Ancient Greek · ~29 min
ΑΛΕΞΙΑΣ ΙA.
Anna Comnena, Ἀλεξιάδα 10.1-7
Not analysed yet
Ἐπεὶ δέ ἐξερχόμενοι οἱ Φράγγοι [πρὸς] τὰ πρὸς κατάσχεσιν τῶν πόλεων Συρίας ὑπέσχοντο τῷ ἐπισκόπῳ Πίσσης ἱκανά, εἰ τούτοις συνάρηται πρὸς τὸν προκείμενον αἰτοῖς σκοπόν, ὁ δὲ καταπειθὴς τοῖς λόγοις τούτων γεγονὼς καὶ ἑτέρους δύο τῶν παρὰ θάλατταν οἰκούντων ἐς αὐτὸ τοῦτο ἐρεθίσας οὐκ ἀνεβάλλετο, ἀλλ’ ἐξοπλίσας διήρεις τε καὶ τριήρεις καὶ δρόμωνας καὶ ἕτερα τῶν ταχυδρόμων πλοίων εἰς ἐνακόσια περιϊστάμενα ἔξεισιν ὡς πρὸς αὐτοὺς ἀπερχόμενος ἱκανὰ δέ τούτων ἀποτεμόμενος εἰς προνομὴν τῆς Κορυφοῦς, τῆς Λευκάδος, τῆς Κεφαληνίας καὶ τῆς Ζακύνθου ἀπέστειλε. ταῦτα μανθάνων ὁ βασιλεὺς ἐξ ἁπασῶν τῶν ὑπὸ τὴν τῶν Ῥωμαίων ἀρχὴν χωρῶν προσέταξε γενέσθαι πλοῖα. καὶ εἰς αὐτὴν δέ τὴν βασιλεύουσαν ἱκανὰ κατασκευάζων, ἐκ διαλειμμάτων εἰς μονῆρες εἰσερχόμενος ἐπέσκηπτε τοῖς κατασκευάζουσιν, ὅπως χρὴ ταῦτα ποιεῖν. γινώσκων δέ τοὺς Πισσαίους τοῦ περὶ τὴν θάλατταν πολέμου ἐπιστήμονας καὶ δεδιὼς τὴν μετ᾿ αὐτῶν μάχην, ἐν ἑκάστῃ πρώρᾳ τῶν πλοίων διὰ χαλκῶν καὶ σιδήρων λεόντων καὶ ἀλλοίων χερσαίων ζώων κεφαλὰς μετὰ στομάτων ἀνεῳγμένων κατασκευάσας χρυσῷ τε περιστείλας αὐτά, ὡς ἐκ μόνης θέας φοβερὸν φαίνεσθαι, τὸ διὰ τῶν στρεπτῶν κατὰ τῶν πολεμίων μέλλον ἀφίεσθαι πῦρ διὰ τῶν στομάτων αὐτῶν παρεσκεύασε διϊέναι, ὥστε δοκεῖν τοὺς λέοντας καὶ τἆλλα τῶν τοιούτων ζώων τοῦτο ἐξερεύγεσθαι. οὕτω γοῦν ταῦτά κατασκευάσας μετακαλεσάμενος τὸν Τατίκιον ἐξ Ἀντιοχείας νεωστὶ παραγενόμενον αὐτῷ μὲν τὰ τοιαῦτα πλοῖα παραδεδωκὼς περιφανεστάτην κεφαλὴν ὠνόμασε· τῷ δέ γε Λαντούλφῳ τὸν ἅπαντα στόλον ἀναθέμενος μέγαν δοῦκα προὐβάλετο ὡς τῆς ναυμαχίας εἰδήμονα ἄριστον. ἐξελθόντες οὖν τῆς μεγαλοπόλεως μηνὸς παριππεύοντος Ἀπριλλίου μετὰ τοῦ ῾Ρωμαϊκοῦ στόλου τὴν Σάμον κατέλαβον καὶ τὰ πλοῖα τῇ χέρσῳ προσορμίσαντες ἐξῆλθον πρὸς τὴν ἤπειρον ἐπὶ τῷ διὰ τῆς ἀσφάλτου ἐπὶ πλέον ἀσφαλισμένους κατοχυρῶσαι αὐτά. μεμαθηκότες δέ τὴν τοῦ Πισσαϊκοῦ στόλου διέλευσιν τὰ πρυμνήσια λύσαντες καὶ αὐτοὶ ὄπισθεν αὐτῶν ἔθεον