Ancient Greek · ~20 min
ΑΛΕΞΙΑΣ ΙA.
Anna Comnena, Ἀλεξιάδα 11.1-7
Not analysed yet
Ἀλλὰ ταῦτα μέν τὰ κατὰ τὸ κουρικὸν· μετὰ δὲ παραδρομὴν ἐνιαυτοῦ ἀναμαθὼν ὁ βασιλεὺς ὅτι καὶ Γενούσιος στόλος εἰς συμμαχίαν τῶν Φράγγων ἐξελθεῖν ἐτοιμάξεται, στοχασάμενος ὅτι οὐ μικρᾶς βλάβης παραίτιοι καὶ αὐτοὶ τῇ τῶν Ῥωμαίων ἀρχῇ ἔσονται, τὸν μὲν διὰ τῆς ἠπείρου μετὰ ἀποχρώσης δυνάμεως, τὸν δέ Δαντοῦλφον γοργῶς ἐξοπλίσας μετὰ στόλου διὰ θαλάσσης ἀπέστειλε παρακελευσάμενος αὐτῷ τὸ τάχος καταλαβεῖν τὰ κατώτερα, ἐφ’ ᾦ τὸν μετὰ τῶν Γενουσίων ἐκεῖσε διερχομένων ἀναδέξασθαι πόλεμον. τούτων οὖν ἀπελθόντων ἔνθα καὶ προσετάχθησαν, χειμὼν βαρὺς ἐπιγέγονε καἲ ἀφόρητος, ὑφ’ οὗ καὶ πολλὰς τῶν νηῶν συνέβη διαθραυσθῆναι. ἅσπερ πάλιν πρὸς τὴν χέρσον ἑξελκύσαντες ἐπιμελῶς τὴν διὰ τῆς ὑγρᾶς πίσσης ἐπίχρισιν ταύταις ἐπέφερον. τηνικαῦτα δέ καὶ ὁ Καντακουζηνὸς τὸν τῶν Γενουσίων στόλον περὶ τὰ κατώτερα διαπλένοτα ἐγγύς που εἶναι μεμαθηκὼς ὑποτίθεται τῷ Δαντούλφῳ ὁξτωξαλθδεκα ναῦς ἀναλαβέσθαι τοσαύτας γὰρ μόνας συνέβη τῷ τότε ἀποπλέειν τῶν ἄλλων ἐξελκυσθεισῶν τῆς θαλάσσης) καὶ ἀπελθόντα κατὰ τὸ ἀκρωτήριον τοῦ Μαλέου προσοκεῖλαι αὐὰς κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας καὶ διερχομένων τῶν Γενουσίων, εἰ μὲν τὸν μετ’ αὐτῶν ἀποθαρροίη πόλεμον, εὐθὺς τὴν μετ’ αὐτῶν ἀναδέξασθαι μάχην, εἰ δ’ οὐ, τὴν σωτηρίαν ἑαυτῷ καὶ ταῖς ὑπ’ αὐτὸν νηυσὶ σὺν αὐτοῖς πλωτῆρσιν εἰς Κορώνην προσοκείλαντι περιποιήσασθαι. ὁ δ’ ἀπελθὼν καὶ τὸν πολὺν στόλον τῶν Γενουσίων θεασάμενος καὶ ἀπαγορεύσας τὴν μετ' αὐτῶν μάχην θᾶττον τὴν Κορώνην κατέλαβεν. ὁ δέ Καντακουζηνὸς τὸν ὅλον Ῥωμαϊκὸν στόλον ὡς ποιησάμενος καὶ τοὺς συνόντας αὐτῷ ἐκεῖσε συναγαγὼν ὡς εἶχε τάχους κατόπιν τῶν Γενουσίων ἐδίωκε. μὴ ἐφθακὼς δέ τὴν Λαοδίκειαν κατέλαβε σπεύδων πρὸς πρὸς μετὰ Βαϊμούντου πολέμους ὄλῃ γνώμη καὶ χειρὶ ἀποδύεσθαι. καὶ μέντοι καὶ ἔργου ἁψάμενος τὸν λιμένα κατέλαβε καὶ διὰ πάσης νυκτὸς καὶ ἡμέρας τῆς τειχομαχίας οὐκ ἀφίστατο. ὡς δ’ ἄπρακτος τοῦ λοιποῦ ἔμενε μυριάκις μὲν προσβαλών, τοσαυτάκις δ’ ἀποτυχὼν καὶ πὴ μὲν ὑποποιούμενος τοὺς οὐκ ἔπειθε, πῆ δέ μαχόμενος ἀπετύγχανε, τειχίον τι διὰ ξηρῶν λίθων κυκλοτερὲς δειμάμενος ἀναμεταξὺ τῆς ψάμμου καὶ τῶν τειχῶν Λαοδικείας ἐν τρισὶ κἄκτοτε ὡς ἔρεισμα τοῦτο κτησάμενος ἕτερον πολίχνιον δι’ ἐγχορήγου ὕλης ἐντὸς τούτου θᾶττον ἀνήγειρεν ἵν’ ἐντεῦθεν ὡς ἐξ ὁρμητηρίου τινὸς γενναιότερον τῆς τειχομαχίας ἀντέχοιτο. χοιτο. ἀλλὰ καὶ πύργους δύο διὰ τοῦ στομίου τοῦ λιμένος ἐφ’ ἑκάτερα οἰκοδομήσας ἅλυσιν σιδηρᾶν διαμπερὲς τούτων εἰσελάσας δι’ αὐτοῦ ἀπετάφρευε τὰς ἴσως ἐλπιζομένας βοήθειαν τῶν Κελτῶν ἐκ θαλάττης ναῦς. ἐν ταὐτῷ δὲ καὶ πολλὰ τῶν περὶ θάλατταν πολιχνίων κατέσχε, τό τε Ἀργυρόκαστρον C καλούμενον, τὸ Μαρχάπιν, τὰ Γάβαλα καὶ ἄλλα τινὰ μέχρις αὐτῶν συνόρων Τριπόλεως ἐφθακώς, ἅπερ πρότερον μέν φόρους τοῖς Σαρακηνοῖς ἐδίδουν, ἐν ὑστέροις δέ παρὰ τοῦ αὐτοκράτορος πολλοῖς ἱδρῶσι καὶ πόνοις ἐπανεσώθησαν. ὁ μέντοι βασιλεὺς δέον λογισάμενος καὶ ἀπὸ τοῦ μέρους τῆς ξηρᾶς πολιορκῆσαι τὴν Λαοδίκειαν, γινώσκων ἐκ μακροῦ τὸν δεινὸν Βαϊμοῦντον καὶ τὰς αὐτοῦ μηχανάς, ὁποῖος ἐκεῖνος δεξιὸς ἦθος ἀνθρώπου έν βραχεῖ καταμαθεῖν, καὶ τῆς αὐτοῦ δολερᾶς καὶ ἀποστατικῆς γνώμης κατάληψιν ἀκριβῆ ἔχων, τὸν Μοναστρᾶν μετακαλεσάμενος μετὰ ἀποχρώσης δυνάμεως διὰ τῆς ἠπείρου ἀπέστειλεν, ὥστε ἐν ταὐτῷ τὸν μέν Καντακουζηνὸν ἐκ θαλάττης, αὐτὸν δέ ἐκ τοῦ μέρους τῆς ἠπείρου πολιορκεῖν τὴν Λαοδίκειαν. ὁ Καντακουζηνὸς πρὸ τοῖ, τὸν Μοναστρᾶν ἐφθακέναι τὸν λιμένα καὶ τὸ κάστρον αὐτὸ κατέσχε· τὴν μέντοι ἀκρόπολιν, ὅπερ κουλᾶ νῦν ἡ συνήθεια καλεῖν εἴωθεν, ἔτι Κελτοὶ Κελτοὶ κατεῖχον πεζοὶ πεντακόσιοι καὶ ἱππεῖς ἑκατόν. τούτων τῶν πολιχνίων τὴν κατάσχεσιν ὁ βαϊμοῦντος ἀκηκοώς, μεμαθηκὼς δέ καὶ ἀπὸ τοῦ φυλάσσοντος κόμητος τὴν τῆς Λαοδικείας ἀκρόπολιν, ὅτι ἐπιδεής ἐστι χορτασμάτων, τῶν ὑπ’ αὐτὸν δυνάμεων πασῶν τοῦ τε