Ancient Greek · ~14 min
ΑΛΕΞΙΑΣ ς.
Anna Comnena, Ἀλεξιάδα 13.1-2
Not analysed yet
Ἀλλὰ τοιαῦτα μὲν τὰ περὶ τῶν σουλτάνων. ὁ δὲ Ἐλχάνης ἀρχισατράπης μετὰ τῶν ὑπ’ αὐτὸν καταλαβὼν τὴν Ἀπολλωνιάδα καὶ Κύζικον ,πόλεις δὲ αὗται καὶ ἄμφω παράλιοι) τὰ παρὰ θάλατταν ἐληίζετο ἀπάντα. τοῦτο μεμαθηκὼς ὁ αὐτοκράτωρ ,ἀπὸ τῶν παρατυχόντων ἀκατίων οὐδέπω γὰρ στόλος ηὐτρέπιστο) ἱκανὰ παρασκευασάμενος, καὶ ἑλεπόλεις ἐν αὐτοῖς μετὰ στρατιωτῶν γενναιῶν εἰσαγαγών, τὸν Εὐφορβηνὸν Ἀλέξανδρον, ἄνδρα τῶν ἐπιφανῶν μὲν κατὰ γένος καὶ κατὰ ἀνδρείαν περίφημον ,τὴν ἡγεμονίαν τούτων αἰτῶ ἀναθέμενος, κατὰ τοῦ Ἐλχάνη ἐξέπεμψε. καταλαβὼν δὲ Ἀπολλωνιάδα, παραχρῆμα ἐπολιόρκει. δι’ ἒξ δὲ ἡμερῶν, μηδ’ έν νῦξὶ τῆς τειχομαχίας ὅλως ἀφιστάμενος, κατέσχε τὸν ἔξω. θεν τοῦ κάστρου κύκλον, οὖνπερ ἐξώπολον ἡ συνήθεια νῦν καλεῖν εἴωθεν. ὁ δὲ Ἐλχάνης καρτερῶς ἀντεποιεῖτο τῆς ἀκρο- πόλεως, δυνάμεις ἐλπίζων ἔξωθεν ἐλθεῖν. καὶ δὴ στρατιὰν βαρβαρικὴν ἀξιόμαχον ἐπικαταλαμβάνουσαν εἰς ἀρωγὴν τοῦ Ἐλχάνη ὡς ἐθεάσατο ὁ Ἀλέξανδρος, τοὺς δ’ ὑπ’ αὐτὸν μηδὲ τὸ πολλοστὸν τῆς ἐπικαταλαμβανούσης δυνάμεως σώζοντας, βέλτιον ἔγνω, κἀν μὴ νικώῃ, ἀλλά γε τοὺς ὑπ’ αὐτὸν ἀσινεῖς διατηρῆσαι. ἐν στενῷ δὲ κομιδῆ τὰ κατ’ αὐτόν ἐληλακότα συνορῶν καὶ ὅτι σωτηρίας τρόπος οὐχ ὑπολέλειπται, ὡς πρὸς τὴν θάλασσαν ἀπονενεύκει. καὶ διὰ τοῦ ποταμοῦ εἰσελθὼν ἐν ταῖς ἰδίαις ναυσὶ πρὸς αὐτὴν διεπλωίζετο. στοχασάμενος δὲ ὁ Ἐλχανης τὸν τοῦ Ἀλεξάνδρου σκοπόν ,προκαταλαβὼν τὸ τῆς λίμνης κατέσχε στόμιον καὶ τὴν τοῦ ποταμοῦ γέφυραν, ἐν ᾐ καὶ τέμενος πάλαι παρὰ τῆς ἁγίας ᾠκοδόμητο Ἑλένης ἐπ' ὀνόματι τοῦ μεγάλου Κωνσταντίνου, ἐξ ὧν τὴν ἐπωνυμίαν ἡ γέφυρα μέχρι καὶ νῦν ἐκτήσατο. τῷ γοῦν ἤδη ῥηθέντι στομίῳ καὶ αὐτῇ δὴ τῇ γεφύρᾳ ἄνδρας πολεμικωτάτους ἐπιστήσας ἐφ’ ἑκάτερα ,παρήγγειλε τὴν τῶν πλοίων δίοδον ἐνεδρεύειν. ὡς δὲ ἅπαντες ἐν τοῖς ἤδη ῥηθεῖσιν ἀγραρίοις εἰσελθόντες διὰ τοῦ στομίου τῆς λίμνης, ταῖς πάγαις τοῦ Ἐλχάνη