Ancient Greek · ~37 min
ΑΛΕΞΙΑΣ Ι.
Anna Comnena, Ἀλεξιάδα 9.1-9
Not analysed yet
Ἀλλὰ καὶ ὁ κόμης Γοντοφρὲ τῷ τότε καιροῦ διαπεράσας μεθ’ ἑτέρων κομήτων καὶ στρατεύματος ἱππέων μὲν χιλιάδων δέκα, πεζῶν δὲ χιλιάδων ἑβδομήκοντα καὶ καἐργαζόμενος ταλαβὼν τὴν μεγαλόπολιν περὶ τὰ μέρη τῆς Προποντίδος κατατίθησιν αὐτοῦ τὸ στράτευμα, διῆκον ἀπὸ τῆς ἔγγιστα τοῖ Κοσμιδίου διακειμένης γεφύρας μέχρι καὶ αὐτοῦ τοῦ ἁγίου Φώκα. παρακελευομένου δέ αὐτῷ τοῖ· βασιλέως τὸν τῆς Προποντίδος διαπεράσαι πορθμὸν ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενος καὶ αἰτίαν αἰτίᾳ συνείρων ἀνεβάλλετο· τὸ δέ πᾶν, τὴν τοῦ Βαϊμούντου καὶ τῶν λοιπῶν κόμπων ἀνέμενεν ἄφιξιν. καὶ γὰρ ὁ μὲν Πέτρος ἐξ αὐτῆς ἀρχῆς εἰς προσκύνησιν τοῖ ἁγίου τάφου τὴν τοσαύτην ὁδοιπορίαν ἀνεδέξατο, οἱ δέ γε λοιποὶ κόμητες καὶ τούτων μᾶλλον ὁ Βαϊμοῦντος παλαιὰν μῆνιν κατὰ τοῦ αὐτοκράτορος τρέφοντες καὶ εὐκαιρίαν ζητοῦντες ἀντίποινα τούτῳ παρασχεῖν τῆς λαμπρᾶς ἐκείνης νίκης, ἱν ἤρατο κατ’ αἰτοῖ; ὁπότε κατὰ τὴν Λάρισσαν τὸν μετ’ αὐτοῦ συνῆψε πόλεμον, ὁμογνωμονήσαντες καὶ αὐτὴν τὴν μεγαλόπολιν κατασχεῖν ὀνειρώττοντες εἰς τὴν ἀίτην ἐληλύθεισαν γνώμην (καὶ τούτου πολλάκις ἄνωθεν), τῷ μέν φαινομένῳ τὴν πρὸς τὰ ῾Ιεροσόλυμα ὁλοιπορίαν ποιούμενοι, τῇ δ’ ἀληθείᾳ τὸν αὐτοκράτορα τῆς ἀρχῆς παραλῦσαι καὶ τὴν μεγαλόπολιν κατασχεῖν ἐθέλοντες. ἀλλ’ ὁ βασιλεὺς τὸ πανοῦργον αὐτῶν πάλαι γινώσκων τὰς τῶν ἐθνικῶν δυνάμεις σὺν αὐτοῖς ἡγεμόσι διὰ γραφῶν παρεκελεύσατο ἀπὸ τοῦ ’Αθύρα μέχρις αὐτοῦ Φιλέᾳ ἰλαδὸν κατααὐτοῦ στῆναι (τόπος δέ παράλιος οὗτος τοῦ Πόντου) καὶ ἐφεδρεύειν, εἴ πού τις τοῦ Γοντοφρὲ πρὸς τὸν Βαϊμοῦντον καὶ τοὺς ὄπισθεν ἐρχομένους κόμητας ἀποστέλλοιτο ἢ ἐξ ἐκείνων αὖθις πρὸς αὐτόν, καὶ ἀπείργειν αὐτῶν τὴν δίοδον. ἐν τῷ μεταξὺ δέ γίνεταί τι τοιοῦτον. μεταπεμψαμένου γὰρ τοῦ βασιλέως τινὰς τῶν μετὰ τοῦ Γοντοφρὲ κομήτων ἐφ’ ᾧ τούτοις συμβουλεύσασθαι ὑποθέσθαι αὐτῷ πληρῶσαι τὸν ὅρκον, τριβομένου τε του καιροῦ διὰ τὸ φύσει λάλον τε καὶ μακρηγορώτατον τῶν Λατίνων ψευδὴς διέδραμεν εἰς αὐτοὺς φήμη