔστι δ’ οὗ κὼ αὐτὸς πληττόμενος. ἐπειδὴ δὲ ἐξ ἑτέρου μέρους καὶ Γεώργιος ὁ πυρρὸς καλούμενος φεύγων τὸν ποταμὸν κατελάμβανεν, ἐμβριμησάμενος τοῦτον ὁ αὐτοκράτωρ μετεκαλέσατο πρὸς ἑαυτόν. ὡς δὲ τὸ ἰταμὸν τῶν Σκυθῶν ἑώρα καὶ· ὅτι ὅσαι ὧραι πληθύνουσι, καὶ ἄλλων ἐρχομένων εἰς τὴν αὐτῶν ἀρωγήν τὸν μὲν Γεώργιον αὐτοῦ που καταλέλοιπεν μετὰ τῶν λοιπῶν, παραγγείλας μετὰ φειδοῦς ἀντικαθίστασθαι τοῖς Σκύθαις, μέχρις ἂν αὐτὸς ἐπανέλθοι. γοργῶς δὲ τοῦ ἵππου τὸ ψάλλιον περιστρέψας, τὴν περαίαν τοῦ ποταμοῦ καταλαβών, εἰσεῖσιν εἰς τὸ Ῥούσιον, καὶ ὅσους τῶν φευγόντων στρατιωτῶν κεῖθι κατέλαβε, καὶ τοὺς αὐτόχθονας ἅπαντας Ῥουσιώτας, ὁπόσοι στρατεύσιμον τὴν ἡλικίαν εἶχον, ἀλλὰ κίκι αὐτοὺς δὴ τοὺς ἀγρότας μετὰ τῶν ἰδίων ἀμαξῶν παρεκελεύσατο θᾶττον ἐξεληλυθότας παρὰ τῷ χείλει τοῦ ποταμοῦ καταστῆναι. τούτου δὲ θᾶττον ἡ λόγου γεγονότος, κατὰ στοίχους τινὰς καταστήσας αὐτούς αὐθις πρὸς τὸν Γεώργιον ἀναδεδραμήκει, καίτοι ὑπὸ τεταρταϊκοῦ κακοῦ ῥίγους πιεζόμενος, ὡς χαἰ τοὺς ὀδόντας ἀπὸ τῆς φρίκης προσαράσσειν. ἐπισυναχθὲν δὲ καὶ τὸ ἅπαν Σκυθικὸν στράτευμα μὰ ὡς τὴν διττὴν ἐθεάσαντο παράταξιν καὶ τὸν αὐτοκράτορα οὕτως ἀγωνιζόμενον, τὸ φιλοκίνδυνον αὐτοῦ ἐπεγνωκότες καὶ ὅτι ὁ αὐτὸς κἀν ταῖς νίκαις κἀν ταῖς ἥτταις ἐστι, τὴν ἀνύποιστον τούτου ἐπεγνωκότες ὁρμήν, ἑστήκεσαν μὴ ἀποθαρροῦντες τὴν μετ᾿ αὐτοῦ συμπλοκήν. ὁ δὲ αὐτοκράτωρ τὸ μέντοι ὑπὸ ῥίγους συνεχόμενος, τὸ δὲ πλεῖστον οὔτι οὔπων οἱ σκεδασθέντες ἅπαντες ἔφθασαν συνεληλυθέναι, ἵστατο αὐτὸς παραθέων καὶ μετρίως ἱππαζόμενος καὶ κατ’ αὐτῶν θάρσος ἐνδεικνύμενος. συνέβαινεν οὖν ἄμφω τὰ στρατεύματα ἀτρεμοῦντα μέχρις ἑσπέρας ἑστάναι. ἐπεὶ δὲ ἡ νὺξ ἤδη προῄει, ἀμαχητὶ πρὸς τὰς ἰδίας ἐπανέστρεψαν παρεμβολάς. ἐδεδίεσαν γὰρ καὶ ἀποθαρρεῖν οὐκ εἶχον τὸν πόλεμον αἰ δέ γε κατὰ τὴν πρώτην μάχην ἄλλοι ἀλλαχοῦ σκεδασθέντες, κατὰ μικρὸν αὖθις πρὸς τὸ ῾Ρούσιον ἐπανήρχοντο· οἱ πλείους δὲ τούτων καὶ μάχης παντελῶς ἄγευστοι. ὁ δέ γε Μοναστρᾶς καἰ Οὐζᾶς καὶ ὁ Συνέσιος, ἄνδρες Ἀρηΐφιλοι καὶ μαχιμώτατοι, διὰ τοῦ Ἄσπρου καλουμένου τῷ τότε διελθόντες χωρίον, ἀπόμαχοι καὶ αὐτοὶ τὸ ῾Ρούσιον καταλαμβάνουσιν.