ὡς πρὸς τὴν Κῶ. πρωΐας δὲ τῶν Πισσαίων ἄεισε ἑσπέρας οὑτοι ταύτην κατέλαβον. μὴ ἐντετυχηκότες δέ τοῖς Πισσαίοις ἀπῆλθον εἰς τὴν Κνίδον περὶ τὴν ἤπειρον τῆς ἀνατολῆς διακειμένην. κεῖθι δέ παραγενόμενοι, ὡς τῆς ἄγρας ἠστόχουν, ὀλίγοις τινὰς ἐφευρηκότες τῶν Πισαίων αὐτοῦ που καταλειφθέντας ἐπυνθάνοντο, ὅπου ὁ Πισσαϊκὸς ἐξώρμησε στόλος. οἱ δέ πρὸς τὴν Ῥόδον ἔφασαν. καὶ παραχρῆμα λύσαντες τὰ πρυμνήσια θᾶττον τούτους κατέλαβον μεταξὺ Πατάρων καὶ Ῥόδου. τούτους δ’ οἱ Πισσαῖοι θεασάμενοι μόθου παραυτίκα σχῆμα διατυπώσαντες πρὸς μάχην οὐ τὰ ξίφη μόνον, ἀλλὰ καὶ τὰς καρδίας ἔθηγον. ἐπικαταλαβόντος δέ τοῦ Ῥωμαϊκοῦ στόλου κόμης τις Πελοποννήσιος Περιχύταν καλούμενος ναυλοχεῖν ἄριστα ἐπιστάμενος, ὡς τούτους ἐθεάσατο, ταῖς κώπαις τὸ ἴδιον πτερώσας μονῆρες ὡς εἶχε κατ᾿ αὐτῶν ἴεται. καὶ διὰ μέσου τούτων ὡς πῦρ διελθὼν εἰς τὸν Ῥωμαϊκὸν αὖθις ἐπανέστρεφε στόλον. ὁ μέντοι Ῥωμαϊκὸς στόλος οὐκ εὐτάκτως τῆς μετὰ τῶν Πισσαίων μάχης ἀπεπειρᾶτο, ἀλλ’ ὀξέως καὶ ἀσυντάκτως τούτοις προσέβαλε. καὶ αὐτὸς δέ Λαντοῦλφος πρῶτος προσπελάσας ταῖς Πισσαϊκαῖς ναυσὶν ἄστοχα τὸ πῦρ ἔβαλε καὶ οὐδέν τι πλέον εἰργάσατο τοῦ πυρὸς σκεδασθέντος. ὁ δέ λεγόμενος Ἐλεήμων κόμης ἀναισχύντως μεγίστῳ πλοίῳ κατὰ πρύμναν προσβα- λῶν τοῖς πηδαλίοις τούτου περιπεσὼν καὶ μὴ εὐχερῶς ἔχων ἐκεῖθεν διαπλωΐσασθαι κατεσχέθη ἄν, εἰ μὴ γοργῶς πρὸς τὴν σκευὴν ἀπεῖδε καὶ πῦρ κατ’ αὐτῶν ἀφεὶς οὐκ ἄστοχα ἔβαλεν· εἶτα τὴν ναῦν ἐπὶ θάτερα γοργῶς μεταφέρων καὶ ἑτέρας παραχρῆμα τρεῖς μεγίστας ἐπυρπόλει τῶν βαρβάρων ναῦς. ἐπεὶ δ’ ἅμα καὶ συστροφὴ ἀνέμου τὴν θάλατταν ἀθρόον ἐπεισπεσοῦσα διετάραττε τάς τε ναῦς συνέτριβε καὶ μονονὺ βυθίζειν ἠπείλει (ἐρρόχθει γὰρ τὸ κῦμα, αἱ κεραῖαι τά θ᾿ ἱστία διερρήγνυντο), ἐκδειματωθέντες οἱ βάρβαροι τὸ μέν διὰ τὸ πεμπόμενον πῦρ (οὐδὲ γὰρ ἐθάδες ἦσαν τοιούτων σκευῶν ἢ πυρὸς ἄνω μέν φύσει τὴν φορὰν ἔχοντος, πεμπομένου δ’ ἐφ’ ἃ βούλεται ὁ πέμπων κάτα τε τὸ πρανές πολλάκις καὶ ἐφ’ ἑκάτερα), τὸ δέ ὑπὸ τοῦ θαλαττίου κλύδωνος συγχυθέντες τὸν νοῦν φυγαδείας ἥψαντο. οὕτω μέν οὖν τὰ τῶν βαρβάρων· ὁ δέ τοι Ῥωμαϊκὸς στόλος νησιδίῳ τινὶ προσώκειλεν οὑτωσί πως καλουμένῳ Σεύτλῳ. αὐγαζούσης δέ τῆς ἡμέρας ἐκεῖθεν ἀπάραντες τῇ Ῥόδῳ προσώρμισαν. τῶν πλοίων οὖν ἀποβάντες καὶ ἐξαγαγόντες ὅσους ἔφθασαν κατασχεῖν καὶ αὐτὸν δὴ τὸν τοῦ Βαϊμούντου ἀδελφιδοῦν ἐξεδειμάτουν αὐτοὺς ὡς μέλλοντες τιμῆς πάντας ἀπεμπολεῖν ἢ κατασφάττειν. ὡς δὲ ἀκαταπλήκτους πρὸς τοῦτο ἑώρων αὐτοὺς καὶ τὴν ἀπεμπόλησιν ἐν οὐδενὶ τιθεμένους, εὐθὺς ξίφους παρανάλωμα πεποιήκασιν. οἱ δέ γε Βο περιλειφθέντες τοῦ Πισσαϊκοῦ στόλου πρὸς τὸ τὰς παρατυχούσας νήσοις καὶ τὴν Κύπρον ληΐζεσθαι ἀπέβλεψαν. ἔνθα ὤν ὁ Φιλοκάλης Εὐμάθιος κατ᾿ αὐτῶν ἱέτω. οἱ δὲ περὶ τὰς ναῦς δειλίᾳ συσχεθέντες μηδὲ τοῦ ἐξιόντος προνομῆς χάριν ἀπὸ τῶν πλοίων αὐτῶν λαοῦ πεφροπικότες, ἀλλὰ τοῖς πλείονας περὶ τὴν νῆσον ἐάσαντες, ἀσυντάκτως οὕτω λύσαντες τὰ πρυμνήσια πρὸς τὴν Λαοδίκειαν ἀπέπλεον τὸν Βαϊμοῦντον ἐπὶ νοῦν ἔχοντες. καὶ δὴ καὶ καταλαβόντες προσεληλύθεσάν τε αὐτῷ καὶ τὴν μετ᾿ αἰτοῦ ἀγάπην ἀσπάζεσθαι ἔλεγον· ὁ δέ, ὁποῖος ἐκεῖνος, ἀσμένως αἰτοῖς ὑποδέχεται. ἐπεὶ δ’ οἱ περὶ τῆς ἠϊόνα καταλειφθέντες λαφυραγωγίας ἕνεκα, ὑποστρέψαντες τὸν ἴδιον στόλον οὐχ ἑώρων, ἔρριπτον ἀφειδῶς ἑαυτοὺς εἰς τὴν θάλασσαν καὶ ἀπεπνίγοντο. οἱ δὲ τοῦ Ῥωμαϊκοῦ στόλου θαλασσοκράτορες καὶ αὐτὸς δὴ ὁ Λαντοῦλφος καταλαβόντες τὴν Κύπρον συνεληλυθότες περὶ εἰρήνης ἐπερωτᾶν ἐβουλεύοντο. πάντων οὐν ὁμογνωμονησάντων πρὸς τοῦτο, στέλλεται ὁ Βουτουμίτης πρὸς τὸν Βαϊμοῦντον. τοῦτον οὖν θεασάμενος καὶ παρακατασχὼν ἐπὶ ὅλως πέντε καὶ δέκα ἡμέραις, ἐπεὶ τὴν Λαοδίκειαν καὶ λιμὸς κατειλήφει καὶ ὁ Βαϊμοῦντος αὖθις Βαϊμοῦντος ἦν καὶ οὐκ ἠλλοίωτο οὔτε μὴν εἰρηνεύειν ἐμεμαθήκει, μεταπεμψάμενος αἰτόν φησιν “οὐ διὰ φιλίαν ἢ εἰρήνην αὐτὸς ἐνταυθοῖ παραγέγονας, ἀλλ’ ἐφ᾿ ᾧ τὰς ἐμὰς ἐμπρῆσαι ναῦς. ἄπιθι τοίνυν· ἀρκεῖ γάρ σοι αὐτὸ τοῦτο τὸ άνακρωτηρίαστον τῶν ἐνταῦθα ἀπολυθῆναι.” ἀπάρας οὖν ἐκεῖθεν καταλαμβάνει τοὺς αὐτὸν ἀποστείλαντας περὶ τὸν λιμένα τῆς Κύπρου. καὶ τὴν Βαϊμούντου πονηρὰν γνώμην ἐπὶ πλέον ἐκ τῶν ἐκεῖθεν μηνυμάτων