ἐμπεπτώκασι, θεασάμενοι τὸ καταλαβὸν αὐτοὺς δεινὸν καἰ μὴ ἔχοντες ὁ τι καὶ δράσειεν, τῇ χέρσῳ τὰς νῆας ἐφορμίσαντες κἀκεῖθεν ἁλλόμενοι, περὶ τὴν ἤπειρον ἐξεληλύθεσαν. καταλαβόντων δὲ αὐτοὺς τῶν Τούρκων, μέγας ἀναρρήγνυται πόλεμος. καὶ πολλοί μὲν τῶν λογάδων ἁλίσκονται, πολλοὶ δὲ καὶ ταῖς δίναις τοῦ ποταμοῦ ἐμπεπτωκότες παρεσύρησαν. ταῦτα μεμαθηκὼς ὁ βασιλεὺς καὶ μὴ φέρων τὴν ἧτταν, ἀξιόμαχον δύναμιν μετὰ τοῦ Ὤπου διὰ τῆς ἠπείρου κατ’ αὐτῶν ἐξέπεμψεν. ὃς καὶ τὴν Κύζικον καταλαβών ,ἐξ ἐπιδρομῆς ταύτην κατέσχε. διελὼν δὲ καὶ τῶν ἰδίων ταγμά- τῶν ἄνδρας τειχεσιπλήτας καὶ φιλοκινδύνους ὡσεὶ τριακοσίους κατὰ τοῦ Ποιμανηνοῦ ἐξαπέστειλεν. οἱ καἰ ὥ ἐξ ἐφόδου τοῦτο κατέσχον, καὶ τοὺς μὲν τῶν ἐντὸς τούτου αὐτοῦ που κτείνουσι, τοὺς δὲ καὶ ζωγρίαν πρὸς τὸν Ὦπον πεπόμφασιν. ὁ δὲ θᾶττον τούτους πρὸς τὸν βασιλέα ἐκπέπομφεν· αὐτὸς δὲ ἐκεῖθεν ἀπάρας, τὴν Ἀπολλωνιάδα καταλαμβάνει, καὶ πολιορκῶν ταύτην οὐκ ἐνεδίδου. ὁ δὲ Ἐλχάνης ἀποχρῶσαν ἀπάρτι πρὸς αὐτὸν μὴ ἔχων δύναμιν, τὴν μὲν πόλιν ἐθελοντὴς παραδίδωσιν αὐτὸς δὲ μετὰ τῶν καθ’ αἷμα προσηκόντων αὐτομολεῖ πρὸς τὸν βασιλέα καὶ μυρίων μὲν ἐπαπολαύει δωρεῶν, τυγχάνει δὲ καὶ τοῦ μεγίστου ,τοῦ ἅγιον φημι φωτίσματος. ὁπόσοι δὲ συνέψεσθαι τῷ Ὤπῳ οὐκ ἤθελον, ὅ τε Σκαλιάριος καὶ ὁ ἐν ὑστέροις ὑπερπερίλαμπρος τιμηθεὶς ***,ἀρχισατράπαι δὲ καὶ οὗτοι τῶν ἐπιφανῶν,) μαθόντες τὰς εἰς τὸν Ἐλχάνην φιλοφροσύνας καὶ δαψιλεῖς δωρεὰς τοῦ αὐτοκράτορος, προσεληλυθότες καὶ αὐτοί, τῶν ἱμειρομένων ἐπιτυγχάνουσιν. ἦν γὰρ ὁ βασιλεὺς οὗτος ἄντικρυς ἱερατικώτατος, καὶ τὴν ἀρετὴν καὶ τὸν λόγον, ὡς εἰπεῖν, εὐσεβείας ἁπάσης ἀρχιερεύς. διδασκαλικώτατός τε γὰρ ἦν τοῦ ἡμετέρου δόγματος καἰ ἀποστολικὸς τὴν προαίρεσιν καὶ τὸν λόγον, καὶ εἴσω τῆς ἡμετέρας πίστεως ποιῆσαι βουλόμενος οὐ μόνον τοὺς νομάδας τουτουσὶ Σκύθας, ἀλλὰ καὶ τὴν Περσίδα πᾶσαν καὶ ὁπόσοι τὴν Αἴγυπτον κα Λιβύην νέμονται βάρβαροι καὶ ταῖς τοῦ Μωάμεθ τελεταῖς ὀργιάζουσιν.