Ancient Greek · ~25 min
ΑΛΕΞΙΑΣ ς.
Anna Comnena, Ἀλεξιάδα 14.1
Not analysed yet
Ἀλλὰ περὶ μὲν τούτων ἅλις. βουλομένη δὲ δεινοτέραν καὶ μείζονα τῆς προλαβούσης κατὰ τῆς τῶν ‘Ρωμαίων ἀρχῆς ἔφοδον διηγήσασθαι, εἰς ἀρχὴν αὖθις καθιστῶ τὸν λόγον · ἄλλα γὰρ ἐπ’ ἄλλοις διεκυμάνθησαν. γένος τι Σκυθικὸν παρὰ τῶν Σαυροματῶν καθ’ ἑκάστην σκυλευόμενοι, ἀπάραντες τῶν οἴκοι κατῆλθον πρὸς τὸν Δάνουβιν. ὡς δὲ πρὸς ἀνάγκης ἦν αὐτοῖς μετὰ τῶν κατὰ τὸν Δάνουβιν οἰκούντων σπείσασθαι ,τούτου συνδόξαντος πᾶσιν ,εἰς ὁμιλίαν 17 ἦλθον μετὰ τῶν ἐκκρίτων, τοῦ τε Τατοῦ καὶ Χαλὴ ὀνομαζομένου καὶ τοῦ Σεσθλάβου καἰ τοῦ Σατζᾶ, χρὴ γὰρ καἰ τῆς ἐπωνυμίας μεμνῆσθαι τῶν κατ’ αὖτοὺς ἀρίστων ἀνδρῶν, εἰ καὶ τὸ σῶμα τῆς ἱστορίας τούτοις καταμιαίνεται,) τοῦ μὶν τὴν Δρίστραν κατέχοντος, τῶν δὲ τὴν Βιτζίναν καὶ τἆλλα. σπεισάμενοι γοῦν μετ’ αὐτῶν, ἀδεῶς τοῦ λοιποῦ διαπερῶντες τὸν Δάνουβιν, ἐληΐζοντο τὴν παρακειμένην χώραν, ὡς καὶ πολίχνιά τινα κατασχεῖν. κἀντεῦθεν ἐκεχειρίαν τινὰ σχόντες, ἀροτριῶντες ἔσπειρον κέγχρους τε καἰ πυρούς. ὁ δὲ Τραυλὸς ἐκεῖνος Μανιχαῖος μετὰ τῶν συνεφεπομένων αὐτῷ καὶ οἱ τὸ κατὰ τὴν ἀκρολοφίαν τῆς Βελιατόβης πολίχνιον κατασχόντες ὁμόφρονες, περὶ ὦν ὁ λόγος φθάσας ἐδίδαξε πλατύτερον, τὰ κατὰ τοὺς Σκύθας μεμαθηκότες, ὃ πάλαι ὥδινον, εἰς φῶς ἐξήγαγον. καὶ κατασχόντες τὰς τραχείας ὁδοὺς κω στενωπούς, μετεκαλοῦντο τοὺς Σκύθας. κἀντεῦθεν τὴν ἅπασαν Ῥωμαίων ἐληίζοντο χώραν. γένος γὰρ οἱ Μανιχαῖοι φύσει μαχιμώτατον καὶ ἄγμασιν ἀνθρώπων λαφύσσειν καθαπερεὶ κύνες ἀεὶ ἱμειρόμενον. ταῦτα ὁ βασιλεὺς Ἀλέξιος μεμαθηκώς, παρακελεύεται τῷ δομεστίκῳ τῆς ἐσπέρας Πακουριανῷ, γινώσκων αὐτὸν ἱκανώτατον οἰκονομῆσαι στράτευμα καἰ κατὰ φάλαγγα στῆναι καὶ παράταξιν διαμηχανήσασθαι ποικιλώτα- τον, σὺν αὐτῷ τῷ Βρανᾷ ἀνὴρ δὲ καἰ οὗτος μαχιμώνατος) τὰς δυνάμεις ἀναλαβόμενον