Ancient Greek · ~19 min
ΑΛΕΞΙΑΣ ΙΓ.
Anna Comnena, Ἀλεξιάδα 10.1-8
Not analysed yet
Mέλλων τοίνυν τῆς πρὸς τὸν βασιλέα μετὰ τοῦ D Εὐφορβηνοῦ Κωνσταντίνου τοῦ Κατακαλὼν φερούσης ἁψασθαι, ἐπεὶ δυσωδία πολλὴ διὰ τὸ περὶ τὸν αὐτὸν τόπον καιρὸν ἱκανὸν τὸ ὑπ᾿ αὐτὸν στράτευμα χρονοτριβῆσαι γέγονε, βουλόμενος μεταθεῖναι τὸ στράτευμα μηδέ τοῦτ᾿ ἄνευ τῆς αὐτῶν βουλῆς ἐθέλειν γενέσθαι ἔλεγε. τοιοῦτον γὰρ τὸ Κελτῶν γένος ἀνώμαλον καὶ ἐφ᾿ ἑκάτερα ἐν ὀξείᾳ καιροῦ ῥοπῆ μεταφερόΙιενον· καὶ ἔστιν ἰδεῖν τὸν αὐτὸν καὶ ἕνα ποτέ μὲν αὐχοῦντα τήν γῆν κλονήσειν ἅπασαν, ποτὲ δὲ ὑποπεπτωκότα καὶ μέχρι κονίας αὐτῆς καταγόμενον καὶ μᾶλλον, ὁπηνίκα στερροτέροις ἐντύχοι φρονήμασιν. οἱ δὲ πλείω τῶν δύο καὶ δέκα σταδίων οὐ συνεχώροιν μετατεθῆναι τὸ στρά- τευμα καὶ “εἰ τοῦτο βούλει,” πρὸς τὸν Βαϊμοῦντον ἔλεγον “συνελευσόμεθα καὶ ἡμεῖς ὀψόμενοι τὸν τόπον”. κατανεύ- σαντος δὲ καὶ πρὸς τοῦτο τοῦ Βαϊμούντοι, παραχρῆμα διὰ γραμμάτων τοῖς τὰς κλεισούρας φυλάσσοισιν ἐδήλωσαν, ὥστε μὴ ἐκδρομὰς ποιουμένους καταβλάπτειν αὐτούς. ὁ δέ Εὐφορβηνὸς Κωνσταντῖνος ὁ Κατακαλὼνͅ ᾐτεῖτο αὖθις τὸν Bαϊ- μοῦντον, παωχωρηθῆναί οἱ τὴν εἰς τὸ Δυρράχιον ἀπέλευσιν. κατανεύσαντος δὲ τοῦ Βαϊμούντου, γοργῶς τὸ Δυρράχιον ὁ Κατακαλὼν καταλαμβάνει καὶ τὸν φυλάσσοντα τὴν πόλιν Ἀλέξιον τὸν υἱὸν Ἰσαακίου τοῦ σεβαστοκράτορος ἀναζητήσας ἀπήγγειλε τὰ παρὰ τοῦ αὐτοκράτορος διαμηνυθέντα πρὸς αὐτόν τε καὶ τοὺς συγκατελθόντας μετ᾿ αὐτοῦ λογάδας τῶν στρατιωτῶν. καὶ γὰρ οὐκ ἠδύναντο τοῦ τείχους προκύπτειν διὰ τὴν γεγενημένην ἄνωθεν παρὰ τὰ κρήδεμνα τοῦ Δυρραχίου μηχανὴν τοῦ αὐτοκράτορος. /σανίδες γάρ τινες περὶ τὰς ἐπάλξεις τοῦ κάστροι εὐμηχάνως ἐτέθησαν ἐπὶ τούτῳ αὐτῷ κατασκευασθεῖσαι ἀνήλωτοι, ὥστε τοὺς ἴσως ἀπὸ τῶν Λατίνων διὰ κλιμάκων ἀναρριχᾶσθαι πειρωμένους, ἐπὰν τῶν ἐπάλξεων ἐπιβαῖεν, μὴ. ἐστηριγμένους ἵστασθαι, ἀλλὰ σὺν αὐταῖς σανίσι διολισθαίνειν τηνικαῦτα καὶ πίπτειν ἐντός, καθά γε καὶ εἴρηται. τούτοις οὖν ὁμιλήσας ὁ Εὐφορβηνὸς καὶ τὰ τοῦ βασιλέως μηνύματα ἀπαγγείλας καὶ θάρσους ἐμπλήσας πλήσας αὐτοὺς ἐρωτήσας τε τὰ περὶ τοῦ κάστρου καὶ διαγνοὺς τὰ κατ᾿ αὐτοὺς ἀρίστης τετυχηκέναι οἰκονομίας, ὡς τῶν πρὸς χρείαν αὐτάρκως ἔχοντας καὶ παρ᾿ οὐδὲν τὰς τοῦ Βαϊμούντου λογιζομένους μηχανάς, καταλαμβάνει τὸν Βαϊμοῦντον τὴν ταφρείαν ἔνθα προεῖπε, ποιησάμενον. καὶ ἑνωθεὶς αὐτῷ τῆς πρὸς τὸν βασιλέα φερούσης εἴχετο. οἱ δ᾿ ἐπίλοιποι τῶν πρέσβεων κατὰ τὰ προϋπεσχημένα μετὰ τῶν Γἵδου κατελείφθησαν. Mανουὴλ δέ τὸν Mοδηνὸν πισ- τότατόν τε καὶ εὐνούστατον τῶν αὐτοῦ θεραπόντων ὺπάρχοντα προαποστέλλει πρὸς τὸν βασιλέα τὴν πρὸς αὐτὸν τοῦ Βαϊμούντου ἀπαγγέλλοντα ἔλευσιν. ἐπεὶ δέ ἀγχοῦ τῆς βασιλικῆς ἐγεγόνει σκηνῆς, παρεσκεύαστο καὶ τὰ τῆς αὐτοῦ ὑπαντῆς, καθὼς οἱ πρέσβεις τούτῳ συνέθεντο. εἰσελθόντος δὲ τούτου, ἐντείνας τὴν χεῖρα ὁ βασιλεὺς καὶ τῆς ἐκείνου ἁψάμενος χειρὸς καὶ τὴν συνήθη τοῖς βασιλεῦσι προσαγόρευσιν ποιησάμενος ἐγγὺς τοῦ βασιλικοῦ παρεστήσατο θρόνου. ἢν δὲ τοιοῦτος ὁ ἀνὴρ οἷος, ὡς ἐν βραχεῖ μέν εἰπεῖν, οὐδεὶς κὰτ ἐκεῖνον ὤφθη ἐν τῇ τῶν Ῥωμαίων γῇ βάρβαρος βάρος οὔτε Ἕλλην (θάμβος γὰρ ἦν ὀφθαλμῶν ὁρώμενος καὶ φημιζόμενος ἔκπληξις), κατὰ μέρος δὲ ὑπογράψαι τὸ τοῦ βαρβάρου εἶδος, τοιώσδε μακρὸς ἠν τὴν ἀναδρομὴν τοῦ σώματος, ὥστε εἰς πῆχυν ἕνα μικροῦ τοὺς μακροτάτους ὑπερελαύνειν, τὴν γαστέρα συνεσταλμένος καὶ τὰς λαγόνας καὶ τοῖς ὤμους εὐρὺς καὶ τὰ στέρνα πλατὺς καὶ τοὺς βραχίονας καρτερὸς καὶ τὴν ὅλην ἕξιν τοῦ σώματος οὔτε περιεπτισμένος οὔτε περιβριθόμενος ταῖς σαρξίν, ἀλλ’ ὡς ἄριστα