Ancient Greek · ~29 min
ΑΛΕΞΙΑΣ ς.
Anna Comnena, Ἀλεξιάδα 12.1-4
Not analysed yet
Τὴν δὲ τοῦ Σιαοὺς ὑποστροφὴν ὁ σουλτᾶν ἀπεκδεχόμενος, ἐπεὶ ἑώρα τοῦτον ἐμβραδύνοντα, ἐμεμαθήκει δὲ τὰ κατ’ αὐτόν, ὡς τὸν Χαρατικῆν μετὰ τρόπου τῆς Σινώπης ἀπήλασεν, ὡς τετυχήκει τοῦ θείου βαπτίσματος καὶ κατὰ τὴν ἐσπέραν παρὰ τοῦ αὐτοκράτορος ἀπεστάλη, τὴν δουκικὴν ἐξουσίαν Ἀγχιάλου περιζωσάμενος, ἠνιᾶτο ἤσχαλλεν. δεῖν οὑν ἐλογίσατο τὸν Πουζάνον αὖθις μετὰ δυνάμεων κατὰ τοῦ Ἀπελχασὴμ ἀποστεῖλαι, ἅμα δὲ καὶ πρὸς τὸν αὐτοκράτορα γραφὴν περὶ τοῦ αὐτοῦ κήδους διαλαμβάνουσαν αὐτῷ ἐγχειρίσαι. εἶχε δὲ τὰ γράμματα οὕτως ἁ ἠκηκόειν ὢ βασιλεῦ ,τὰ κατὰ σὲ καὶ ὅπως τὴν τῆς βασιλείας ἀναδησάμενος ἀρχήν, ἐκ προοιμίου πολλοῖς ἀγῶσιν ἐμπέπτωκας, καὶ ὡς ἄρτι τὰ κατὰ τοὺς Λατίνους κατευνάσαντος, οἱ Σκύθαι κατὰ σοῦ ἑτοιμάζονται, καὶ αὐτὸς ὁ Ἀμὴρ Ἀπελχασὴμ τὰς μετὰ σοῦ τοῦ Σοολυμᾶ σπονδὰς καταλύσας, μέχρις αὐτῆς Δαμάλεως τὴν Ἀσίαν ληί· ζεται. εἰ γοῦν βούλει καὶ τὸν Ἀπελχασὴμ τῶν αὐτόθι μερῶν ἀπελαθῆναι καὶ τὴν Ἀσίαν καὶ αὐτὴν δὴ τὴν Ἀντιοχείαν ὑπὸ τὴν σὴν γενέσθαι χεῖρα, ἀπόστειλόν μοι τὴν σὴν θυγατέρα εἰς νύμφην ἐμὴν τῷ πρωτοτόκῳ τῶν ἐμῶν ὠῶν. κω τοῦ λοιποῦ οὐδέν σοι σκῶλον ἔσεται, ἀλλὰ πάντα ῥᾳδίως ἐξέσται σοι ἀνύειν, ἐμοῦ σοι ἐπαρήγοντος οὐ κατὰ τὴν ἑῲαν μόνον ,ἀλλὰ μέχρις Ἰλλυρικοῦ καὶ τῆς ἐσπέρας ἀπάσης ,διὰ δυνάμεων ἀποστελλομένων σοι παρ’ ἡμῶν." ἀλλὰ ταῦτα μὶν τὰ κατὰ τῶν περσῶν σουλτᾶν. ὁ δὲ Πουζάνος μέχρι Νικαίας καταλαβὼν καὶ ἀπόπειραν ταύτης οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ποιησάμενος καὶ διαμαρτὼν τοῦ σκοποῦ, τοῦ Ἀπελὁ χασὴμ γενναίως ἀνταγωνιζομένου, ἐξαιτησαμένου καὶ ἀπό τοῦ βασιλέως βοήθειαν καὶ λαβόντος, πρὸς τὴν τῶν λοιπῶν πόλεων τε καὶ πολιχνίων κατάσχεσιν ὥρμησεν, ἐκεῖθεν ὑποχωρήσας, τὴν σκηνὴν κατὰ τὸν Λάμπην πηξάμενος· ποταμὸς οὗτος περὶ Λοπάδιον μετὰ δὲ τὴν τούτου ὑποχώρησιν ενδεκατέσσαρσιν ἡμιόνοις χρυσίον ἐπισάξας ὁ Ἀπελχασὴμ ὁπόσον φέρειν ἠδύναντο, ἀπέρχεται πρὸς τῶν περσῶν σουλτᾶν, δῶρον αὐτῷ κομίζων ἐφ’ ᾧ μὴ παραλυθῆναι τῆς ἀρχῆς καταλαμβάνει δὲ τοῦτον περὶ τὸ Σπαχᾶ αὐλιζόμενον. ὡς δὲ οὐδὲ θεάσασθαι τοῦτον ὁ σουλτᾶν ἠξίου, μεσίταις ἐχρῆτο. ὁ δὲ ὀχλούμενος υπ' αὐτῶν ἴφη “ἐπεὶ καθάπα· ξ τὴν ἐξουσίαν τῷ Αμὴρ Πουζάνῳ ἀνεθέμην, οὐκέτι ταύτην ἐξ αὐτοῦ ἀφαι- ρεθήσεσθαι βούλομαι. ἐπιδότω τοίνυν τὰ χρήματα ,ἀπελθὼν πρὸς αὐτόν, καὶ πᾶν ὃ βούλεται εἰπάτω. καὶ τὸ δόξαν αὐτῷ καὶ ἐμὸν ἔσεται θέλημα.’’ ἐφ’ ἱκανὸν οὖν ἐγκαρτερήσας ἐκεῖσε καἰ πολλὰ μογήσας καὶ μηδὲν ἠνυκὼς, ἀπάρας ἐκεῖθεν, ὡς πρὸς τὸν Πουζάνον ἀπερχόμενος, συναντᾷ τοῖς ἐξ ἐκείνου κατ’ αὐτοῦ ἀποσταλεῖσι διακοσίοις ἐκκρίτοις ἀνδράσι καὶ σατράπαις. οὐδὲ γὰρ ἡ ἐκείνου τῆς Νικαίας ἐ· ξέλευσις τοῦτον διέλαθεν. οἱ καὶ κατασχόντες αὐτὸν καὶ βρόχον ἐκ νευρᾶς ἐπικλώσαντες τῷ τραχήλῳ τούτου περιβαλόντες ἀπέινι- ξαν. τὸ δὲ ὅλον οὐ τοῦ Πουζάνου ἥν κατ’ ἐμὸν λόγον, ἄλλα τοῦ σουλτᾶν ἐκείνου τοιαῦτ’ οἰκονομήσαντος κατὰ τοῦ Ἀπελχασὴμ δηλώσαντος. ἀλλὰ ταῦτα μὲν κατὰ τὸν Ἀπελχασήμ. ὁ δὲ βασιλεὺς τὰς τοῦ σουλτᾶν ὑπαναγνοὺς γραφὰς, οὐδ’ εἰς νοῦν τὸ δηλούμενον βαλεῖν ἤθελε. καὶ πῶς γάρ; τὸ γὰρ βασιλικὸν θυγάτριον, ὅπερ τὸ γράμμα ἐζήτει κατεγγυηθῆναι τῷ πρωτοτόκῳ αὐτοῦ υἱῶ, ἦν ἄρα δυστυχές, ὡς ἔοικεν, εἰ ἀνεληλύθει εἰς Περσίδα, βασιλείας μετεσχηκὸς ἀπάσης κακοδαιμονεστέρας πενίας. ἀλλ’ οὔτε θεὸς τοῦτο ἐπέτρεπεν, οὔτε ὁ βασιλεὺς εἶχε γνώμης οὕτω ταῦτα προβῆναι ,οὐδ’ ἂν εἰς στενὸν κατηντήκει αὐτῷ τὰ πράγματα εὐθὺς γὰρ καί κατὰ πρώτην ἀκοὴν τοῦ γράμματος τῆς τοῦ βαρβάρου κατεγέλασεν ὀρέξεως, ὑποφθεγξάμενος, ὅτι ἁ ὁ δαίμων τοῦτο εἰς νοῦν αὐτῷ ἀνεβίβασεν." περὶ τοῦ μὲν κήδους οὕτως ἴσχεν ὁ αὐτοκράτωρ· ἐλπίσι δὲ κεναῖς τὸν τοῦ σουλτᾶν λογισμὸν ἀπαιωρεῖν δεῖν λογισάμενος ,καταπεμψάμενος τὸν Κουρτίκιον μεθ’ ἑτέρων τριῶν, ἀποστέλλει τούτους πρέσβεις καὶ γράμματα ,δι’ ὦν τὴν εἰρήνην ἐνέφαινεν ἀσπάζεσθαι καὶ πρὸς τὰ μηνυθέντα κατανεύειν, ἀπαιτῶν ἄμα καὶ αὐτὸς ἄλλ’ ἀττα τοῦ χρόνου παράτασιν εἰσάγοντα. οὔπω οἱ ἐκ τοῦ Βυζαντίου πεμφθέντες πρέσβεις τὸν Χορασὰν κατέλαβον ,καὶ τὴν τοῦ σουλτᾶν ἀναίρεσιν μεμαθηκότες ὑπέστρεψαν. καὶ γὰρ ὁ αὐτάδελφος αὐτοῦ Τουτούσης μετὰ τὸ ἀνελεῖν τὸν Ἀμὴρ Σολυμᾶν καὶ τὸν ἴδιον γαμβρὸν ἐξ Ἀραβίας κατ' αὐλοῦ στρατεύσαντα τυφωθείς, καὶ τὸν σουλτᾶν μεμαθηκὼς εἰς εἰρηνικὰς σπονδὰς μετὰ τοῦ αὐτοκράτορος ἤδη ἐπείγεσθαι, πρὸς τὸν τἀδελφοῦ φόνον ἀπέβλεψε. δυοκαίδεκα τοίνυν Χασίους οὕτω τῇ πέρσιδι διαλέκτῳ καλουμένους φόνιον πνέοντας μετακαλεσάμενος, ὡς πρέσβεις τάχα πρὸς τὸν σουλτᾶν ἐξέπεμψε ,καὶ τὸν τρόπον αὐτοῖς ὑποθέμενος ἅμα τῆς τοῦ ἀδελφῶ σφαγῆς, “ἄπιτε" φάμενος πρῶτα μὶν διακηρυκεύσατε, ὡς ἀπόρρητά τινα μέλλειν τῷ σουλτᾶν ἀπαγγεῖλαι, ἐπὰν δὲ παραχωρηθῆτε τῆς εἰσόδου, ὦς ὡς τάχα πρὸς οὖς αὐτῷ ὡμιληκέναι βούλεσθε πλησιάσαντες παραχρῆμα τὸν ἐμὸν διαμελήσατε ἀδελφόν.’’ οἱ δὲ πρέσβεις ἡ μᾶλλον φονεῖς καθάπερ εἰς δεῖπνον ἢ εὐωχίαν πεμπόμενοι ,προθυμότατα πρὸς τήν τοῦ σουλτᾶν σφα- γὴν ἀπίεσαν. μεθύοντα τοῦτον καταλαβόντες, ἔπει πᾶσα ἐκεχειρία τούτοις ἐδίδοτο ,τῶν ἐμπεπιστευμένων τὴν τοῦ σουλτᾶν φυλακὴν πόρρωθεν ἑστηκότων ,αὐτοὶ πλησιάσαντες, τὰ ξίφη τῆς μάλης σπασάμενοι διαμελίζουσι παραχρῆμα τὸν ἄθλιον. τοιοῦτον γὰρ τὸ τῶν Χάσίων ἐστιν αἵμασι χαῖρον, καὶ τρυφὴν αὐτὸ τοῦτο λογιζόμενοι, εἰ μόνον διὰ σπλάγχνων ἀνθρώπων τὸ ξίφος ἐλάσειαν. τοῦ λοιποῦ δέ, κἄν τινες αὖ τοὺς ἴσως ἐπ’ αὐτῷ τούτῳ ἐπιθέμενοι καταχορδεύσειαν, κατὸν θάπερ τι κῦδος τὸν τοιοῦτον λογίζονται θάνατον, ὥσπερ τινὰ πάτριον κλῆρον τὰ φονικὰ ταῦτα ἔργα ἄλλος πρὸς ἄλλον διαδεχόμενοί τε καὶ παραπέμποντες. ἐκείνων μὶν οὖν ὑπέστρεψεν οὐδεὶς πρὸς τὸν Τουτούσην, ἀντίλυτρον οἷον τὰς ἰδίας ὑποσχόντων σφαγάς· ὁ μέντοι πουζάνος ταῦτα μεμαθηκώς, σὺν ὅλαις δυνάμεσι πρὸς τὸν Χορασὰν ἐπανέστρεψεν. ἐπὰν δὲ τῷ Χορασὰν προσεπέλασε, δέχεται τοῦτον ὁ τοῦ ἀναιρε- θέντος ἀδελφὸς Τουτούσης. καὶ εὐθὺς ἀγχεμάχου τῆς μάχης γενομένης, ἐπεὶ καρτερῶς ἄμφω τὰ στρατεύματα ἐμάχοντο καί θάτερον θατέρῳ τῆς νίκης οὐδαμῶς παρεχώρει, πίπτει καὶ ὁ πουζάνος καιρίαν πληγεὶς γενναίως ἀγωνιζόμενος καὶ ὅλας συνταράττων τὰς φάλαγγας · ἕκαστος δὲ τῶν αὐτοῦ φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσατο ,ἄλλος ἄλλοσε σκεδα- σθέντες. ὁ δὲ Τουτούσης νικητὴς πρὸς τὸν Χορασὰν ἐπανέ- στρεφεν, ὡς ἤδη τὴν τοῦ σουλτανικίου ἀξίαν περιζωσάμενος, καἰ ταῦτα τὸν κίνδυνον ὑπὲρ κεφαλῆς ἔχων. καὶ γὰρ συνην- τηκὼς αὐτῷ ὁ τοῦ ἀναιρεθέντος Ταπάρη σουλτᾶν υἱός, ὁ Παργιαρούχ, ὥστε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας κατὰ τὴν ποίησιν. καὶ συμβαλὼν οὔλῃ χειρὶ καἰ γνώμῃ ,εἰς πολλὰ τὰς δυνάμεις διέσπασε, διέσπασε, καἰ τρέψας ἀνὰ κράτος ἐδίωκεν. ἀναιρεῖται δὲ καὶ αὐτὸς ὁ τὰ Ναυάτου φυ- σῶν Τουτούτης. τοῦ δὲ Ἀπελχασὴμ μετὰ χρημάτων τότε πρὸς τὸν τοῦ Χορασὰν σουλτᾶν ἐξεληλυθότος, ὡς ὁ λόγος φθάσας ἱστόρησεν ,ὁ ἀδελφὸς αὐτοῦ πουλχάσης τὴν Νίκαιαν καταλαβὼν κατέσχεν. αἰσθόμενος δὲ τούτου ὁ αὐτοκράτωρ, δαψιλεῖς τὰς δωρεὰς ὑπισχνεῖτο, εἰ ταύτης αὐτῷ παρακεχωρηκὼς ἐκεῖθεν ἐκσταίη. ὁ δὲ Πουλχάσης ἤθελε μέν ἀλλ' ἀνεβάλλετο αὖθις, ἀποβλέπων πρὸς τὸν Ἀπελχασήμ, καὶ λόγους ἐκ λόγων πρὸς τὸν αὐτοκράτορα διεπέμπετο ,ἀπιωρῶν οἶον αὐτόν, τῇ δ' ἀλήθειᾳ τὴν τοῦ ἀδελφοῦ ἀπεκδεχόμενος ἐπανέλευσιν. ἐν τῷ μεταξὺ δὲ γίνεται τι τοιοῦτον. ὁ παρὰ τῶν τῶν χασίων ἀναιρεθεὶς τοῦ Χορασὰν σουλτᾶν ἔφθασε κατσχεῖν τοὺς τοῦ μεγάλου Σολυμᾶ δύο υἱεῖς. οὗτοι δὲ μετὰ τὴν ἐκείνου σφαγὴν ἀποδράσαντες τοῦ Χοὸασάν ,δμὼς τὴν Νικαίαν κατέλαβον τούτους οἱ ἐντὸς Νικαίας Θεασάμενοι, δημοκρατοῦντες οἷον περιχαρῶς ἐδέξαντο. καὶ Πουλχάσης ὁ Πουχάσης καθάπερ τινὰ πατρῷον κλῆρον τὴν Νικαίαν προθύμως αὐτοῖς παραδίδωσι. προχειρίζεται δὲ σουλτᾶν ὁ πρωτογενὴς τῶν δύο, Κλιτζιασθλὰν τὴν κλῆσιν. ἐκεῖνος δὲ τὰς γυναῖκας καὶ τὰ παιδία τῶν τηνικαῦτα ὲν Νικαίᾳ παρόντων μεταπεμψάμενος, έν αὐτῇ καθίδρυσεν, ἀποκαταστήσας τὴν πόλιν ταύτην σουλτάνων, ὡς ἄν τις εἵποι, κατοικητήριον. οὕτω δὲ τὰ κατὰ τὴν Νικαίαν οἰκονομήσας, τὸν μὲν Πουλχάσην τῆς ἀρχῆς μεθίστησι, τῷ δὲ ἀρχισατράπῃ Μουχούμετ τὴν ἡγεμονίαν τῶν έν Νικαίᾳ ὄντων σατραπῶν ἀναθέμενος καὶ αὐτοῦ που καταλιπών, κατὰ τῆς Μελιτηνῆς ἔξεισιν.