κατασχεθῆναι τοὺς κόμητας παρὰ τοῦ βασιλέως. εὐθὺς οὖν πυκιναὶ κατὰ τῆς Βυζαντίδος κεκίνηνται φάλαγγες καὶ παραχρῆμα τὰ κατὰ τὴν Ἀργυρᾶν καλουμένην Λίμνην διακειμενα παλάτια παντελῶς ἐξηρίπωσαν ἅμα δέ καὶ τῶν τειχῶν τῆς Βυζαντίδος ἀπεπειρῶντο κἀν μὴ δι’ ἑλεπόλεων, οὐ γὰρ παρῆσαν, ἀλλὰ τῷ ἑαυτῶν πλήθει θαρροῦντες τοσοῦτον κατηναιδεύσαντο, ὡς καὶ πῦρ τολμῆσαι ἐπαφεῖναι κατὰ τῆς κάτωθεν τῶν ἀνακτόρων πύλης ἀγχοῦ τοῦ ἐπ’ ὀνόματι τοῦ ἐν ἱεράρχαις μεγίστου Νικολάου πάλαι παρά του τῶν βασιλέων ἀνοικοδομηθέντος τεμένους. οὐ μόνον δέ ὁπόσοι τοῦ συρφετώδους ὄχλου τῶν Βυζαντίων καὶ ἀνάλκιδες πάντη καὶ ἀπειροπόλεμοι τὰς τῶν Λατίνων φάλαγγας θεασάμενοι ἔστενον ᾤμωζον ἐστερνοτύπουν μὴ ἔχοντες ὑπὸ φόβοι ὁ τι καὶ δράσαιεν, ἀλλὰ καὶ μᾶλλον ὁπόσοι εὖνοι περὶ τὸν αὐτοκράτορα, τὴν πέμπτην ἐκείνην φανταζόμενοι, καθ’ ἣν ἡ τῆς πόλεως γέγονεν ἅλωσις, καὶ δεδιότες διὰ τοῦτο τὴν ἐνισταμένην ἡμέραν, μή τις ἔκτισις τῶν τότε γεγενημένων συμβαίη. πάντες δέ, ὅσοι στρατιωτικῆς εἰδήμονες ἤσαν, ἀσυντάκτως πρὸς τὰ βασίλεια συνέρρεον. ὁ δὲ βασιλεὺς ὡπλίσατο μὲν οὐδαμῶς οὐδέ φολιδωτὸν περιεβάλετο θώρακα οὐδὲ σάκος οὐδ’ ἴπω ἐνηγκαλίσατο οὐδὲ ξίφος περιεζώσατο, ἀλλ’ ἑδραίως ἐπὶ τοῦ βασιλικοῦ ἐσταλμένος καθῆστο θρόνου καὶ μεθ’ ἱλαροῦ βλέμματος πάντας θαρρύνων καὶ θάρσος ἐνιεὶς ταῖς σφῶν ψυχαῖς καὶ τοῖς συγγενέσι δὲ καὶ ἡγεμόσι τοῦ στρατοῦ περὶ τῶν μελλόντων συμβουλευόμενος. τὰ μὲν οὖν πρῶτα οὐδ’ ὁντιναοῦν κατὰ τῶν Λατίνων τοῦ τύχοις ἐξαγαγεῖν προτεθύμητο, τὸ μὲν διὰ τὴν ἐνισταμένην ἐκείνην σεβασμίαν τῶν ἡμερῶν (πέμπτη γὰρ ἦν τῆς μεγίστης ἁγίας τῶν ἑβδομάδων ἐν ᾑ ὁ σωτὴρ τὸν ἐπονείδιστον ὑπὲρ ἀπάντων ὑπέστη θάνατον), τὸ δὲ καὶ τὸν ἐμφύλιον παρεκκλίνων φόνον. πολλάκις οἶν μεταπεμψάμενος συνεβούλευε τοῖ τοιοῦτοι ἀπέχεσθαι ἔργου “αἰδέσθητε” λέγων “τὸν ὑπέρ πάντων ἡμῶν τὴν τήμερον σφαγέντα θεὸν μηδὲ σταυρὸν καὶ ἥλους καὶ λόγχην τὰ κακούργοις προσήκοντα τῆς ἡμῶν ἕνεκα παραιτησάμενον σωτηρίας. εἰ δὲ μάχης ὑμῖν ἔφεσίς ἐστι, μετὰ τὴν ἀναστάσιμον τοῦ σωτῆρος ἡμέραν καὶ ἡμεῖς ἕτοιμοι παρεσόμεθα.” οἱ δὲ οὐ μόνον οὐχ ὑπείκοντο, ἀλλὰ καὶ κατεπύκνουν τὰς φάλαγγας συχνὰς τὰς βολὰς πέμποντες ὡς καί τινα τῶν ἀγχοῦ τοῦ βασιλικοῦ θρόνου ἱσταμένων κατὰ τὸ στέρνον πλῆξαι. ὅπερ οἱ πλείονες τῶν ἐφ᾿ ἑκάτερα παρισταμένων τοῦ βασιλέως θεασάμενοι ἀνεχώρουν· ὁ δὲ ἀτρέμας ἐκάθητο ἀνακτώμενος τούτους καὶ πρᾴως πως νεμεσῶν· ὃ καὶ θάμβος πᾶσι παρεῖχεν. ἐπεὶ δ᾿ ἀναισχύν- τως τοὺς Λατίνοις τοῖς τείχεσι πελάζοντας ἑώρα καὶ τὸ συμφέρον βουλευομένῳ μὴ ὑπείκοντας, τὰ μὲν πρῶτα μεταπεμψάμενος τὸν γαμβρὸν αὐτοῦ Νικηφόρον τὸν ἐμὸν Καίσαρα παρεκελεύσατο ἄνδρας πολεμικωτάτους ἀναλαβόμενον καὶ τοξείας εἰδήμονας τοῦ τείχους ἄνωθεν καταστῆσαι, παρεγγυησάμενος συχνοὺς μὲν ὀϊστοὺς κατὰ τῶν Λατίνων πέμπειν, μὴ κατὰ σκοποῦ δέ, ἀλλὰ διαμαρτάνειν τὰ πλείω, ὡς μόνον ἐκφοβεῖν τῇ πυκνότητι τῶν βελῶν, ἀναιρεῖν δὲ μηδαμῶς. ἐδεδίει γάρ, ὡς ἄνωθεν εἴρηται, τὸ τῆς ἡμέρας σεβάισμιον καὶ τὸν ἐμφύλιον φόνον οὐκ ἤθελεν. φέρους δὲ τῶν ἐκκρίτων ἡγεμόνας *τοὺς πλόους μὲν τόξα φέροντας, τοὺς δέ ἔγχεα μακρὰ ἐναπαλισαμένους τὴν κατὰ τὸν ἅγιον Pωμανὸν πύλην ἀναπετάσαντας σφοδρὰν ἐνδείξασθαι κατ᾿ αὐτῶν τὴν ὁρμὴν ἐκέλευε τοιαύτην καταστησαμένους τὴν ταράταξιν, *ἕκαστον τῶν τὰ δόρατα φερόντων ἐξ ἱκατέρου μέρους ὑπὸ δύο φυλάττεσθαι πελταστῶν· οὕτω δὲ ἑαυτοὺς κταστήσαντας αὐτοὺς μὲν βραδεῖ ποδὶ στείχειν, ὀλίγοις δέ τινας τῆς τοξείας εἰδήμονας κατὰ τῶν Κελτῶν προεκπέμπειν πόρρωθεν μὲν τοὺς ὀϊστοὺς βάλλοντας καὶ ἐφ᾿ ἑκάτερα πυκνὰ περιστρεφουένοις, ἐπὰν δέ τὸ μεσαίχμιον ἀποστενωθὲν θεάσοιντο, τηνικαῦτα τοῖς συνεφεπομένοις αὐτοῖς τοξόταις παρακελευσαμένους πυκνοὺς ἐκπέμψαι τοὺς ὀϊστοὺς κατὰ τῶν ἵππων οὐ τῶν ἐποχουμένων, ὅλας ἡνίας κατὰ τῶν Λατίνων λῦσαι, τὸ μὲν ἵνα τῶν ἵππων πληττομένων ἀποπαύηται τὸ πολὺ τῆς ὁρμῆς τῶν Κελτῶν καὶ μὴ ῥᾳδίως κατὰ τῶν Ρωμαίων ἱππάζωνται, τὸ δέ τι, ὃ καὶ μᾶλλον, ἵνα μὴ Χρισ- τιανοὶ κτείνωνται. ἐκθύμως τοίνυν τὸ βασιλικὸν ἀπεπλήρουν πρόσταγμα καὶ τὰς πύλας ἀναπετάσαντες καὶ ποτὲ μὲν τοὺς ῥυτῆρας κατ᾿ αὐτῶν ἐνδιδόντες, ποτὲ δὲ τοὺς ἵππους ἀνασειράζοντες