Ancient Greek
ΑΛΕΞΙΑΣ ΙΓ.
Anna Comnena, Ἀλεξιάδα 9.1-12
Not analysed yet
Ταῦτα ἀκούσας ὁ Βαϊμοῦντος ὁμήρους τῶν ἐπιφανῶν ᾐτήσατο δοθῆναί οἱ, ἐφ᾿ ᾧ τούτους παρὰ τῶν κομήτων ἐλευθέρους ἐν τῇ ἰδίᾳ κατέχεσθαι παρεμβολῇ, μέχρις ἂν αὐτὸς ἐπαναστρέψῃ· ἄλλως γὰ μὴ ἀποθαρρεῖν τὴν πρὸς τὸν αὂτπλρἀτπρα ἔλευσιν. μεταπεμψάμενος τοίνυν ὁ βασιλεὺς τὸν Νεαπολίτην Μαρῖνον καὶ τὸν ἐπ᾿ ἀνδρείᾳ Φράγγον Ῥογέρην, ἄνδρας φρενήρεις καὶ τῶν Λατινικῶν ἐθῶν ἐν πείρᾳ καθεστηκότας πολλῇ, καὶ Κωνσταντῖνον τὸν Εὐφορβηνόν (γενναῖος δὲ οὗτος καὶ χεῖρα καὶ γνώμην καὶ μηδέποτε κατά τι τῶν αὐτῷ παρὰ τοῦ βασιλέως ἐπιτεταγμένων διημαρτηκώς) καὶ Ἀδράλεστόν τινα τῆς Κελτικῆς. γλώττης εἰδήμονα, τούτους, ὡς εἴρηται, πρὸς τὸν αϊμοῦντον ἀπέστειλεν ἐπισκήψας παντοίως αὐτὸν μετελθεῖν καὶ πεῖσαι αὐτόμολον ἀφικέσθαι πρὸς τὸν αὐτοκρατορα, ἐφ’ ᾧ ἀπαγγεῖλαι ἅπερ ἂν βούλοιτο καὶ ζητοίη ἐξ αὐτοῦ· κἂν μέν ἀρεστὰ δόξη τῷ αὐτοκράτορι, ἐξ ἀνάγκης αὐτῶν ἐπιτεύξεσθαι, εἰ δὲ μὴ, ἀβλαβῆ αὖθις εἰς τὴν οἰκείαν παλινοστῆσαι παρεμβολήν. καὶ ταῦτα μὲν πρὸς ἐκείνους ὁμιλήσας ὁ βασιλεὺς ἐκεῖθεν ἀπέλυσεν· οἱ δὲ τὴν πρὸς τὸν Βαϊμοῦντον φέρουσαν ὥδευον. ὅς τὴν τούτων πυθόμενος ἔλευσιν καὶ δεδιώς, μὴ τοῦ τοῦ στρατεύματος αὐτοῦ πτῶσιν κατανοήαντες τῷ βασιλεῖ τὰ περὶ τούτωι ἀπαγγείλαιεν, ἔποχος πόρρω τῆς παρεμβολῆς αἰτοῖς ὑπήντησεν. οἱ δὲ τὰ τοῦ αὐτοκρατορος πρὸς αὐτὸν ἀπεστομάτισαν ὡς “ούκ ἐπιλέλησται πάντως ὁ βασιλεύς, φησι, τῶν ὑποσχέσεων καὶ τῶν ὅρκων, ὡν ἐποιήσω οὐ σὺ μόνον, ἀλλὰ καὶ πάντες οἱ τότε διεληλυθότες κόμητες. καὶ ὁρᾷς πάντως, ὡς οὐκ εἰς καλὸν τὰ τῆς παραβάσεως τῶν ὅρκων ἐκείνων ἀπέβη σοι. τούτων ὁ Βαϊμοῦντος ἀκούσας “ἅλις” ἔφη “τῶν τοιούτων λόγων. εἰ δέ τι ἕτερον παρὰ τοῦ βασιλέως διεμηνύθη μοι, τοῦτο μαθεῖν ἐθελω.” καὶ οἱ πρέσβεις πρὸς αὐτόν “ο βασιλεὺς τὴν σήν τε καὶ του ὑπὸ σὲ στρατεύματος σωτηρίαν βουλόμενος ταῦτά σοι δι’ ἡμῶν ἀποφθέγγεται οἶσθα πάντως, ὅτι πολλὰ μογήσας οὔτε τὴν Πόλιν Δυρραχίου κατασχεῖν οἷός τε γέγονας οὔτε σαυτῷ καὶ τοῖς ὑπὸ σὲ ἀγαθόν