ἀνεψιοῦ αὐτοῦ Ταγγρὲ καὶ τοῦ Ἰσαγγέλη ἑνωθεὶς καὶ βρώσιμα παντοῖα ἐπισάξας ἐν ἡμιόνοις καὶ τὴν Λαοδίκειαν καταλαβὼν τὰ μὲν θᾶττον εἰσήγαγεν εἰς τὸ κουλᾶ, μετὰ δέ γε τοῦ Καντακουζηνοῦ εἰς ὁμιλίαν ἐλθὼν τοιαῦτα πρὸς αὐτὸν ἔφη “τίνα σκοπὸν ἔχων πρὸς οἰκοδομὰς καὶ κτίσεις ἀπέβλιψας;” ὁ δέ “οἶδας ὅτι δουλείαν ὁμολογήσαντες τῷ αὐτοκράτορι καὶ τὰς παρ᾿ ὑμῶν αἱρουμένας πόλεις ἐνωμότως παραδοῦναι κατέθεσθε. εἶτα αὐτος καταψεισάμενος τῶν ὁρκίων, ἀθετήσας δέ καὶ τὰς εἰρηνικὰς σπονδὰς καὶ ταυτηνὶ τὴν πόλιν ἑλὼν καὶ παραδοὺς ἡμῖν μεταγνοὺς αὖθις κατέσχες, ὥστε μάτην αὐτὸς ἐνταυθοῖ παρεγενόμην ἐπὶ τῷ τὰς παρ᾿ ὑμῶν αἱροιμένας πόλεις ἀναλαμβόνεσθι” ὁ δὲ Βαϊμοῦνἶος “διὰ χρημάτων ἢ διὰ σιδήρου ταύτας ἐλπίζων ἐξ ἡμῶν λαμβάνειν ἥκεις;" ὁ δέ “τὰ χρήματα οἱ συνεφεπόμενοι ἡμῖν ἔλαβον ἐπὶ τῷ ἐκθύμως ἀγωνίζεσθαι”. ὁ δέ Βαϊμοῦντος θυμοῦ πλησθεὶς ἔφη “ἄτερ χρημάτων ἴσθι ὡς οὐδὲ φρούριον κατασχεῖν δινηθῇς.” καὶ τηνικαῦτα τὰς ὑπ᾿ αὐτὸν φάλαγγας παρέθηξε μέχρις αὐτῶν πυλῶν τῆς πόλεως ἐξιππάσασθαι. οἱ δέ τοῦ Καντπκου- ζηνου τὰ τείχη τηροῦντες δίκην νιφάδος τοὺς ὁϊστοὺς κατὰ τῶν τοῖς τείχεσι προσπελαζόντισν Φράγγων ἐπαφιέντες μικρόν τι τούτους ἀπώσαντο. καὶ παραχρῆμα ὁ Βαϊμοῦντος συναγαγὼν ἅπαντας εἰσῆλθεν ἐντὸς τῆς ἀκροπόλεως. ὑποπτεύσας δὲ τὸν φυλάσσοντα κόμητα μετὰ τῶν ὑπ᾿ αἰτὸν Κελτῶν ἕτερον εἰς φυλακὴν τῆς πόλεως ἔπεστισεν ἐκείνους ἐκεῖθεν ἀπελάσας. ἅμα δὲ καὶ τοὺς ἀγχοῦ τῶν τειχῶν ὄντας ἀμπελῶνας ἠρίπωσεν, ὥστε μὴ ἐμποδὼν τοῖς ἱππά- ζεσθαι μέλλουσι καθεστάναι Λατίνοις. ταῦτα μέν οὕτω καταστήσας ἐκεῖθεν ἐξελθὼν τὴν Ἀντιόχου κατέλαβεν. ὁ δέ Καντακουζηνὸς οὐκ ἠμέλει παντοίως πολιορκῶν τε καὶ διὰ μυρίων μηχανᾶν τε καὶ ἐπιχειρημάτων καὶ ἐλεπόλεων συνταράσσων τοὺς ἐντὸς τῆς ἀκροπόλεως Λατίνους. ἀλλὰ καὶ Μοναστρᾶς διὰ τῆς ἠπείρου ἐρχόμενος μετὰ τοῦ ἱππικοῦ φοσσάτου παραλαμβάνει τήν τε Λογγινιάδα, τὴν Ταρσόν, τὴν καὶ τὴν Μάμισταν καὶ αὐτὴν δὴ τὴν Κιλικίαν ἅπασαν.