Ancient Greek · ~16 min
ΑΛΕΞΙΑΣ ΙA.
Anna Comnena, Ἀλεξιάδα 9.1-10
Not analysed yet
Εἶτα μεμαθηκὼς ὁ αὐτοκράτωρ καὶ τὴν τῆς Λαοδικείας παρὰ τοῦ Ταγγρὲ κατάσχεσιν πρὸς τὸν Βαϊμοῦντον γράμματα ἐκτίθεται οὑτωσὶ περιέχοντα “τὰ ὅρκια οἶδας καὶ τὰς ἐπαγγελίας, ἅς οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ἅπαντες πρὸς τὴν βασιλείαν ῾Ρωμαίων ἐποιήσαντο. νῦν δὲ αὐτὸς πρῶτος παρασπονδήσας τὴν Ἀντιόχειαν κατέσχες καὶ ἄλλα τινὰ φρούρια ὑποποιησάμενος καὶ αὐτὴν δὴ τὴν Λαοδίκειαν. ἀπόστηθι τοίνυν τῆς πόλεως Ἀντιοχείας καὶ τῶν ἄλλων ἁπάντων δίκαιόν τι πρᾶγμα ποιῶν καὶ μὴ θέλε πολέμους ἄλλους καὶ μάχας κατὰ σαυτοῦ ἐρεθίζειν.” ὁ δέ γε Βαϊμοῦντος τὰς βασιλικὰς ὑπαναγνοὺς γραφάς, ἐπειδὴ μὴ τῷ συνήθει ψεύδει χρήσασθαι οἶός τε ἦν τῶν πραγμάτων ἀριδήλως τὴν ἀλήθειαν ἐλεγχόντων, πρὸς τὰ γραφέντα τῷ φαινομένῳ κατένευσεν, αἰτίαν μέντοι τῶν κακῶς παρ’ αὐτοῦ πραχθέντων εἶναι τὸν τὸν αὐτοκράτορα ἔλεγε γράψας ὡς “οὐκ ἐγὼ τούτων αἴτιος, ἀλλὰ σύ. ὑποσχόμενος γὰρ κατόπιν ἡμῶν μετὰ δυνάμεως ἔρχεσθαι πολλῆς οὐκ ἠθέλησας τὴν ὑπόσχεσιν ἔργοις πιστώσασθαι. ἡμεῖς δὲ τὴν Ἀντιόχειαν καταλαβόντες καὶ ἐπὶ τρισὶ μησὶ πολλὰ μογήσαντες πρὸς πολεμίους ἀπεμαχόμεθα καὶ λιμόν, οἶον οὐδείς πως τῶν ἀνθρώπων τεθέαται, ὡς τοὺς πλείστους ἡμῶν καὶ ἀπ’ αὐτῶν τῶν ὑπὸ τοῦ νόμου ἀπηγορευμένων κρεῶν βεβρωκέναι· ἐφ’ ἱκανὸν δέ ἐγκαρτερούντων ἡμῶν καὶ αὐτὸς ὁ δοθεὶς ἡμῖν εἰς ἀρωγὴν πιστότατος οἰκέτης τοῦ σοῦ κράτους Τατίκιος οὕτω κινδυνεύοντας καταλιπὼν ἡμᾶς ᾤχετο. εἵλομεν δέ τὴν πόλιν παραδόξως καὶ αὐτὰς τὰς ἀπὸ τοῦ Χοροσὰν εἰς ἀρωγὴν τῶν Ἀντιοχέων καταλαβούσας δυνάμεις κατετροπωσάμεθα. καὶ πῶς δίκαιόν ἁ ἐστιν, ἅπερ οἰκείοις ἱδρῶσι καὶ πόνοις ἐκτησάμεθα, ῥᾳδίως οὕτως ἀποποιήσασθαι;” ὑποστρεψάντων δ’ ἐκεῖθεν τῶν πρέσβεων, ὡς τὰς τοῦ Βαϊμούντου ὑπανέγων γραφάς, διαγνοὺς αὐτὸν ἐκεῖνον αὖθις εἶναι τὸν Βαϊμοῦντον μηδοπωσοῦν ἐπὶ τὸ βέλτιον μεταβληθέντα, δεῖν ἔγνω τῶν ὁρίων τῆς βασιλείας Ῥωμαίων ἀντέχεσθαι καὶ τὴν ἀκάθεκτον αἰτοῦ ὁρμὴν ὡς ἐνὸν ἀνακόπτειν. δυνάμεις τοίνυν πολλὰς μετὰ τοῦ Βουτουμίτου κατὰ τῆς Κιλικίας ἐξέπεμψε καὶ τὸ ἐλλογιμώτατον τοῦ στρατιωτικοῦ καταλόγου, ἄνδρας μαχιμωτάτοις καὶ Ἄρεως ὑπασπιστὰς ἅπαντας καὶ αὐτὸν δὴ τὸν Βάρδαν καὶ τὸν ἀρχιοινοχόον Μιχαὴλ, ἀκμάζοντας καὶ ἀρτιφυεῖς τὸ γένειον. οὓς νηπιόθεν προσλαβόμενος ὁ αὐτοκράτωρ καὶ τὰ στρατιωτικὰ ἐκπαιδεύσας ὡς εὐνουστέρους