κτείνουσι μὲν πολλούς, ὀλίγοι δ᾿ ἐξ αὐτῶν κατὰ ταυτηνὶ τὴν ἡμέραν ἐτρώθησαν. οὗτοι μὲν οὖν ἐρρέσθων· ῥ δ᾿ ἐμὸς δεσπότης ὁ Καῖσαρ ἀναλαβόμενος, ὡς εἴρηται, βαρβάροις ἐπιτοξαζόμενος. καὶ πάντες μὲν εἶχον τοξα καὶ εὔστοχα καὶ εὐθυβολώτατα· νεανίαι γὰρ ἦσαν σύμπαντες οὐχ ἥττους τοῦ Ὁμηρικοῦ Τεύκρου εἰς τοξικὴν ἐμπειρίαν. τὸ δὲ τόξον τοῦ Καίσαρος Ἀπόλλωνος ἢν ἄρα τόξον αὐτόχρημα· οὐδέ γὰρ κατ’ ἐκείνους τοὺς Ὁμηρικοὺς Ἕλληνας νευρὴν μὲν μαζῷ, τόξῳ δὲ σίδηρον ἦγέ τε καὶ ἐφήρμοττε κυνηγετῶν ἀρετὴν ἐνδεικνύμενος κατ’ ἐκείνους, ἀλλ’ ὥσπερ τις Ἡρακλῆς ἐξ ἀθανάτων τόξων θανασίμους ἀπέπεμπεν ὀϊστοὺς καὶ οὗπερ ἂν στοχάσαιτο κατευστοχῶν, εἰ μόνω θελήσειε. καὶ γὰρ καὶ ἐν ἄλλοις καιροῖς, ὁπηνίκα καιρὸς ἀγῶνος καὶ μάχης παρῆν, ὅντινα καὶ σκοπὸν ἔθετο, εὐθὺς οὐκ ἄστοχον ἔβαλλε, καὶ ᾧ ἂν μέρει ἐπετοξάσατο, κατ’ ἐκείνου τοῦ μέρους εὐθὺς ἐτίτρωσκεν ἀεί· οὕτως ἰσχυρὸν ἔτεινε τόξον ἐκεῖνος καὶ βέλος ἠφίει ὀξύτατον κἀν τῇ τοξείᾳ δὲ καὶ ὑπέρ τὸν Τεῦκρον αὐτὸν καὶ τοὺς Αἴαντας φαινόμενος. ἀλλὰ καίπερ τοιοῦτος ὢν δεδιὼς τὸ τῆς αὐτῶι ἡμέρας αἰδέσιμον καὶ τὴν τοῦ αὐτοκράτορος παραγγελίαν ἐγκάρδιον ἔχων ἔτεινε μέν τόξον ἰταμῶς τούτους καὶ ἀλόγως τοῖς τείχεσι πελάζοντας ὁρῶν καὶ ἀσπίσι καὶ κυνέῃ ἑαυτοὺς περιφράττοντας καὶ τὸ βέλος ἐτίθετο τῇ νευρᾷ, ἀλλ᾿ ὅμως ἄστοχα θέλων ἔβαλλεν, ὅπου μὲν εἴσω πέμπων, ὅπου δέ καὶ ὑπερπέμπων. κἂν δέ διὰ τὴν ἐνεστῶσαν ἡμέραν ὑπεστέλλετο εὐστόχως κατὰ τῶν Λατίνων βαλεῖν, ἀλλ’ ἐπεὶ Λατῖνός τις ἰταμὸς καὶ ἀναίσχυντος οὐ μόνον κατὰ τῶν ἄνωθεν ἱσταμένων πυκνοὺς ἐξέπεμπεν ὀϊστούς, ἀλλὰ καὶ τῇ ἰδίᾳ διαλέκτῳ πολλὰ φωνῶν ὑβρίζειν ἐδόκει, τείνει μὲν κατ’ αὐτοῦ ὁ Καῖσαρ τὸ τόξον. τοῦ δ’ οὐχ ἅλιον βέλος ἔκθορε χειρὸς, ἀλλὰ διέτρησε μέν τὸν θυρεόν, τὸν δὲ φολιδωτὸν θώρακα σὺν αὐτῷ διελὼν τῷ βραχίονι τῇ πλευρᾷ τὸ βέλος περιέπειρεν. ὁ δ’ εὐθὺς ἄφωνος ἔκειτο χαμᾶζε κατὰ τὸν ποιητήν, φωνὴ δ’ οἰωνὸν ἡκε τῶν μέν ἐπαγαλλομένων τῷ Καίσαρι, τῶν δέ ἐπὶ τῷ πεπτωκότι ὀλοφυρομένων. καρτερῶς οὖν αὖθις τῶν τε ἱππέων ἐκεῖθεν μαχομένων τῶν τε ἐν τοῖς τείχεσιν