κατ’ αὐτῶν ἀπελθεῖν. καταλαβὼν δὲ τοὺς Σκύθας διελθόντας τοὺς στενωποὺς καὶ τῆς Βελιατόβης ἔνθεν χάρακα πηξαμένους, πλῆθος ἀναρίθμητον τούτους θεασάμενος, πρὸς τὸν μετ’ αὐτῶν εὐθὺς ἀπενάρκησε πόλεμόν, βέλτιον νομίζων τὰς ἰδίας τὸ παρὸν ἀμαχητὶ διασῶσαι δυνάμεις, ἢ τὸν μετὰ τῶν Σκυθῶν ἀναδυσάμενον πόλεμον καὶ ἡττηθέντα πολλοὺς ἀπολωλεκέναι. ἀλλὰ τῷ Βρανᾷ φιλοκιν- δυνοτάτῳ τε καὶ θρασεῖ ὄντι ταῦτα οὐκ ἤρεσκεν. ὁ δέ γε δομέστικος, ἵνα μὴ δειλίας ὑπόψια τις κατ’ αὐτοῦ ἀναβαλ- λομένου τὸν πόλεμον δοθῇ, ἐνεδίδου ταῖς ὁρμαῖς τοῦ Βρανᾶ, καἰ θωρήξασθαί τε ἅπασι κελεύσας καὶ πολέμου σχῆμα διατυπώσας, κατὰ τῶν Σκυθῶν ἐχώρησε, τὸ μεσώτατον αὐτὸς διέπων τῆς φάλαγγος. ἐπεὶ δὲ οὐδὲ τὸ πολλοστὸν τοῦ πλήθους τῶν ἀντιτεταγμένων τὸ Ῥωμαϊκὸν ἔσωζε στράτευμα, ἐκ μόνης ὄψεως περιδεεῖς ἐγεγόνεισαν ἅπαντες. προσβαλόντες δ’ ὅμως τοῖς Σκύθαις, ἀναιροῦνται μὲν πολλοὶ ἐν τῷ μάχεσθαι, πίπτει δὲ καιρίαν πληγεὶς ὁ Βρανᾶς. ὁ δέ γε δομέστικος ἐκθύμως μαχόμενος καὶ σφοδρὰς τὰς κατὰ τῶν ἐναντίων ἱππασίας ποιούμενος, φηγῷ προσκεκρουκὼς ἀφῄρηται παραχρῆμα τὴν ψυχήν. τὸ δὲ ἐπίλοιπον τοῦ στρατοῦ ἄλλος ἀλλαχοῦ διεσπάρησαν. ταῦτ’ οὖν μεμαθηκὼς ὁ αὐτοκράτωρ, ἐπένθει μὶν τοὺς πεπτωκότας ἅπαντας ἴδιᾳ τε καὶ καθ’ ἕκαστον καὶ ὁμοῦ· ἔπι δὲ τῷ τοῦ δομεστίκου θανάτῳ καί καὶ μᾶλλον στενάζων, κρουνοὺς ἠφίει δακρύων. ἐφίλει ἔξόχως τὸν ἄνδρα καἰ πρὸ τῆς ἀναρρήσεως. οὐ μέντοι διὰ ταῦτα ἀναπέπτωκεν, ἀλλὰ μεταπεμψάμενος τὸν Τατίκιον μετὰ χρημάτων ἱκανῶν ἐκπέμπει πρὸς Ἀδριανούπολιν, ἐφ’ ᾧ τοῖς μὲν στρατιώταις τοὺς ἐπετείους διδόναι μισθούς, συλλέογειν δὲ καί ἁπανταχόθεν δυνάμεις, ἵνα στράτευμα ἀξιόμαχον αὖθις συστήσηται. τὸν δὲ Οὐμπερτόπουλον εἰς Κύζικον φρου- ρὰν ἀξιόμαχον καταλιπόντα, μετὰ μόνων τῶν Κελτῶν εἰς τὸν Τατίκιον γοργῶς ἐφθακέναι παρεκελεύσατο οὑντὸς δὲ τοὺ Λατίνους καὶ τὸν Οὐμπερτόπουλον θεασόμενος καὶ τεθαρρηκώς ἐπεὶ καὶ ἱκανὸν προεφθάκει συλλέξασθαι στράτευμα, κατευθὺ Σκυθῶν ἐχώρησε παραχρῆμα. καταλαβὼν δὲ τὰ περὶ τὴν Φιλιππούπολιν, παρὰ τῷ χείλει τοῦ κατὰ τὸν Βλίσνον ῥέοντος ποταμοῦ χάρακα πήγνυται. ἐπὰν δὲ τοὺς Σκύθας ἐκ προνομῆς ἐπανερχομένους ἐθεάσατο λείαν πολλὴν καἰ δορυα- λωτοὺς συνεπαγομένους, μήπω σχεδὸν τὰς κατασκευὰς ἄσω τοῦ χάρακος καταθέμενος, ἱκανοὺς τοῦ στρατοῦ ἀποτεμόμενος κὰτ αὐτῶν ἐκπέμπει. αὐτὸς δὲ ὁπλισάμενος καὶ πάντας θωρήξασθαι κελεύσας, τὰς φάλαγγας καταστησάμενος, τοῖς προπεμφθεῖσι παρείπετο στρατιώταις. θεασάμενος δὲ τοὺς Σκύθας μετὰ τῶν λαφύρων καὶ τῶν δορυαλώτων τῷ ἐπιλοίπῳ στρατεύματι τῶν Σκυθῶν ἑνωθέντας κατὰ τὸν σπιορὸν ὄχθον, διχῆ τὸ στράτευμα διελὼν καἰ τὸ ἐνυάλιον ἑκατέρωθεν ἠχῆσαι κελεύ- σὺν ἀλαλαγμῷ καὶ βοῇ πολλῇ προσβάλλει τοῖς βαρβάροις. καὶ καρτερᾶς τῆς μάχης γενομένης, πίπτουσι τῶν Σκυρῶν οἱ πλείονες, πολλοὶ δὲ καὶ διασπαρέντες ἐσώθησαν. ὁ δὲ τὴν λείαν πᾶσαν ἀναλαβόμενος, νικητὴς τὴν Φιλιππούπολιν καταλαμβάνει. κεῖθι δὲ τὸ ὁπλιτικὸν ἅπαν καταθέμενος, ἐσκό- πεῖ ὅθεν χρὴ καὶ ὅπως τοῖς βαρβάροις αὖθις προσβαλεῖν. ἀπειροπληθεῖς δὲ τὰς αὐτῶν γινώσκων δυνάμεις σκοποὺς ἁπανταχόσε ἐξέπεμπεν, ἵν’ ἐκεῖθεν ἔχῃ τὰ κατὰ τοὺς Σκύθας συχνάκις ἐκμανθάνειν. ἐπαναδεδραμηκότες δὲ οἱ σκοποὶ πλῆθος βαρβάρων ἔλεγον πολὺ ἀέρι τὴν Βελιάτοβαν ἐνδιατρίβειν καὶ τὰ πέριξ ληΐζεσθαι. καὶ ὁ Τατίκιος προσδόκιμον τὴν τῶν Σκυθῶν ἐπέλευσιν ἔχων καὶ πρὸς τοσούτους μὴ ἀποχρώσας ἔχων δυνάμεις, τὸ παράπαν ἀλύων τοῖς λογισμοῖς, ἐν ἀμηχανίᾳ καθειστήκει. ἀλλ᾿ ὄμως καὶ τὸ σιδήριον ἔθηγε καἰ πρὸς μάχας ἐθάρρυνε τὸ στράτευμα. καταλαβὼν δέ τις τὴν τῶν βαρβάρων κατ’ αὐτοῦ ἔλευσιν διεμήνυε καὶ φθάνειν ἤδη διισχυρίζετο. ὁ δὲ εὐθὺς ἐν τοῖς ὅπλοις ἥν. καὶ ἅπαν τὸ στράτευμα ἔξοπλίσας, τὸν Εὐρον