τῶν ἄλλων τῷ Βουτουμίτῃ παραδίδωσι μεθ’ ἑτέρων χιλίων ἀνδρῶν γενναίων Κελτῶν καὶ Ῥωμαίων, ἐφ’ ᾧ συμπαρομαρτεῖν τε αὐτῷ καὶ ὑπείκειν ἐν ἅπασιν, ἅμα δὲ καὶ τὸ τυχὸν τῶν καθ᾿ ὥραν ξυμπιπτόντων δι’ ἀπορρήτων γραμμάτων δηλοῦν αὐτῷ. ἔσπευδε δὲ τὴν ἅπασαν χώραν τῆς Κιλικίας κατασχεῖν, ἵν ἐντεῦθεν ῥᾷον τὰ κατὰ τὴν Ἀντιόχειαν ἐξαρτύῃ. Ρ. ἀπάρας οὐν ὁ Βουτουμίτης σὺν ὅλαις δυνάμεσι περὶ Ἀττάλου ἐφθακώς, ἐπεὶ τὸν Βάρδαν καὶ τὸν ἀρχιοινοχόον Μιχαὴλ μὴ ὑπείκοντας ἑώρα τῷ τούτου θελήματι, ἵνα μὴ ναὶ τὸ ὁΠλιτικὸν συμβαίη στασιάζειν κἀκ τούτου κενόσπουδος ἡ σπουδὴ τῷ Βουτουμίτῃ γένηται καὶ ἄπρακτος τῆς Κιλικίας ἀποπεμφθείη, παραχρῆμα τὰ περὶ τούτου δηλοῖ τῷ αὐτοκράτορι τὴν μετ’ αὐτῶν συνδιατριβὴν παραιτούμενος. ὁ δέ τὰς ἐκ τῶν τοιούτων εἰωθυίας γίνεσθαι βλάβας γινώσκων γοργῶς ἐφ᾿ ἑτέραν ὑπόθεσιν τούτοις τε καὶ ὁπόσοις ὑπόπτους εἶχε διὰ γραμμάτων προὐτρέπετο, ἵνα τὴν Κύπρον τάχιον καταλαβόντες τῷ Εὐφορβηνῷ Κωνσταντίνῳ τὴν δουκικὴν ἀρχὴν τηνικαῦτα τῆς νήσου Κύπρου ἀναδεξαμένῳ συνόντες ἐν πᾶσιν ὑπείκωσιν. οἱ δέ ἀσμένως τὰ γράμματα δεξάμενοι θᾶττον πρὸς τὴν Κύπρον διαπλωίζονται· μικρὸν οὖν χρόνον μεῖά τοῦ δουκὸς Κύπρου ἐνδιατρίψαντες τῇ συνήθει ἀναισχυντίᾳ καὶ πρὸς αὐτὸν ἐκέχρηντο. ἔνθεν τοι καὶ λοξὸν αὐτοὺς ὑπεβλέπετο. οἱ δὲ νεανίαι τῆς τοῦ βασιλέως περὶ αὐτοὺς κηδεμονίας μεμνημένοι διὰ τῶν πρὸς τὸν βασιλέα γραμμάτων τοῦ δουκὸς πολλὰ κατέτρεχον τὴν Κωνσταντίνου ἀνακαλούμενοι. ἀναπτύξας δέ τὰς ἀυτῶν γραφὰς ὁ αὐτοκράτωρ, ἐπεὶ καί τινας τῶν τῆς μείζονος τύχης, ὅσους ὑπόπτους ὁ αὐτοκράτωρ εἶχε, σὺν αὐτοῖς εἰς Κύπρον ἀπέστειλε, πτοηθεὶς μὴ καὶ αὐτοὶ ἐκ λύπης ἴσως συναπαχθῶσιν ἐκείνοις, εὐθὺς τῷ Καντακουζηνῷ ἐπέσκηψεν ἀναλαβέσθαι τούτους μεθ’ ἑαυτοῦ. ὃς φθάσας εἰς Κυρήνειαν καὶ μετακαλεσάμενος τούτους μεθ’ ἑαυτοῦ ἀνελάβετο. ἀλλὰ ταῦτα μὲν τὰ περὶ τοῦ Βάρδα φημὶ καὶ τοῦ ἀρχιοινοχόου Μιχαήλ· ὁ δέ γε Βουτουμίτης μετὰ τοῦ Μοναστρᾶ καὶ τῶν σὺν αὐτῷ καταλειφθέντων λογάδων ἡγεμόνων τὴν Κιλικίαν ἐφθακώς, ὡς τοὺς Ἀρμενίους εὗρε σπεισαμένους μετὰ τοῦ Ταγγρέ, παραδραμὼν τούτους καὶ τὸ Μαράσιν κατέσχεν αὐτό, ἅμα δέ καὶ τὰς παρακειμένας ἁπάσας κωμοπὸλεις καὶ τὰ πολίχνια καὶ ἀποχρώσας δυνάμεις εἰς φρουρὰν τῆς χώρας ἁπάσης καὶ ἡγεμόνα τὸν μιξοβάρβαρον καταλιπὼν Μοναστρᾶν, περὶ οὗ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, πὼς τὴν βασιλεύουσαν ἐπανέστρεψεν.