διαγνόντες καὶ ὡς ἀδύνατον σπείσασθαι μετὰ τοῦ αὐτοκράτορος ἐκεῖθεν ἀπάραντες ὅλοις ἱστίοις τὴν πρὸς τὴν μεγαλόπολιν ὑγρὰν ἐπέπλεον κέλευθον. κατὰ δέ τὴν Συκὴν τρικυμίας μεγάλης καὶ κλύδωνος διεγερθέντος σφοδροῦ τὰ πλοῖα τῇ χέρσῳ προσραγέντα ἡμίθραυστα πάντα γεγόνασι πλὴν τῶν νηῶν ὧν ἐξῆρχεν ὁ Τατίκιος. ἀλλὰ τὰ μὲν κατὰ τὸν Πισσαϊκὸν στόλον ὧδέ πη προκεχωρήκει· ὁ δὲ Βαϊμοῦντος φύσει πονηρότατος ὢν ἐδεδίει, μὴ τὸ Κούρικὸν ὁ βασιλεὺς προκατάσχῃ καὶ στόλον ῾Ρωμαϊκὸν τῷ λιμένι προσορμίσας φυλάττῃ μέν τὴν Κύπρον, ἀπείργῃ δέ καὶ τοὺς ἀπὸ Λογγιβαρδίας διὰ τῆς παρ- αλίας τῆς ἀνατολῆς μέλλοντας ἰέναι πρὸς αὐτὸν συμμάχους. ταῦτα οὖν λογιζόμενος αὐτὸς τοῦτο ἀνοικοδομῆσαι καὶ τὸν λιμένα κατασχεῖν ἐβούλετο. πόλις γὰρ πρότερον οὖσα ἐρυμνοτάτη τὸ Κοόρικον ἐν ὑστέροις ἔφθασεν ἐριπωθῆναι χρόνοις. ὁ δέ γε αὐτοκράτωρ ταῦτα προμηθευσάμενος καὶ τὰς ἐπινοίας αὐτοῦ προκαταλαβὼν πέμπει τὸν ἐκτομίαν Εὐστάθιον ἀπὸ τῆς τοῦ κανικλείου ἀξίας μέγαν δρουγγάριον τοῦ στόλου προχειρισάμενος ἐπισκήψας αὐτῷ σπεῦσαι καταλαβεῖν τὸ Κοὐρικον καὶ διὰ τάχους ἀνοικοδομῆσαί τε αὐτὸ καὶ τὸ κάστρον Σελεύκειαν στάδια ἓξ τούτου ἀφισταμένην καὶ δύναμιν ἀποχρῶσαν καταλιπεῖν ἐν αἰτοῖς, δοῦκα δὲ προχειρίσασθαι Στρατήγιον τὸν Στραβόν, ἄνδρα μικρὸν μὲμ τῷ σώματι, ταῖς δὲ πολεμικαῖς ἐμπειρίαις πολύν τε καὶ μέγιστον, ἀλλὰ καὶ εἰς τὸν λιμένα στόλον ἱκανὸν προσορμίσαι καὶ παραγγεῖλαι ἐγρηγορέναι καὶ ἐνεδρεύειν τοὺς ἀπὸ Δογγιβαρδίας εἰς ἀρωγὴν τοῦ βαϊμούντου ἐρχομένους, ἐπαρήγειν δέ καὶ τῇ Κύπρῳ. ἐξελθὼν οἶν ὁ ῥηθεὶς δρουγγά- ριος τοῦ στόλου καὶ προκαταλαβὼν τὰ τοῦ βαϊμούντου διανοήματα ἀνεγείρει μέν αὐτὸ καὶ εἰς τὴν προτέραν ἀποκαθιστᾷ κατάστασιν. παραχρῆμα δέ καὶ τὴν Σελεύκειαν οἰκοδομήσας καὶ κατοχυρώσας διὰ τάφρων γυρόθεν δυνάμεις τε ἱκανὰς ὲν ἀμφοτέροις καταλιπὼν μετὰ τοῦ δουκὸς κατελθὼν εἰς τὸν λιμένα καὶ στόλον ἀποχρῶντα ὲν αὐτῷ καταλιπὼν κατὰ τὰς τοῦ αὐτοκράτορος εἰσηγήσεις ἐπαναξεύγνυσι πρὸς τὴν μεγαλόπολιν. καὶ μεγάλως παρὰ τοῦ αὐτοκράτορος ἐπαινεθεὶς δαψιλῶς πεφιλοτίμηται.