Ancient Greek · ~8 min
ΑΛΕΞΙΑΣ ΙΓ.
Anna Comnena, Ἀλεξιάδα 11
Not analysed yet
Ἀναμνήσας οὖν ὁ αὐτοκράτωρ αὐτὸν τῶν προτέρων ἐπιτροχάδην καὶ συνεσκιασμένως πως αὐτῷ παραστήσας ἐτέραν λόγου περίοδον ἐποιήσατο. ὁ δὲ τὴν ἰδίαν συνείδησιν ἔχων ἐλέγχουσαν ἐπιτηδείως τὰς πρὸς τοὺς λόγους αὐτοῦ ἐξέφυγεν ἀνθυποφορὰς τοῦτο μόνον φάμενος ὡς “οὐχὶ περὶ τᾶν τοιούτων ἀνακρίνεσθαι ἐλήλυθα. εἶχον γὰρ ἂν καὶ αὐτὸς πολλὰ λέγειν. τοῦ Θεοῦ δέ ἐνταυθοῖ με συνελάσαντος πάντα τοῦ λοιποῦ τῷ σῷ ἀνατίθημι κράτει.” ὁ δέ βασιλεὺς πρὸς αὐτόν “τὰ μὲν παρεληλυθότα ἐατέον τὸ νῦν, σέ δέ, εἰ βούλει σπείσασθαι μεθ’ ἡμῶν, πρῶτον μέν ἕνα τῶν ὑπὸ τὸ ἐμὸν κράτος χρὴ γενέσθαι, εἰτα δηλῶσαι περὶ αὐτοῦ τε τούτου τῷ σῷ ἀνεψιῷ Ταγγρὲ ἐπισκῆψαί τε αὐτῷ, τοῖς ἐξ ἐμοῦ ἀποσταλεῖσι παραδοῦναι τὴν Ἀντιόχειαν κατὰ τὰς γεγονυίας ἐξ ἀρχῆς συμφωνίας ἡμῶν, εἶτα καὶ τἆλλα πάντα ὅσα τότε συμπεφώνηται ἡμῖν τη· ρῆσαί σε νῦν τε καὶ μετέπειτα”. ταῦτα τοῦ βασιλέως καὶ ἄλλα πλείω πρὸς αὐτὸν εἰπόντος τε καὶ ἀκούσαντος, ἐπεὶ ὁ αὐτὸς ἐκεῖνος ἦν Βαϊμοῦντος καὶ οὐκ ἠλλοίωτο, ἔφη “ἀδυνάτως ἔχω τὴν τοιαύτην ὑπόσχεσιν ποιήσασθαι” καὶ δι’ ἄλλα τινὰ παρὰ τοῦ βασιλέως ἀπαιτούμενα ἠτεῖτο τὴν πρὸς τὸ ἴδιον στράτευμα ἐπανάζευξιν κατὰ τὴν γενομένην συμφωνίαν παρὰ τῶν πρέσβεων. ὁ δὲ βασιλεύς φησι πρὸς αὐτὸν ὅτι “κρείττονα ἐμοῦ οὐκ ἔχω τὸν μετὰ ἀσφαλείας σε διασώσοντα”. καὶ ἅμα τῷ λόγῳ τοῖς ἡγεμόσι παρρησίᾳ ἐπέταττε τοῦ στρατεύματος, ἑτοιμάσαι τοὺς ἵπποις αἰτῶν, ἐφ’ ᾧ τῆς πρὸς τὸ Δυρράχιον φερούσης ἅψασθαι. τοῦτο ὁ Βαϊμοῦντος ἀκούσας ἐξελθὼν ἐπὶ τῷ πρὸς τὴν ἀποτεταγμένην αὐτᾷ ἀπιέναι σκηνὴν τὸν ἐμὸν Καίσαρα Νικηφόρον τὸν Βρυέννιον τῷ τοῦ πανυπερσεβάστου τότε τετιμημένον ἀξιώματι ἐζήτει θεάσασθαι. οἱ δέ ἐξελθὼν καὶ πᾶσαν πειθὼ λόγων κινήσας, ὁποῖος ἐκεῖνος ἐν δημηγορίαις καὶ διαλέξεσιν ἀπαράμιλλος, πείθει τὸν Βαϊμοῦντον τοῖς πλείστοις συνθέσθαι τῶν παρὰ τοῦ βασιλέως ῥηθέντων. κρατήσας οὐν αὐτὸν τῆς χειρὸς εἰσάγει πρὸς τὸν βασιλέα. τῇ δὲ μετ’ αὐτὴν ἐνωμότως καὶ μετὰ τῆς οἰκείας προαιρέσεως κατὰ τὸ δοκοῦν αὐτῷ τὴν συμφωνίαν ἐπλήρωσεν. εἶχε δὲ τὰ συμπεφωνημένα οὕτως.