Ancient Greek · ~23 min
ΑΛΕΞΙΑΣ Ι.
Anna Comnena, Ἀλεξιάδα 10.1-6
Not analysed yet
Κατόπιν δὲ τούτου ἐφθακὼς καὶ ὁ Ῥαοὺλ καλούμενος κόμης μετὰ πεντεκαίδεκα χιλιάδων ἱππέων τε καὶ πεζῶν καὶ κατὰ τὴν Προποντίδα περὶ τὴν καλουμένην μονὴν τοῦ Πατριάρχου σκηνώσας μετὰ τῶν ὑπ᾿ αὐτὸν κομήτων τοὺς λοιποὺς μέχρις αἰτοῦ Σωσθενίου κατέθετο. ὡς δέ καὶ αὐτὸς τὰ αὐτὰ τῷ Γοντοφρέ φρονῶν ἀνεβάλλετο τέως τὴν τῶν ὄπισθεν ἐρχομένων ἀπεκδεχόμενος ἔλευσιν, ὁ βασιλεὺς στοχαζόμενος τοῦ μέλλοντος ἐδεδίει τὴν τούτων ἄφιξιν καὶ αὐτῶν χειρὶ καὶ γνώμῃ τὴν διαπεραίωσιν ἐπέσπευδεν. ἀποστείλας τοίνυν τὸν Ὦπον μετεκαλεῖτο (εὐσθενὴς δέ οὗτος φρονήσει καὶ τῇ περὶ τὰ στρατιωτικὰ ἐμπειρίᾳ μηδεὸς ἀποδέων) καὶ ἐπειδὴ παρῆν μεθ᾿ ἑτέρων γενναίων ἀνδρῶν διὰ τῆς ἠπείρου πρὸς αὐτὸν ἐξέπεμψε παρωκελευσάμενος καταναγκάσαι τούτου τὴν διαπεραίωσιν. ἐπεὶ δὲ τοῦτον ἑώρα τῷ βασιλικῷ μηδαμῶς ὑπείκοντα προστάγματι, ἀλλ᾿ ἀναισχυντοῦντα καὶ πολλὰ κατὰ τοῦ βασιλέως φρυαττόμενον, ὁπλισάμενος παρετάξατο μορμολυττόμενος τάχα τὸν βάρβαρον καὶ διὰ τοῦτο οἰόμενος πείσειν αὐτὸν πρὸς τὴν περαίαν διαπλωΐσασθαι. ὁ δὲ θᾶττον ἢ λόγας μετὰ τῶν συνόντων αὐτῶ Κελτῶν παραταξάμενος ὡς λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας καὶ τηνικαῦτα μετὰ τοῦ Ὤπου μέγαν συνίστησι πόλεμον. καταλαβὼν δὲ καὶ ὁ Πηγάσιος διαπόντιος, ἐφ᾿ ᾧ τούτους διαπερᾶν, καὶ θεασάμενος τὴν κατὰ τὴν ἤπειρον μάχην καὶ τοὺς Κελτοὺς ἰταμώτερον τῷ ῾Ρωμαϊκῷ στρατεύματι προσβάλλοντας, τῶν νηῶν ἐξεληλυθὼς ἐξ ὀπισθίων προσβάλλει καὶ αὐτὸς τοῖς Κελτοῖς. ἀναιροῖνται ται τοίνυν τηνικαῦτα πολλοί· πλεῖστοι δὲ καὶ τιτρώισκονται. καὶ οὕτως οἱ σωθέντες ἀνακαλοῦνται τὴν διαπεραίωσιν. ὁ δέ βασιλεύς, μηχανικώτατος ὢν ἀνήρ, σκεψάμενος μὴ τῷ Γοντοφρὲ ἑτνωθέντες καὶ τὰ συμβάντα τούτοις ἀφηγησάμενοι τοῦτον κατ᾿ αὐτοῦ ἐρεθίσωσι, τὴν αἴτησιν τούτων ἀσμένως δεξάμενος ἐν πλοίοις τούτους ἐνίησι καὶ διαποντίους πρὸς τὸν τοῦ σωτῆρος τάφον ἐκπέμπει, τοῦτο καὶ αὐτῶν ἐδκιτησαμένων. ἀποστέλλει δὲ καὶ πρὸς τοὺς ἐλπιζομένους κό- μητας καὶ φιλοφροσύνης μηνύει ῥήματα χρηστὰς αὐτοῖς ἐλπίδας διδούς. οἱ καὶ καταλαβόντες πᾶν τὸ προσταττόμενον προθύμως ἐπλήρουν. τοιαῦτα μὲν οὖν καὶ τὰ τοῦ κόμητος ῾Ραούλ. ἀναριθμήτου δέ καὶ ἑτέρου πλήθους ὄπισθεν ἐρχομένου συμμίγδην ἐξ ἁπασῶν μικροῦ τῶν Κελτικῶν χωρῶν συνειλεγμένου μετὰ τῶν ἀγόντων αὐτοὺς ἡγεμόνων, ῥηγῶν τε καὶ δουκῶν καὶ κομήτων καὶ αἰτῶν ἐπισκόπων, ἀποστέλλων ὁ αὐτοκράτωρ φιλοφρόνως αὐτοὺς ὑπεδέχετο καὶ ἐπιεικείας ἐξέπεμπε λόγους, ὁποῖος ἐκεῖνος δεινὸς τὸ μέλλον προμηθεύσασθαι καὶ προαρπάσαι τὸ συμφέρον. ἐπισκήπτει δὲ καὶ τὰ ζωαρκῆ τούτοις ἐρχομένοις ἐπιχορηγεῖν τοῖς ἐπ’ αὐτὸ τοῦτο τεταγμένοις, ὡς μὴ λαβὴν αὐτοὺς τὸ παράπαν ἐσχηκέναι μηδ’ ἐξ οἵας οὖν αἰτίας. οἱ δὲ πρὸς τὴν μεγαλόπολιν ἠπείγοντο. τάχα δέ εἶπέ τις οὐρανοῖ ἀστέρας εἶναι τούτους ἥ ψάμμον παρὰ τῷ χείλει τῆς θαλάσσης ἐκκεχυμένην. ἦσαν γὰρ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ καθ’ Ὅμηρον τῇ Κωνσταντίνου πελάζειν ἤδη κατεπειγόμενοι. τὰς δέ τῶν ἡγεμόνων κλήσεις καὶ προθυμουμένη περ ἐξειπεῖν οὐ βούλομαι. ναρκᾷ γάρ μοι ὁ λόγος τὸ μέν τι βαρβαρικὰς φωνὰς ἀπαγγέλλειν ἀδυνατούσῃ διὰ τὸ ἄναρθρον, τὸ δέ τι καὶ πρὸς τὸ πλῆθος ἐκείνων ἀποβλεπούσῃ. καὶ ἵνα τί τοσοήτου πλήθους κλήσεις ἀπαριθμεῖσθαι πειρώμεθα, οἶς καὶ οἱ τότε παρόντες ἀκηδίας ἐπληροῦντο ὁρῶντες; ὡς οὖν τὴν μεγαλόπολιν κατέλαβον, κατατίθενται τὰ τούτων στρατεύματα ἐπισκήψει τοῦ αὐτοκράτορος ἀποῦ τῆς μονῆς Κοσμιδίου καὶ μέχρις αὐτοῦ διήκοντα ῾Ιεροῦ. οὐκ ἐννέα δὲ κήρυκες, καθάπερ ποτὲ τὸ Ἑλληνικόν, τούτους βοόωντες ἐρήτυον, ἀλλ’ ἱκανοὶ καὶ γενναῖοι ὁπλῖται οἱ τούτοις ἐφεπόμενοι τοῖς τοῦ αὐτοκράτορος κελεύσμασιν ὑπείκειν ἀνέπειθον. τούτους δὲ ὁ βασιλεὺς βουλόμενος ὑπὸ τὸν τοῦ Γοντοφρὲ συνελάσαι ὅρκον διῃρημένως προσεκαλεῖτο ἰδίᾳ προσομιλῶν, ἅττα καὶ βούλοιτο, καὶ τοῖς εὐγνωμονεστέροις χρώμενος μεσασταῖς τῶν ἀπειθεστέρων. ἐπεὶ δ’ οὐκ ἐπείθοντο τὴν τοῦ Βαϊμούντου καραδοκοῦντες ἔλευσιν, ἀλλὰ ποικίλους τρόπους εὑρίσκοντες ἐξαιτήσεων ἄλλ’ ἄττα προσαπαιτοῦντες ἦσαν, ὁ βασιλεὺς τὸ παρ’ αὐτῶν προτιθέμενον ῥᾷστα διαλύων καὶ παντοίως τούτους μετελθὼν συνήλασεν εἰς τὸν τοῦ Γοντοφρὲ ὅρκον μεταπεμψάμενος καὶ αὐτὸν ἀπὸ τοῦ Πελεκόνου ἐπὶ τῷ παρεῖναι τοῦ ὅρκου τελουμένου διαπόντιον. πάντων οὖν συνεληλυθότων καὶ αὐτοῦ δὴ τοῦ Γοντοφρέ, ἐπεὶ καὶ ὁ ὅρκος ἤδη τετέλεστο ὑπὸ πάντων τῶν κομήτων, τολμήσας τις εὐγενὴς εἰς τὸν σκίμποδα τοῦ βασιλέως ἐκάθισεν. ὁ δὲ βασιλεὺς ἠνείχετο τούτου μηδέν τι φθεγξάμενος, πάλαι τὴν ἀγέρωχον τῶν Λατίνων φύσιν εἰδώς. προσελθὼν δὲ ὁ κόμης Βαλδουῖνος καὶ ἁψάμενος αἰτοῦ τίς χειρὸς ἤγειρεν ἐκεῖθεν καὶ πολλὰ καταμεμψάμενος ἔφη “οὐκ ἐξῆν σοι τοιοῦτον ἐνταῦθα ποιῆσαι δουλείαν τῷ βασιλεῖ καὶ ταῦτα ὑποσχομένῳ· οὐδὲ γὰρ ἔθιμον τοῖς βασιλεῦσι Ῥωμαίων συνέδρους ἔχειν τοὺς ὑπ’ αὐτούς· δούλους δὲ ὀμότας τῆς αὐτοῦ βασιλείας γεγονότας χρὴ καὶ τὰ ἔθη τῆς χώρας τηρεῖν’’. ὁ δὲ πρὸς μέν τὸν Βαλδουῖνον ἐφθέγξατο οὐδέν, δριμύτερον δὲ ἐνατενίσας τῷ βασιλεῖ πρὸς ἑαυτὸν τῇ οἰκείᾳ διαλέκτῳ λόγους τινὰς ἀπεφθέγξατο λέγων “ἴδε, ποῖος χωρίτης κάθηται μόνος παρισταμένων αἰτῶ τῶν τοιούτων ἡγεμόνων”. οὐδ’ ἡ κίνησις τῶν χειλέων τοῦ Λατίνου τὸν βασιλέα διέλαθε· καλέσας δ’ ἵνα τῶν τὴν Λατινικὴν διάλεκτον μεθερμηνευόντων ἠρώτα περὶ τῶν λεχθέντων. ἀκούσας δὲ τὰ παρ’ αἰτοῖ ῥηθέντα οὐδὲν μὲν τέως πρὸς τὸν Λστῖνον εἰρήκει, ἐτήρει δ’ ὅμως τὸν λόγον παρ’ ἑαυτῷ· συντασσομένων δέ τῷ βασιλεῖ πάντων μετεκαλεῖτο τὸν ὑψηλόφρονα Λατῖνον ἐκεῖνον καὶ ἀναιδῆ καὶ ἐπυνθάνετο, τίς τέ ἐστι καὶ ὅθεν ὥρμηται καὶ ἐκ ποίου γένους. ὁ δὲ “Φράγγος μέν εἰμι καθαρός’’ ἔφη “τῶν εὐγενῶν· ἒν δέ ἐπίσταμαι, ὅτι ἐν τριόδῳ τῆς χώρας ,ὅθεν αὐτὸς ὥρμημαι, τέμενός ἐστι πάλαι οἰκοδομηθέν, ἐν ᾧ πᾶς ὁ προθυμούμενος μόνος πρὸς μόνον μάτη ἀναδήσασθαι εἰς μονομάχου τάξιν ἑαυτὸν καταστήσας προσερχόμενος βοήθειαν μέν τὶν τοῦ θείου ἐκεῖθεν αἰτεῖται, βραδύνει δέ τὸν κατ’ αἰτοῦ τολμήσαντα ἀπεκδεχόμενος. καθ’ ἥν τρίοδον ἐχρόνισα καὶ αὐτὸς σχολάζων καὶ ζητῶν τὸν μετ’ ἐμοῦ μαχεσόμενον· ὁ δέ τοῦτο τολμήσων οὐδαμοῦ.’’ ταῦτα ὁ βασιλεὺς ἀκηκοὼς ἔφη “εἰ πόλεμον τότε ζητῶν οὐχ εὗρες, πάρεστί σοι καιρὸς ὁ πολλῶν σε πολέμων ἐμπλήσων· παρεγγυῶμαι δέ σοι, μήτε πρὸς οὐραγίαν μήτε πρὸς λοχαγίαν ἵστασθαι φάλαγγος, ἀλλὰ τὸ μέσον ἔχειν τῶν ἡμιλοχιτῶν· ἐπιστήμην γὰρ τῆς μεθόδου τῶν πολέμων τῶν Τούρκων ἐκ μακροῦ ἔσχηκα”. οὐκ αὐτῷ δέ μόνῳ ταῦτα συνεβούλευεν, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν ὁπόσα τούτοις συναντήσειν ἔμελλεν ἀπερχομένοις κατὰ τὴν ὁδὸν προλέγων παρηγγυᾶτο μὴ ἀκρατῶς διώκειν, ὁπηνίκα τὴν νίκην αὐτοῖς κατὰ τῶν βαρβάρων δοίη θεός, ἵνα μὴ τοῖς ἐνεδρεύουσι λοχαγοῖς περιπίπτοντες ἀναιρῶνται.