ἱσταμένων βαρὺς καὶ δεινὸς ἐξ ἀμφοτέρων ἀνερριπίζετο πόλεμος. ἐπιβαλὼν δ’ αὖθις ὁ αὐτοκράτωρ τὰς ἰδίας δυνάμεις εἰς φυγὴν τὰς τῶν Λατίνων προὐτρέψατο φάλαγγας. τῇ δέ μετ’ αὐτὴν ἀπελθὼν ὁ Οὐβος συνεβούλευε τῷ Γοντοφρὲ τῷ τοῦ βασιλέως ὑπεῖξαι θελήματι εἰ μὴ καὶ δευτέραν βούλοιτο τῆς τούτου περὶ τὰ πολεμικὰ ἐμπειρίας πεῖραν λαβεῖν, καὶ ὀμωμοκέναι καθαρὰν πίστιν φυλάττειν αὐτῷ. ὁ δὲ πολλὰ τοῦτον κατεμέμφετο λέγων “σὺ ὡς βασιλεὺς τῆς ἰδίας ἐξεληλυθὼς χώρας μετὰ τοσούτου πλούτου καὶ στρατεύματος νῦν ἐξ ὕψους τοσούτου εἰς δούλου τάξιν ἑαυτὸν συνήλασας· εἶτα ὡς μέγα τι κατωρθωκὼς κἀμοὶ τοιαῦτα συμβουλεύων ἥκεις;” ὁ δέ “ἐχρῆν μὲν ἡμᾶς” ἔφη “ἐν ταῖς ἰδίαις προσμένειν χώραις καὶ τῶν ἀλλοτρίων ἀπέχεσθαι· ἐπεὶ δὲ μέχρις ὧδε κατήλθομεν, πολ- λῆς τῆς τοῦ βασιλέως κηδεμονίας δεόμενοι, εἰ μὴ τοῖς αὐτοῦ πειθόμεθα λόγοις, οὐκ ἀγαθὰ ἡμῖν συμβήσεται”. ὡς δὲ κενὸν τὸν Οὖβον ἐκεῖθεν ἐξέπεμψε πληροφορηθεὶς ὁ βασιλεὺς καὶ τοὺς ὄπισθεν ἐρχομένους ἐγγίζειν ἤδη κόμητας, ἀποστείλας τῶν ἡγεμόνων ἐκκρίτους τινὰς μετὰ τῶν ὑπ’ αὐτοὺς δυνάμεων ἐπέσκηψεν αὖθις συμβουλεύσασθαι αὐτῷ καὶ καταναγκάσαι διαπερᾶσαι. τούτους οἱ Λατῖνοι θεασάμενοι καὶ μηδὲ μικρὸν ἀναμείναντες μήτε μὴν τὸ τί ἂν βούλοιντο ἐπερωτήσαντες πρὸς πολέμους καὶ μάχας ἐχώρουν· πολέμου δὲ ἀναμεταξὺ συρραγέντος ἰσχυροῦ πίπτουσιν ἐξ ἑκατέρου μέρους ἱκανοί, τιτρώσκονται δέ καὶ ***οἱ τοῦ αὐτοκράτορος, ὁπόσοι ἀναισχυντότερον αὐτῷ προσέβαλον. ἐκθυμότερον δέ τούτων μαχομένων τὰ νῶτα οἱ Λατῖνοι ὑπεῖχον. καὶ οὕτως ὁ Γοντοφρὲ μετ’ οὐ πολὺ τῷ τοῦ βασιλέως ἐστοίχει θελήματι. προσελθὼν οὖν τῷ βασιλεῖ ἐπωμόσατο ὅνπερ ἀπῃτεῖτο ὅρκον, ὥστε ὁπόσας πόλεις καὶ χώρας ἢ φρούρια φθάσει κατασχεῖν ὑπὸ τὴν βασιλείαν Ῥωμαίων τὸ πρῶτον τελοῦντα, πρὸς τὸν ἐπ’ αὐτὸ τοῦτο παρὰ τοῦ βασιλέως ἀποστελλόμενον ἀρχηγὸ ν παραδιδόναι. ταῦτ᾿ οὖν ἐπομοσάμενος χρήματά τε τκανὰ λαβὼν ὁμέστιός τε καὶ ὁμοτράπεζος αὐτῷ γεγονὼς καὶ δαψιλῶς εὐωχηθεὶς διαπεράσας κατὰ τὸν Πελκάνον ηὐλίσατο. ὁ δέ βασιλεὺς τηνικαῦτα ἐπέσκηψε δαψιλεῖς πανηγύρεις ἐξάγειν αὐτοῖς.