τι προσενήνοχας. εἰ γοῦν μὴ παντελῆ ἀπώλειαν ἑαυτοῦ τε καὶ τοῦ ὑπὸ σέ λαοῦ βούλει πραγματεύσασθαι, ἴθι προς τὴν βασιλείαν μου ἀδεῶς ἀποκαλύψας ἅπαν τὸ σοὶ βουληἀπαγγείλαιεν τὸν καὶ ἀκουσόμενος αὖθις τὰ ἡμῖν δοκοῦντα. καὶ εἰ μὲν ἐς ταὐτὸν αἱ ἀμφοτέρων γνῶμαι ξυνδράμοιεν, Θεῷ χάρις· εἰ δ’ οἶν, ἀσινῆ σε αὖθις πρὸς τὴν οἰκείαν ἐκπέμψω παρεμβολήν. ἀλλὰ καὶ ὅσοι τῶν ὑπὸ σὲ πρὸς τὴν τοῖ ἁγίου τάφου προσκύνησιν ἀπιέναι βουλήσονται, διασωθήσονται πὰρ ἐμοῦ· ὅσοι δὲ τὴν πρὸς τὴν χώραν αύτῶν ἀναχώρησιν ἕλωνται δαψιλῶν τῶν ἐξ ἐμοῦ δωρεῶν ἀπολαύσαντες πρὸς τὰ οἴκοι ἀπολυθήσονται." καὶ ὅς πρὸς αὐτούς “νῦν ἔγνων ὄντως, παρὰ του βασιλέως σταλῆναι ἄνδρας ἱκανοὺς εἰπεῖν τε λόγον καὶ δέξασθαι. αἰτῶ γοῦν ἀφ’ ὑμᾶν πληροφορίαν λαβεῖν εἰς τὸ παντελές, μὴ ἀτίμως ὑποδεχθῆναι παρὰ τοῦ αὐτοκράτορος, ἀλλὰ πρὸ ἕξ σταδίων τοὺς γνησιωτάτους τῶν καθ᾿ αἷμα προσῳκειωμένων τὴν ἐμὴν ποιᾐσασθαι προϋπάντησιν, περὶ δὲ τὴν βασιλικὴν σκηνὴν πελάσαντα ἅμα τῷ τὰς πύλας εἰσιέναι καὶ αὐτὸν τῆς βασιλικῆς ἐξαναστάντα περιωπῆς ἐντίμως με ὑποδέξασθαι καὶ μηδ’ ἡντιναοῦν ἀνάφορόν τῶν προγεγορθιῶν συμφωνιῶν γεγονέναι μοι ἢ ὅλως εἰς κρίσιν ἀγαγέσθαι με, ἀλλ’ ἐλεύθερον ἄδειαν σχόντα κατὰ τὸ ἐμοὶ βουλητὸν εἰπεῖν ὁπόσα καὶ βούλομαι· δὲ τούτοις καὶ τὸν βασιλέα τῆς ἐμῆς κρατῆσαι χειρὸς καὶ πρὸς τῇ κεφαλῇ τῆς κλίνης αὐτοῦ παραστῆσαί με κὼ μετὰ δύο χλαμύδων τὴν εἴσοδον ποιησάοὖν μενον μηδ᾿ ὅλως εἰς προσκύνησιν κάμψαι γόνυ ἢ τράχηλον τῷ αὐτοκράτορι.” τούτων ἀκούσαντες οἱ ἀνωτέρω δηλωθέντες πρέσβεις τὸ μὲν ἐξαναστῆναι τοῦ βασιλικοῦ θρόνου αὐτὸν οὐ προσεδέξαντο, ἀλλὰ καὶ ὡς περιττὴν τὴν αἴτησιν ἀπεπέμψαντο · οὐ μόνον δέ τοῦτο ἀπεδοκίμασαν, ἀλλὰ καὶ τὸ μὴ κλῖναι γόνυ μήτε τράχηλον εἰς προσκύνησιν τῷ βα- σιλεῖ. πρὸς δὲ τὸ τινὰς τῶν πορρωτέρω συγγενῶν αὐτοῦ μεταβῆναι διάστημα ἱκανὸν καὶ οὕτως τοῦτον προσδέξασθαι πρὸς τὸν βασιλέα εὶσελευσόμενον χάριν οἰκονομίας καὶ θεραπείας τῆς πρὸς αὐτὸν καὶ πρὸς τὸ σὺν δυσὶ χλαμύσιν εἰσελθεῖν, ἀλλὰ δὴ καὶ τὸ τῆς χειρὸς τούτου