κεκραμένος καὶ οἷον εἰπεῖν κατὰ τὸν Πολυκλείτειον κανόνα ἐνηρμοσμένος· τὰς χεῖρας ἁδρὸς καὶ τῶν ποδῶν τὰς· βάσεις στερρὸς καὶ τὸν αὐχένα καὶ τὰ μετάφρενα εὐπαγής. ὑποκεκυφὼς δέ μετρίως τῷ ἀκριβῶς αὐτὸν περιεργαζομένῳ ἐφαίνετο οὐ τῶν νωτιαίων σπονδύλων τι πεπονθότων τῆς ῥάχεως, ἀλλ’ οὕτω μετρίως ἐκ γενετῆς, ὡς ἔοικε, τὴν διάπλασιν ἔσχηκε. τὸ χρῶμα κατὰ τὸ ἄλλο μέν σῶμα λευκότατον, τὸ δὲ πρόσωπον μετὰ τοῦ λευκοῦ ἐπθρσοῦτο. καὶ ἡ κόμη ὑπόξανθος, ἀλλ’ οὐ μέν οὖν μέχρι τῶν μεταφρένων αἰωρουμένη κατὰ τοὺς ἄλλους βαρβάρους· οὐ γὰρ ἐτριχομάνει ὁ ἀνήρ, ἀλλὰ κουρίας ἦν μέχρι τῶν ὤτων. τὸ δέ γένειον εἴτε πυρσὸν εἴτε ἄλλο τι χρῶμα εἶχεν, οὐκ ἔχω λέγειν· ὁ ξυρὸς γὰρ ἐπεξῆλθεν αὐτὸ καὶ τιτάνου παντὸς ἀκριβέστερον· ἐδόκει δ’ οὑν εἶναι καὶ τοῦτο πυρσόν. τὸ γλαυκὸν καὶ ἅμα θυμὸν καὶ ἐμβρίθειαν ὑποσημαῖνον· καὶ ἡ ῥὶς αὐτῷ καὶ ὁ μυκτὴρ ἐλεύθερον ἔπνει τὸν ἀέρα· συνηγόρει δὲ τῷ μυκτῆρι διὰ τῶν στέρνων καὶ διὰ τοῦ μυκτῆρος τὴν τῶν στέρνων εὐρύτητα. ἡ γὰρ φύσις διεξόδοις ἐδεδώκει διὰ τῶν ῥινῶν τοῦ ἀπὸ τῆς καρδίας παφλάζοντος πνεύματος. ἡδὺ δέ τι καὶ ἐνεφαίνετο τῷ ἀνδρὶ τούτῳ, ἀλλὰ τοῖς ἁπανταχόθεν φοβεροῖς ὑπεθραύετο. ὅλος γὰρ δι’ ὅλοι τοῦ σώματος ἀμείλικτος ἡν καὶ θηριώδης ὁ ἄνθρωπος ἀπὸ τοῖ μεγέθους, ἀπὸ τοῦ βλέμματος, δοκεῖ μοι, καὶ ὁ γέλως αἰτοῦ τοῖς ἄλλοις ἐμβρίμημα ἦν. οὕτως εἶχε ψυχῆς τε καὶ σώματος, ὡς κὼ τὸν θυμὸν ἐν τούτῳ κορύσσεσθαι καὶ τὸν ἔρωτα καὶ ἀμφοτέρους ὁρᾶν πρὸς πόλεμον. τὸ δὲ φρόνημα αὐτῷ παντοδαπὸν καὶ πανοῦργον καὶ πρὸς ἅπασαν λαβὴν διαδιδράσκον. αἰ γὰρ ὁμιλίαι τούτῳ ἀκριβεῖς καὶ τὰς ἀποκρίσεις ἐδίδου πανταχόθεν ἀπεριδράκτους. καὶ τοιοῦτος ὢν καὶ τοσοῦτος μόνῳ τῷ αὐτοκράτορι ἁλώσιμος ἠν καὶ τὐχῃ καὶ λόγοις καὶ τοῖς ἄλλοις τοῖς ἀπὸ τῆς φύσεως πλεονεκτήμασιν.