παραχρῆμα διαπεράσας, τὰς φάλαγγας ἰλαδὸν καταστήσας, εἰστήκει πολέμου σχῆμα διατυπώσας· αὐτὸς δὲ τὸ μέσον εἶχε τῆς παρατάξεως. καὶ οἱ βάρβαροι Σκυθικῶς παραταξάμενοι καὶ τὰς αὐτῶν δυνάμεις πρὸς μάχην καταστησάμενοι, ἐῴκεσαν μὲν πόλεμον ἀναζητεῖν καὶ τοὺς ἀντιπάλους ἐρεθίζειν οἷον πρὸς μάχην. ἐδεδίεσαν δὲ ὅμως καὶ ἄμφω τὰ στρατεύματα καὶ τὴν συμπλοκὴν ἀνεβάλλοντο, τὸ Ῥωμαϊκὸν τὸ ὑπερπληθὲς τῶν Σκυθῶν ὑποπτῆσσον, τὸ δὲ Σκυθικὸν τεθωρακισμένους ἅπαντας ὁρῶν τἀς τε σημαίας καὶ τὸ λαμπρὸν τῶν ἀμφίων καὶ τὴν ἐκεῖθεν ἀποπαλλομένην αἴγλην πρὸς τὴν ἀστρῴαν βολὴν ἀντιστίλβουσαν. μόνοι δὲ ἁπάντων οἱ τολμητίαι Λατῖνοι καὶ θρασεῖς τὴν μάχην προαρπάζειν ἤθελον, θήγοντες ὀδόντας ὁμοῦ κα σιδήρια. ἀνέστελλε δὲ αὐτοὺς ὁ Τατίκιος. ἀνὴρ γὰρ οὗτος εὐσταθὴς καὶ τοῦ μέλλοντος ῥᾷστα καταστοχάσασθαι δυνατός. ἱσταμένων οὖν ἀμφοτέρων τῶν στρατευμάτων καὶ οἶον ἑτέρου τὴν ἐξ ἑτέρου κίνησιν ἀπεκδεχομένου, καὶ μηδ’ οὑτινοσοῦν τῶν στρατιωτῶν κατὰ τὸ μεσαίχμιον ἐξ οὐδετέρου τῶν στρατευμάτων ἱππάσασθαι κατατολμῶντος, ἐπεὶ ὲν δυσμαῖς ἤδη ὁ ἥλιος, ἕκαστος τῶν στρατηγῶν ἐπὶ τὴν ἰδίαν παρεμβολὴν ἐπάνεισι. τοῦτο ἔπι δύσιν ἡμέραις ἐγένετο. καὶ πρὸς μάχην εὐτρεπιζομένων τῶν δημαγωγῶν καὶ πολέμου σχῆμα καθ’ ἑκάστην διατυπούντων, ἔπει μηδεὶς τὴν πρὸς ἕτερον ἀπεθάρρησε μάχην, κατὰ τὸ τῆς τρίτης περίορθρον ἀναχωροῦσιν οἱ Σκύθαι. αἰσθόμενος δὲ ὁ Τατίκιος τούτου, παραχρῆμα κατόπιν αὐτῶν ἤλαυνεν. ἀλλὰ πεζός, φασιν, παρὰ Λύδιον ἅρμα. προφθάσαντες γὰρ οἱ Σκύθαι διῆλθον τὴν Σιδηράν· τέμπη δ’ οὕτως εἰσι κατονομαζόμενα· κἀκεῖσε δὲ τούτους μὴ καταλαβών, ἀναλαβόμενος τὰς ὅλας δυνάμεις πρὸς Ἀδριανούπολιν ἐπαναζεύγνυσι. καὶ τοὺς μὲν Κελτοὺς αὐτοῦ που καταλιπών, τῶν δὲ στρατιωτῶν οἴκοι πορευθῆναι ἕκαστον κελεύσας, μετά τινος μερίδος τῆς στρατιᾶς αὐτὸς ἐπάναζεύγνυσι πρὸς τὴν βασιλεύουσαν.