τὸν βασιλέα ἐφάψασθαι καὶ στῆσαι πρὸς τῷ ἄνωθεν μέρει τοῦ βασιλικοῦ σκίμποδος οὐκ ἀπεπέμψαντο. μετὰ τὸ ταῦτα ῥηθῆναι διέστησαν οἱ πρέσβεις ἀπελθόντες, ἔνθα ἡτοίμαστο ἡ τούτων ἀνάπαυσις, φυλαττόμενοι ὑπὸ σεργεντίων ἑκατόν, ἵνα μὴ νυκτὸς ἐξεληλυθότες τὰ περὶ τὸ στράτευμα κατασκοπή- σαιεν καὶ οὕτω καταφρονητικώτερον πρὸς αὐτὸν διατεθήσονται. τῇ δὲ μετ᾿ αὐτὴν μεθ᾿ ἱππέων τριακοσίων καὶ τῶν κομήτων πάντων κατέλαβεν, οὗ τοῖς δηλωθεῖσιν ἀνδράσι τῇ προτεραίᾳ ὡμίλίσε, κᾆθ᾿ οὕτως τοὺς ἀκρίτους ἓξ τὸν ἀριθμὸν συμπαραλαβὼν ἄπεισι πρὸς τοὺς πρέσβεις τοὺς ὑπολοίπους αὐτοῦ που καταλιπὼν ἀπεκδέχεσθαι αὐτὸν ἐκεῖθεν ἐπανελθόντα περὶ γοῦν τῶν προλεχθέντων αὐθις σιασκεπτομένων, ἐπεὶ ὁ Βαϊμοῦντος ἐνίστατο, κόμης τις τῶν ὐψηλῶν Οὐβος τὴν κλῆσιν πρὸς τὸν Βαϊμοῦντον ἔφη ὡς “ούδεὶς ἀφ’ ἡμῶν τῶν μελλόντων μετὰ τοῦ βασιλέως συνάψαι τὸν πόλεμον οὔπω ἔπληξέ τινα διὰ δόρατος. ἔα τοίνυν τὰ πολλά· τὴν εἰρήνην τῖς μάχης ἀλλάξασθαι χρή.” λόγων οὖν πολλῶν ἐξ ἱππέρων κινηθέντων, βαρέως ὁ Βαϊμοῦντος εἶχεν ὑβριοπαθῶν, εἰ μὴ πάντα γένοιντο ὁπόσα φθάσας ἐπεζήτει τοὺς πρέσβεις. τῶν δ’ ἐπί τωι συγκατατιθεμένων, ἐφ᾿ δὲ ἀνανευόντων, πείθεται ὁ Βαϊμοῦντος καὶ τὴν ἀνάγκην, ὅ φασι, φιλοτιμίαν ποιησάμενος ὅρκον ἐξ αὐτῶν ἐζήτει, ὥστε ἐντίμως ἑποδεχθῆναι καὶ εἰ μὴ τοῖς θελήμασιν αἰτοῖ ὁ αὐτοκράτωρ ἀνανεύσειεν, ἀσινὴς πρὸς τὴν ἰδίαν ἐκπεμφθῆναι παρεμβολήν. τῶν οὖν ἁγίων εὐαγγελίων προτεθέντων ὁμήρους ἐξήτει παραδοθῆναι τῷ ἀδελφῷ αἰτοῦ Ιἴδῳ καὶ φνλάττεσθαι παρ’ αὐτοῦ μέχρις οὗ αὐτὸς ὑποστρέψῃ. οἱ δὲ πρέσβεις πρὸς τοῦτο κατανεύσαντες Ὅρκοις αὖθις ὑπὲρ τῖς τῶν ὁμήρων ἀσφαλείας καὶ αὐτοὶ ἀντεπεζήτουν. κατανενευκὰς δὲ πρὸς τοῦτο ὁ Βαϊμοῦντος καὶ ὅρκους δοὺς καὶ λαβὼν τοὺς μὲν ὁμήροις, τόν τε Σεβασιὸν Μαρῖνον καὶ τὸν καλούμενον Ἀδράλεστον καὶ τὸν Φράγγον Ῥογέρην, παραδίἀντιλέξασθαι Βο δῶσι τῷ ἀδελφῷ αὐτοῦ Ιἴδω, ἵν᾿ ὁπηνίκα ἢ μετὰ του βασιλέως εἰρηνικὰς σπονδὰς ποιήσειεν ἢ εἰ μὴ τοῦτο, ἀβλαβεῖς ἐκεῖθεν κατὰ τοὺς ὅρκοις αὐτοὺς πρὸς τὸν αὐτοκράτορα ἐξαποστείλῃ.